Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.106.1
Not analysed yet
φασὶ τῶν κατακοιμηθέντων οἱ διαπαννυχίσαντες ἐν τῷ πίνειν, χθιζὴν κράσιν οὖσαν, ἤτοι λείψανον τοῦ χθὲς κρατῆρος. ὁ τῇ ὑστεραίᾳ τῶν μὴ κρατερῶν τοῦ πίνειν κατεχέετο. Τὸ δὲ ἔχευε, τὸ ὑγρὸν τοῦ ὕπνου κἀνταῦθα δηλοῖ. (Vers. 396.) Τὸ δὲ πλάζειν, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ, παρεπλάνα τοῦ ἐγρηγορέναι ἢ τοῦ φρονεῖν ἢ τῆς κατὰ φύσιν ἐνεργείας. ὡς δηλοῖ τὸ, χειρῶν δ' ἔκβαλλε κύπελλα. δῆλον γὰρ ὡς ἀπεπλανᾶτο τοῦ συμποτικοῦ σκοποῦ ἡ τὸ κύπελλον ἀποβάλλουσα χείρ. Τὸ δὲ ἔπιπτε, βάρος ὕπνου δηλοῖ, ταχὺ τὰ βλέφαρα κλείοντος. (Vers. 398.) Ἰστέον δὲ ὅτι οὐκ ὀκνήσας ταυτολογῆσαι ὁ ποιητὴς, δὶς ἐνταῦθα εἶπε τὸ, ἥ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. πολλαχοῦ δὲ ἐπαινετὸν ἡ καίριος ταυτολογία. Τὸ δὲ ἄλλο νοεῖν ποριμότητα νοημάτων δηλοῖ. Ὅτι δὲ ἀπὸ τοῦ γλαυκῶπις, γλαυκώπιον ἡ Ἀττικὴ ἐλέχθη ἀκρόπολις ἢ καὶ ἡ ἁπλῶς, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ ἡ γλαῦξ περισπᾶται. οἳ καὶ ὀξύνεσθαι μὲν λέγουσι τὸ γλαὺξ, πλὴν Δωρικῶς. ἐνταῦθα δὲ παρασημαντέον εὐκρινείας χάριν, ὡς τὸ λεγόμενον γλαυκίον, οὐκ αὐτόχρημα γλαύξ ἐστιν, ἀλλ' ἑτεροῖον. νησσοειδὲς γάρ φησιν ἐκεῖνο. νήσσης μικρότερον. καλούμενον ἀπὸ τῆς τῶν ὀμμάτων γλαυκότητος. (Vers. 404.) Ὅτι ἐπισπευστικὸν εἰς ὁδὸν τὸ, ἀλλ' ἴομεν μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. εὐσεβῆ δὲ ἄνθρωπον σεμνυνεῖ τὸ, ὅ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο. (Vers. 410.) Ὅτι δημαγωγικῶς ὁ Τηλέμαχος φίλους τοὺς συμπλόους Ἰθακησίους καλεῖ, κολακεύων εὐκαίρως ἐν τῷ, δεῦτε φίλοι ἤϊα φερώμεθα. καὶ ὁ μὲν, ἐπιτάσσει. οἱ δὲ, πάντα φέροντες κατατιθέασιν ἐπὶ νηῒ ὡς αὐτὸς ἐκέλευσεν. εἶεν δ' ἂν οἱ τοιοῦτοι, οὐχ' ἁπλῶς φίλοι, ἀλλὰ καὶ συνθέτως, ἑταῖροι φίλοι. ὧν τὸ μὲν, Ὅμηρος αὐτοὺς ἐκάλεσεν ἐν τῷ, ἐσθλοὶ ἑταῖροι. (Vers. 409.) Τὸ δὲ, νῦν ὁ Τηλέμαχος. ὃν περιφράζων, φησίν. ἱερὴ ἲς Τηλεμάχοιο. σεμνότερον τοῦτο εἰπὼν ἤπερ τὸ, βίη Ἡρακλῆος, ἀντὶ τοῦ Ἡρακλῆς. Ὅρα δὲ καὶ τὸ φέρειν, ἐνταῦθα κυριολεκτούμενον. ἐξ οὗ καὶ τὸ φορεῖον. καὶ ὁ φόρτος. καὶ τὸ φοράδην ἐπίῤῥημα. καὶ φορμὸς ὁ κόφινος. καὶ φορμίσκος κατὰ Παυσανίαν, λεπτόν τι ἀγγεῖον. ἕτεροι δέ φασιν οὕτω. ἐκ τοῦ φέρω, φορμὸς ἤγουν πλέγμα. σπυρίς. ἐν ᾧ καὶ σῦκα ἔφερον. ἐκεῖθεν δέ φασι καὶ φορητὸς, φρύγανα. χόρτος. κοπρία. (Vers. 416.) Ὅτι ἐν τῷ, ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖνε, γενικῇ συντέτακται τὸ ἀναβαίνειν δι' ἔλλειψιν προθέσεως. τὸ δὲ πλῆρες καὶ ὀρθὸν, ἀνέβαινεν ἐπὶ νηός. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, ἀντὶ τοῦ ἄνω τῆς νηὸς ἔβαινεν εἴρηται. Λέγει δὲ καὶ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἄρχειν τὸ προηγεῖσθαι ὁδοῦ ἢ ἔργου. ὃ πρὸ βραχέων, ἡγήσατο Παλλὰς Ἀθήνη ἔφη. (Vers. 418.) Ὅτι πρυμνήσια, τὰ πρὸς τῇ γῇ δεσμοῦντα σχοινία τὴν ναῦν. ἃ καὶ πείσματα λέγονται, ὡς τῆς νηὸς πειθομένης αὐτοῖς. (Vers. 420.) Ὅτι τὸν ἐξ Ἰθάκης πλοῦν τοῦ Τηλεμάχου διασκευάζων Ὅμηρος, φησίν. τοὶ δὲ πρυμνήσι' ἔλυσαν. ἂν δὲ καὶ αὐτοὶ βάντες, ἐπὶ κληῖσι κάθιζον. τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, τουτέστιν ἡ κατὰ τοὺς ναυτίλους ἐμπειρία καὶ φρόνησις. οἳ στοχασάμενοι καιροῦ ἔπλευσαν. ἴκμενον οὖρον ἵει, ἀκραῆ ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον. Τηλεμάχου δὲ κελεύσαντος ὅπλων ἅπτεσθαι, αὐτοὶ ὀτρύνοντος ἄκουσαν. ἱστόν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν. ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν. ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης. ἥ δ' ἔθεεν κατὰ κῦμα διαπρήσουσα κέλευθον. δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν, στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο. λεῖβον δ' ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν. (Vers. 433.) Ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. ἤγουν τῇ Ἀθηνᾷ. Ἔνθα ὅρα τὴν διπλὴν αὔξησιν. ἐπίτασιν γὰρ δηλοῖ καὶ ἡ εκ πρόθεσις, καθὰ καὶ τὸ μάλιστα. εἶτα συμπληρῶν, λέγει. (Vers. 434.) Παννυχίη μέν ῥ' ἥγε, καὶ ἠῶ πεῖρε κέλευθον. Κληῖδες μὲν οὖν τίνες εἰσὶν, ἡ Ἰλιὰς ἐδήλωσεν. (Vers. 420.) Ἴκμενον δὲ καὶ νῦν οὖρον, ἢ τὸν ὑγρὸν λέγει παρὰ τὴν ἰκμάδα ὃ καὶ ἀρέσκει τοῖς παλαιοῖς ἐπεί περ ἀλλαχοῦ ἀνέμων μένος ὑγρὸν ἀέντων φησὶν, ἢ τὸν φορὸν καὶ εἰς τὸ ἱκέσθαι ἐπιτήδειον, ὡς οἱονεὶ ἱκόμενον. Οὖρον δὲ, τὸν εὐδιεινὸν ὡς δι' αὐτοῦ ὀρούειν ὅ ἐστιν ὁρμᾶν τὴν ναῦν. ἀφ' οὗ καὶ ὁ ἐξουρίας πλοῦς, ἤγουν ὁ ἐκ πνοῆς εὐδιεινῆς. ὃ καὶ πληθυντικῶς λέγεται ἐξ οὐρίων, ἤγουν ἐξ εὐδιεινῶν πνευμάτων. ἐκεῖθεν καὶ οὐρίσαι, τὸ ἀποκαταστῆναι εἰς οὔριον, ὥς φασιν οἱ παλαιοί. καὶ κατουρίζειν ῥῆμα τραγικῶς. ὁ μέντοι οὐρὸς ὀξυτόνως, ἄλλο τι ἐν τῇ Ἰλιάδι δηλοῖ. Ἰστέον δὲ ὅτι οὐ μόνον πνοὴ οὐρία λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ἱστορίαν τοῦ δειπνοσοφιστοῦ, καὶ ὄρνεόν τι οὕτω καλεῖται. ὅπερ οὐ πολύ φασι λείπεται νήττης. τῷ χρώματι, ὑποκέραμος. ἔχουσα