# Commentarii ad Homeri Odysseam 1.107.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.107.1

ῥύγχος μακρόν τε καὶ στενόν. (Vers. 421.) Ἀκραῆ δὲ λέγει, τὸν ἄκρως ἀέντα ἤτοι πνέοντα. οἱ δὲ, γράφουσιν εὐκραῆ. ὥς τε δύναταί τις ἀκραῆ λέγειν, καὶ τὸν μὴ κεκραμένον ἀλλ' ἀκριβῆ ζέφυρον. Κελάδοντα δὲ, οἱ μὲν, τοῦ ζεφύρου ἐπίθετον ἐκδέχονται. οἱ δὲ, τοῦ πόντου. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἱ παλαιοὶ, ἵππον ἐγκέλαδον τῷ Ποσειδῶνι παραδιδόασιν, ὡς ἐν τῇ ν ῥαψῳδίᾳ ἐγράφη. Ὅπλα δὲ τίνα λέγει, πρὸ ὀλίγων εἴρηται. (Vers. 424.) Τὸ δὲ ἱστὸν στῆσαν, ἐτυμολογίας τρόπος καὶ αὐτὸ καθὰ καὶ τὸ στησαμένη μέγαν ἱστόν. Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν, ἱστὸν στῆσαν ἔφη. κατωτέρω δὲ, παθητικῶς στήσαντο κρατῆρας. ὁποῖόν τι καὶ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ εἰλάτινον, τεχνικῶς εἶπεν. ὡς δέον ὂν τοιοῦτον εἶναι τὸν τῆς νηὸς ἱστόν. Μεσόδμη δὲ, ἡ ὀπὴ δι' ἧς ὁ ἱστὸς ἐνείρεται. λεχθεὶς οὕτω, παρὰ τὸ μέσον τῆς νηὸς δεδομῆσθαι. μέση γὰρ τοῦ τοιούτου πλείου ἔστι. (Vers. 425.) Προτόνους δὲ ἢ προτόνα οὐδετέρως κατὰ μεταπλασμὸν λέγει, σχοινία δι' ὧν ὁ ἱστὸς ἀποδεσμεῖται ὡς ἂν ἔχῃ βεβαίως ἵστασθαι. οἱ δὲ παλαιοὶ, προτόνους φασὶ, κάλωας ἀπὸ τοῦ καρχησίου εἰς πρώραν καὶ πρύμναν διατείνοντας. εἴρηται δὲ περὶ προτόνων, καὶ ἐν Ἰλιάδι ἐν τῷ, προτόνοισιν ὑφέντες. ἐπίτονος μέντοι, δέρμα φασὶν ᾧ πλοίου ἱστὸς κατασφαλίζεται. καὶ ἔοικε διαφέρειν προτόνου εἴ τις ἐξακριβοῖτο αὐτόν. (Vers. 426.) Τὰ δὲ λευκὰ ἱστία λινᾶ εἶναι δοκεῖ. διὸ καὶ λίνα τὰ τοιαῦτα λέγονται ὁμωνύμως τοῖς δικτύοις. ὧν ἡ κλῆσις, μέχρι καὶ νῦν φέρεται παρά τε ἄλλοις καὶ τοῖς περί που τὴν Παμφυλίαν. οἳ λινάριά τε καλοῦσι τὰ θηρατικὰ δίκτυα. καὶ ὅτε δὲ ζῶον ἐμπεσὸν αὐτοῖς ἐκφύγῃ, ἐκλινίσαι φασὶν αὐτὸ, ῥητορικῶς φράζοντες. ὅτι δὲ τὰ λευκὰ ἱστία καὶ εἰς οἰωνὸν ἦσαν ἀγαθὸν, ἐδήλωσε Θησεὺς οἷς τεκμήριον δυσπραγίας ἔθετο πλείων εἰς Κρήτην διὰ τὸν Μινώταυρον, εἴπερ ἡ κατ' αὐτὸν ναῦς ἐκεῖθεν εἰς Ἀθήνας ἐπαινιοῦσα, μέλανι ἐπιταχύνεται ἱστίῳ καὶ μὴ λευκῷ. Τὸ δὲ ἐϋστρέπτοισι βοεῦσιν ἕλκεσθαι τὰ ἱστία, χρήσεως ἀρχαίας ἐστί. καθ' ἣν καὶ νῦν οἱ περί που τοὺς ταύρους ἀρκτικοὶ, φωκῶν δέρμασι καί τισι τοιούτοις τὴν τῶν σχοίνων χρείαν ἀποπληροῦσι. λέγει δὲ βοέας καὶ ἐν συναιρέσει βοεῖς, τοὺς ἐκ βοείων ἱμάντων κάλωας. οὓς, καὶ κάλους οἱ ὕστερον φασίν. οἱ καὶ τὸν λαγὼν συστέλλοντες καὶ τὸ πληθυντικὸν λαγοὺς λέγοντες. Τὸ δὲ εὐστρέπτοις, ἀντὶ τοῦ εὐμαλάκτοις ἢ εὐκλώστοις. οὕτω γὰρ μάλιστα οἱ ἱμάντες χρήσιμοι ἐγίνοντο. ἀφ' ὧν καὶ ἱμονιὰ κατὰ Αἴλιον Διονύσιον, ἱμάς. σχοινίον. ᾧ ὕδωρ ἀντλοῦμεν. καὶ ἱμᾶν, τὸ ἀντλεῖν, ἐκεῖθεν δὲ καὶ τὸ ἀνιμᾶσθαι κάτωθεν δηλαδὴ ἄνω. καὶ τὸ ἀνάπαλιν καθιμᾶσθαι, οἷον. νύκτωρ πολλοὺς διὰ τῶν τειχῶν αὐτοὺς καθιμήσαντας, φεύγει ὡς δὲ καί τινες φλοιοὶ καὶ αὐτοῖ δὲ σχοῖνοι τὸ φύτον, ἀνεπλήρουν ὅσα καὶ οἱ καθ' Ὅμηρον βοέες, οὐκ ἄδηλόν ἐστι. καὶ σχοίνοις μὲν τοῖς κατὰ τὸ φυτὸν, τὰ κοινότερον σχοινία παρονομάζονται ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὁ δ' ἐκ φιλύρας φλοιὸς, πολλὴν ὅτι μάλα εἰς τὰ τοιαῦτα ὕλην συμβάλλεται. Ἀθήναιος δὲ ἱστορεῖ παρά τινος, καὶ ὅτι εἰς σχοινία, ἡτοιμάσατο λευκέαν μὲν, ἐξ Ἰβηρίας. κάνναβιν δὲ, ἐκ τοῦ Ἠριδανοῦ ποταμοῦ. εἴη δ' ἂν ἴσως λευκέα, δέρμα λεύκης παρόμοιον τῷ ἐκ φιλύρας. καὶ τοιάδε μὲν καὶ τάδε· οἷς προσθετέον, καὶ ὅτι Λάκωνες τοὺς ἱμάντας, βειέλοπας ἐκάλουν. ὁ δὲ τοῦτο γράψας τεχνικὸς, λέγει καὶ ὅτι παρ' ἐκείνοις βείδιοι οἱ ἄρχοντες. ἀμφοῖν δὲ τούτοιν αἱ ἄρχουσαι, διὰ τῆς ει διφθόγγου παραδέδονται. (Vers. 427.) Τὸ δὲ ἔπρησεν, ἀντὶ τοῦ ἐφύσησεν, ἐκ τοῦ πρήθω. ἀφ' οὗ καὶ πρηστήρ. (Vers. 428.) Στεῖραν δὲ τὴν τρόπιν λέγει, διὰ τὸ στεῤῥὰν αὐτὴν ὀφείλειν εἶναι. Τὸ δὲ πορφύρεον, ὠκείωται τῇ θαλάσσῃ. ὅθεν ἁλιπόρφυρα παρὰ τοῖς παλαιοῖς, ἁλίκλυστα. ἁλουργά. πορφυρά. Τὸ δὲ ἴαχεν, ὠνοματοπεποίηται. τραχύτερον ὂν τοῦ ἤχου. Τὸ δὲ ἐπιστεφέας οἴνου ὅ ἐστι πλήρεις, παρέξεσται ἀπὸ τοῦ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. (Vers. 434.) Ἐν δὲ τῷ, παννυχίη καὶ ἠῶ, ὤφειλε μὲν ὀρθῶς, ἑῴα εἰπεῖν ἤ τι τοιοῦτον. δηλοῖ δὲ ἡ ἠὼς αὕτη, τὸν ὄρθρον, ὃς εὐθὺς μετὰ τὴν νύκτα ἐπιτέλλει. Τὸ δὲ ἔπειρεν, ἀντὶ τοῦ διεπέρα, οὗ ὁ μέλλων μεταχθεὶς εἰς ἐνεστῶτα, ποιεῖ τὸ περῶ. ἐξ οὗ ὁ πόρος. τούτου ἡ μετοχὴ ἐν τῷ, ἀλεγεινά τε κύματα πείρων. Σημείωσαι δὲ ὅτι πρῶτος ἂν ῥηθείη πλοῦς, ὁ ὑπὸ τοῦ Ὁμήρου ὡς ἐῤῥέθη φρασθείς. εἴγε δεύτερος πλοῦς λέγεται, ὅτε ἀποτυχῶν τις οὐρίου, κώπαις πλέει κατὰ Παυσανίαν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
