# Commentarii ad Homeri Odysseam 1.102.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.102.1

μον. ἐφυλάσσετο δὲ ὁ οἶνος εἴ ποτε φησὶν Ὀδυσσεὺς οἴκαδε νοστήσειε, καὶ ἄλγεα πολλὰ μογήσας. κληϊσταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. Δικλίδες. ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσκεν. (Vers. 346.) ἣ πάντα φύλασσε νόου πολυιδρείῃσιν. ὃ δὴ περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ κεδνή. καὶ κεδνὰ εἰδυῖα. καὶ πυκιμήδης. ἦν δὲ ἡ ταμία, Εὐρύκλεια. ἣν καὶ μαῖαν μετ' ὀλίγα προσφωνεῖ ὁ Τηλέμαχος. ἔνθα καὶ ἡδὺν οἶνον ἐρεῖ καὶ λαρόν. Καὶ ὅρα οἷά τε τὰ ἡρωϊκὰ ταμεῖα, καὶ ὡς οἰκονομικὴν μέθοδον ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων χρῆναι τοὺς οἰκοδεσποτοῦντας, κειμήλια ἔχειν εἰς χρῆσιν τὴν ἐν καιρῷ. (Vers. 337.) Θάλαμον δὲ, τὸ ταμεῖον λέγει, ἐνδοτάτω πάντως ὂν καὶ αὐτό. καὶ διατοῦτο τὴν τοῦ θαλπεινοῦ κλῆσιν εἰληχός. ὑψορόφου μὲν ὄντος, διὰ τὸ ἴσως ὑπερῷον καὶ οὕτω ἀνεπιβούλευτον. εὐρέος δὲ, διὰ τὸν βασιλικὸν πλοῦτον πολὺν ὄντα. Πόθεν δὲ ὄροφος, ἐν τῇ Ἰλιάδι δηλοῦται. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὀροφίας ὁ ἐν ταῖς οἰκίαις μυοθήρας ὄφις. Νητὸς δὲ χρυσὸς, ὁ σεσωρευμένος εἰς πλῆθος, παρὰ τὸ νῶ νήσω. ἐξ οὗ καὶ τὸ ἐπενήνεον περὶ οὗ προδεδήλωται. ὁμώνυμον δὲ τῷ ῥηθέντι νῶ νήσω, καὶ τὸ παρ' Ἡσιόδῳ πρωτότυπον τοῦ νήθω. ὃ καὶ αὐτὸ, σώρευσίν τινα δηλοῖ τῶν νηθομένων σωμάτων. ὡς εἶναι καὶ ἐκεῖ τὰς κλωθομένας ἶνας, νητάς. (Vers. 339.) Χηλὸς δὲ, γίνεται μὲν ἀπὸ τοῦ χῶ χήσω τὸ χωρῶ, ἐξ οὗ καὶ ὁ χηραμός. ὃν οἱ τῆς Δωριέων γῆς ἄρτι, χηλαμὸν φασὶν ἰδιωτικῶς. λέγεται δὲ κατὰ τοὺς παλαιοὺς, καὶ ἀντίπηξ. καὶ κιβωτός. καὶ λάρναξ. καὶ σωρός. Εὐῶδες δὲ ἔλαιον, ἴσως μὲν καὶ τὸ ἐκ τῆς ἐλαίας. εἰκὸς δὲ καὶ ἐσκευάσθαι τιμιώτερον ὁποῖον καὶ τὸ παρὰ τοῖς παλαιοῖς ἴρινον ἢ σαμψύχινον ἢ εἴτι τοιοῦτον ἐλαιῶδες μῦρον. ὁποίοις ἐχρῶντο οἱ βασιλεῖς. (Vers. 344.) Κληϊσταὶ δὲ σανίδες, αἱ θύραι. πρὸς διαστολὴν τῶν ἁπλῶς σανίδων. (Vers. 345.) Δικλίδες δὲ, διχόθεν κλειόμεναι. δίθυροι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται ἀκριβῶς. (Vers. 340.) Οἶνον δὲ παλαιὸν Ὁμήρου εἰπόντος, οἱ ὕστερον ἀστείως μεταλαβόντες, γέροντα τὸν τοιοῦτον εἶπον. οἷον. γέρων Θάσιος οἶνος. ὅπερ ἡδύτερον ὁ κωμικὸς Ἄλεξις φράζων, φησίν. οἶνος καὶ μάλα πολύς γε. ὀδόντας οὐκ ἔχων. ἤδη σαπρός. γέρων δαιμονίως. τοιοῦτον δέ φασι παλαιὸν ἡδύποτον οἶνον τοῖς κωθωνιζομένοις δίδωσιν Ὅμηρος. εἰκὸς δὲ τὸν εἰρημένον γέροντα καὶ σαπρὸν οἶνον, καὶ σαπρίαν ἀρσενικῷ γένει λεχθῆναι. οὗ χρῆσις, ἐν τοῖς τοῦ Ἀθηναίου. παρ' ᾧ ἐπαινῶν τις οἶνον ὅν φησι καλέουσι σαπρίαν, ἐπάγει. οὗ καὶ ἀπὸ στόματος στάμνων ἀνοιγομένων, ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου ὀσμὴ θεσπεσία. κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ. τὸν δὲ τοιοῦτον, ὑπονοητέον ἀνθοσμίαν εἶναι. οὗ τὸ σκευαστικὸν ἄρτυμα, παραδίδωσιν ὁ δειπνοσοφιστής. γνωστοῦ πάνυ τοῖς τότε ὄντος. ὃν διαλύσας Ἰωνικῷ τρόπῳ Ἀλκμὰν ὁ μελωποιὸς ἄνθεος ὄσδοντα ἔφη. ὡς δὲ καὶ παρέφρασέ τις τὸν παλαιὸν οἶνον ἐν τῷ, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἑτέρου οἴνου περικαλλέσιν ὥραις, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὡς δὲ ὁ παλαιὸς οἶνος, καὶ γεραὸς καὶ πολιὸς ἐκλήθη πρὸς τινῶν. καὶ ὅτι ὀμφακίας παραδέδοται οἶνος μετὰ πολλοὺς χρόνους ἀκμάζων. καὶ ὡς ἰταλικὸς οἶνός τις ἦν μέλας μὲν τὴν ἀρχὴν, μετὰ πολλὰ δὲ ἔτη λευκὸς γινόμενος, κοῦφος λίαν ἐκεῖνος καὶ τρυφερὸς, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων, καὶ ὅτι ὁ παλαιὸς, οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα, καὶ λεπτομερὴς ὢν, εὐανάδοτός ἐστι. δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ. καὶ τὸ αἷμα ἐνέρευθες ποιεῖ καὶ εὐανάδοτον. καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπιδέχεται δὲ καὶ πλείω κράσιν, διὰ τὸ μάλιστα θερμὸς γίνεσθαι παλαιούμενος. λέγει δὲ ὁ αὐτὸς, καὶ αἴθοπα τὸν μέλανα, ὡς δυναμικώτατον διὰ θερμότητα καὶ μένοντα ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. ὁ γὰρ λευκὸς, ἀθενής φησι καὶ λεπτός. παρὰ Χίοις δέ φασι πρώτοις ἐγένετο μέλας οἶνος. οἳ πρῶτοι καὶ φυτεύειν καὶ θεραπεύειν ἀμπέλους μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ Διονυσίου τοῦ καὶ συνοικίσαντος τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μετέδωκαν. κεῖται δὲ παρ' αὐτῷ καὶ Ἀλέξιδος τὸ, οὐδὲν ἔοικ' ἄνθρωπος οἴνῳ τὴν φύσιν. ὁ μὲν, γὰρ ἀπογηράσκων, ἀηδὴς γίνεται. οἶνον δὲ, τὸν παλαιότατον σπουδάζομεν ὅτι οὐ δάκνει ἀλλ' ἱλαροὺς ἡμᾶς ποιεῖ. (Vers. 345.) Ὅρα δὲ καὶ τὸ νύκτας τε καὶ ἦμαρ. ἑνικῶς γὰρ τὸ ἦμαρ, ἐπεὶ οὐκ ἀφῆκε τὸ μέτρον πληθυνθῆναι καὶ αὐτό. Παιδευτικὸν δὲ εἰς οἰκονομίαν καὶ τὸ, πολύϊδριν τὴν ταμίαν εἶναι ὅ ἐστι πολύπειρον. συνετήν. διὰ διφθόγγου δὲ ἡ πολυϊδρεία, ὡς καὶ ἡ ἀϊδρεία. ἀπὸ τοῦ ἴδρις ἴδρεως. ὡς καὶ ἡ ἐλεγχεία, διὰ τὸ, τά δ' ἐλέγχεα λέλειπται. (Vers. 349.) Ὅτι εἰς παρασκευὴν συμποσίου χρήσιμον τὸ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυς-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
