# Commentarii ad Homeri Odysseam 1.103.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.103.1

σον ἡδύν. ἤγουν ἐκ πίθου ἀπάντλησον εἰς ἀμφιφορεῖς. (Vers. 350.) Ὅτι παιδεύων ὁ ποιητὴς ἄχρι καὶ τῶν σμικροτάτων τιμαλφεῖν τοὺς γονεῖς, ποιεῖ τὸν Τηλέμαχον ἐπιτάσσοντα τῇ μαίᾳ περὶ οἴνου ὅς φησι μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις, κεῖνον ὀϊομένη τὸν κάμμορον. τὸν πατέρα Ὀδυσσέα δηλαδή. τὴν δὲ μαῖαν ταύτην, προϊὼν Ὅμηρος, τροφὸν ἑρμηνεύσει ἐν τῷ, κώκυσεν δὲ φίλη τροφός. Ὅρα δ' ἐνταῦθα ὅτι ἢ ἐκτείνεται τὸ ω τοῦ λαρώτατος κατὰ τὸν κανόνα τῶν διὰ τοῦ ώτατος ἵνα κατάρξῃ δακτύλου ποδὸς, καὶ πάντως ἔσται ἡ πρὸ τοῦ ω συλλαβὴ, συνεσταλμένη, τουτέστι τὸ λα, καὶ μεσολαβήσει ἐν ἡρώῳ στίχῳ τροχαῖος, καὶ οὕτω χωλεύσει τὸ ἔπος. ἢ ἐν ἐκτάσει μένει τὸ λα, ὡς τοῦ λαρὸς ἐκτείνοντος τὸ δίχρονον, καὶ γίνεται κατὰ τὸν ῥηθέντα κανόνα συστολὴ τῆς ρο συλλαβῆς τοῦ λαρότατος, καὶ οὕτως εὑρεθήσονται συλλαβαὶ βραχεῖαι τρεῖς ἐφεξῆς, ἤγουν τρίβραχυς πούς. καὶ ἔστι μὲν οὐδὲ τοῦτο ἀγαθὸν ἐν μέτρῳ δακτυλικῷ. κρεῖττον δὲ ὅμως τοῦ προτέρου. ὡς τῆς ἐπικειμένης ὀξείας, δυναμένης τὸν βραχὺν χρόνον μηκῦναι τοῦ ο. καθὰ καὶ ἐπὶ τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. ὥστε τοῦ λα ἐκτεταμένου μένοντος, ἐκταθήσεται τὸ ρο συνήθως διὰ τῆς ὀξείας. ὡς καὶ ἐν τῷ, Τηλέμαχ' οὔτις σεῖο κακοξεινότερος ἄλλος. (Vers. 351.) Τὸ δὲ, κεῖνον ὀϊομένη, ἀντὶ τοῦ ἐλπίζουσα. ὃ ταυτόν ἐστι τῷ, νομίζουσα ἐλθεῖν. (Vers. 353.) Ὅτι ἐφοδίων συσκευῆς φραστικὸν τότε οἶνον ἀφύσσειν ὡς πρὸ βραχέων ἐγράφη, καὶ τὸ, τόσους ἔμπλησον ἀμφορεῖς, καὶ πώμασιν ἄρσον ἅπαντας. ὅπερ ἐστὶ περίφρασις τοῦ πωμάζειν. καθ' ὁμοιότητα λεχθὲν τοῦ, ἄγγεσιν ἄρσον ἅπαντα. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσι. περὶ ὧν πρὸ ὀλίγων ἐγράφη. τόσα δ' ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. περὶ οὗ καὶ αὐτοῦ εἴρηται οὐ πρὸ πολλῶν. Τηλεμάχου δὲ καὶ ταῦτα. ὃς τοὺς μὲν ἀμφιφορεῖς τοῦ οἴνου, εἰς δώδεκα μετρεῖ. τὰ δὲ μέτρα τοῦ ἀλφίτου, εἰς εἴκοσιν. (Vers. 356. sqq.) Ἀσφαλιζόμενος δὲ αὐτὸς καὶ ἐπισπεύδων τὴν γραῖαν μαῖαν, ἐπάγει. αὐτή δ' οἴη ἴσθι. τάδ' ἀθρόα πάντα τετύχθω. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι. ὅτε δηλαδὴ τὴν μητέρα λήσεται κοίτου μεδομένην ἐν ὑπερῴοις. ὅ ἐστιν, ἐπὶ ὕπνῳ κοιταζομένην. προϊὼν δὲ, καὶ ὅρκον τῆς γραὸς λαμβάνει μὴ τάδε μυθήσασθαι τῇ μητρὶ πρίν γ' ὅτ' ἂν ἐνδεκάτη τε δυωδεκάτη τε γένηται. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι. τότε γὰρ, οὐ ψευστέον τῇ δεσποίνῃ. διὰ τί δὲ ταῦτα; ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. Καὶ ἡ γραῦς ἡ καὶ ὀλοφυραμένη καὶ κωκύσασα ἐπὶ τῇ ἀποδημίᾳ τοῦ τροφίμου δεσπότου, πείθεται. καὶ θεοῦ μέγαν ὅρκον ἀπόμνυσιν ὡς ἀπῃτήθη. βιωτικὰ δὲ καὶ ταῦτα τοῦ ποιητοῦ καὶ κοινωνίας ἀνθρώπων συστατικά. (Vers. 354.) Ὅρα δὲ τὸ ἄλφιτα χεῦον, ὡς καὶ κατωτέρω πάλιν ἄλφιτα χεῦε, καθ' ὁμοιότητα ῥηθὲν τοῦ, τύμβον χεῦε, καὶ τῶν τοιούτων. ἐπεὶ καὶ χοῶδες οἷον τὸ ἄλφιτον, καὶ διατοῦτο χυτὸν καὶ αὐτὸ, καθὰ καὶ ἡ χυτὴ γῆ. Τὸ δὲ δοροῖσιν οἵου γένους ἐστὶν, οὐ πάνυ δῆλον. ἔστι δὲ πάντως ταυτὸν, δοροῖς εἰπεῖν ποιητικῶς. ἔτι δὲ καὶ κωρύκοις. καὶ κοινότερον, θυλάκοις. ὧν χρῆσις πολλὴ κατά τε τὸ ἁπλοῦν, καὶ κατὰ τὸ ὑποκοριστικὸν δὲ, οὐδὲν ἧττον. οἷον. πτίσσε πτίσσε τὸν Ἀναξάρχου θύλακον. καὶ πάλιν. φιλοσοφίας ὄφελος τὸ, μηδὲν ἡγεῖσθαι δεινὸν ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρευλλίων, ἤγουν τοῦ σώματος. οὕτω δὲ πάντως νοεῖται καὶ ὁ τοῦ Ἀναξάρχου θύλακος. (Vers. 355.) Μέτρα δὲ ἀλφίτου λέγεσθαι, καινὸν οὐδὲν, εἴγε καὶ οἴνου μέτρα φασὶν οἱ πολλοί. καθ' ὁμοιότητα τοῦ, εἴκοσι μέτρα ὕδατος. ὅπερ ἐν τοῖς περὶ Κύκλωπος κεῖται. ὥστε τὸ μέτρον, ἐπί τε ξηρῶν ἐπί τε ὑγρῶν λέγεται. Ἀκτὴ δὲ ἀλφίτου, ἡ δωρεὰ κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ προάγεσθαι ἢ προσάγεσθαι. ἢ τὸ κλάσμα, παρὰ τὸ ἄγω τὸ κλῶ. οὗ ἔμφασιν ἔχει οὐ μόνον τὸ ἄλφιτον ὡς προεδηλώθη, ἀλλὰ καὶ τὸ μυλήφατον. ὃ δηλαδὴ κλᾶται ὑπὸ μύλης. ἔστι γὰρ ἡ τοῦ μυληφάτου παραγωγὴ, ὁμοία τῇ τοῦ προσφάτου νεκροῦ καὶ ἀρηϊφάτου καὶ τῶν τοιούτων. εἴρηται δὲ περὶ τούτου κρεῖττον ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν ᾗ καὶ Δήμητρος ἀκτὴ ἐῤῥέθη που μετωνυμικῶς. ὡς γὰρ μετωνυμία ἦν, εἰπεῖν ἀντὶ πυρὸς Ἥφαιστον τὸν ἐπιστατοῦντα τῷ πυρὶ, οὕτω μετωνυμικόν ἐστι καὶ τὸ ἀντὶ ἀλφίτου ἀκτῆς, εἰπεῖν ἀκτὴν Δήμητρος ἣ τῶν ἀλφίτων αἰτία ἐστί. κατὰ τοιοῦτον τρόπον, καὶ τὸν ἄρτον Ὀππιανὸς Δήμητραν λέγει ἐν τῷ, τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον. Ἰστέον δὲ ὅτι τὸ, ἀλφίτου ἀκτῆς, θηλυκοῦ οἶδε γένους τὴν ἀκτήν. ὅθεν οὐδὲ εὐοδοῦται ὁ ἐν Ἡσιόδῳ τὸ Δήμητρος ἀκτὴν, κατὰ γένος νοήσας ἀρσενικόν. (Vers. 357.) Τὸ δὲ ἑσπέριος αἱρήσομαι, ἀντὶ τοῦ λήψομαι, εἰ καὶ ἄλλως τὴν λέξιν οἱ μεθ' Ὅμηρον ἐπὶ βουλήσεως τίθενται. (Vers. 375.) Τὸ δὲ ποθέσαι ἀντὶ τοῦ ποθῆσαι, δοκεῖ μὲν ποιητικὸν, ἔστι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
