# Commentarii ad Homeri Odysseam 1.108.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.108.1

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι, καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας, καὶ γνωρίσας τὴν Ἀθηνᾶν ἀπιοῦσαν, θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ Νέστορος υἱεῖ, εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπιγενομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. ΟΔΥΣΣΕΙΑΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τῆς γάμμα ῥαψωδίας ἐπιγραφὴ, ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ὅτι τὸ, Ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην, Οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνῃ. Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν, περίφρασίς ἐστιν, ἀντὶ τοῦ, ἐγένετο ἡμέρα. ὥσπερ δὲ τὸ ὕδωρ ἀγλαόν που φησὶν, οὕτω καὶ περικαλλέα λίμνην τὸν Ὠκεανὸν, ἀφ' οὗ δοκεῖ ἀνατέλλειν ὁ ἥλιος. κρεῖττον δὲ, λίμνην λέγειν τὸν Ὠκεανὸν ἤπερ ποταμόν. ποταμοῦ γὰρ ἀνάγκη τάς τε πηγὰς δοῦναι καὶ τὸ τῆς ἐκβολῆς κατάντημα. Ὠκεανὸς δὲ οὐκ ἂν ἔχῃ ταῦτα. διὸ οἱ σοφοὶ Ὠκεανὸν θέλοντες εἰπεῖν, τὴν ἔξω θάλασσαν φασίν. ὅτι δὲ μέρος τι τοῦ τοιούτου Ὠκεανοῦ ἤτοι τῆς ὡς ἐῤῥέθη περικαλλέος λίμνης, Ὠκεανὸς ἐλέγετο ποταμὸς ἐκεῖνος ὢν, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Ὅρα δὲ καὶ τὸ ἀνόρουσεν ἐπὶ Ἡλίου λεχθὲν, ὡς οἷον ἀναπηδῶντος εἰς ἀνατολήν. μετ' ὀλίγα δὲ κυριολεκτῶν, ἐρεῖ οἵ δ' ἀνόρουσαν εὐκνήμιδες Ἀχαιοί. (Vers. 2.) Οὐρανὸς δὲ πολύχαλκος, μυθικῶς μὲν, διὰ τοὺς ἐκεῖ τοιούτους οἴκους οὓς Ἥφαιστος χαλκεύει. διὸ καὶ χαλκοβατὲς Διὸς λέγεται δῶμα. κατὰ δὲ λόγον ἄλλον, πολύχαλκος, ὁ στερεός. καὶ μὴ λυτός. μὴ δὲ χυτὸς ὡς ὕδωρ. ἢ κατὰ τὸν ἀέρα ῥυτός. δῆλον γὰρ ὅτι τὸ χάλκεον, καὶ ἐπὶ στερεότητος ἐν πολλοῖς λαμβάνεται. διὸ καὶ σιδήρειόν που λέγει τὸν οὐρανόν. Τὸ δὲ ἵν' ἀθανάτοισι φαείνῃ, μερικεύων ἀλλαχοῦ, φησὶν ἐπὶ τῆς ἠοῦς, Ζηνὶ φόως ἐρέουσα ἤγουν ἀνατολὴν σημαίνουσα. ὑπηρετικόν δ' ἐν τούτοις τὸν ἥλιον τοῖς θεοῖς ὑποτίθεται καθάπερ καὶ τὴν ἠῶ. (Vers. 2.) Ὅτι εἰπὼν ὡς οἱ περὶ Τηλέμαχον Πύλον ἷξον, ἐπάγει. τοί δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, τουτέστιν οἱ Πύλιοι, οἳ νοοῦνται διὰ τῆς Πύλου. πόλις γὰρ, οἱ πολίται. εἴγε κατὰ τὸν τραγικὸν, οὐδὲν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν τῶν ἔσω. Τὸ δὲ ἷξον, οὐκ εὔχρηστον τοῖς πεζογραφοῦσι. προπερισπᾶται δὲ, ὡς διὰ τὴν αὔξησιν φύσει μηκυνθείσης τῆς παραληγούσης. Θῖνα δὲ θαλάσσης λέγει, πρὸς διαστολὴν ἑτέρων θινῶν. ἔστι γὰρ θὶς κατὰ τοὺς παλαιοὺς, ὄχθος. βουνός. ἄμμος. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι θὶς ἐπὶ αἰγιαλοῦ μὲν, θυλυκοῦ γένους ἐστίν. ἀρσενικοῦ δὲ, ἐπὶ χρημάτων καὶ λίθων. οἱ δ' αὐτοὶ, λέγουσιν ὅτι ἐν τῷ, θὶν καὶ θὶς. ἀκτὶν ἀκτίς. δελφὶν δελφίς. καὶ τοῖς ὁμοίοις δικαταλήκτοις οἰκειοτέρα καὶ ἀνάλογος ἡ εἰς ν κατάληξις. καὶ δῆλον αὐτὸ ἐκ τῶν πλαγίων ἐν αἷς φυλάσσεται τὸ νυ. λέγουσι δὲ καὶ ὡς μετάθεσις Δωρικὴ γέγονε τοῦ ν εἰς σ ἐν αὐτοῖς. ὡς καὶ ἐν τῷ λέγομες καὶ τοῖς ὁμοίοις. Ἀγαθὸς δὲ τῷ Τηλεμάχῳ οἰωνὸς, εὑρεῖν τοὺς Πυλίους θύοντας ὡς φανήσεται. (Vers. 6.) ἡ δὲ θυσία, ταῦροι παμμέλανες τῷ Ποσειδῶνι. τά τε ἄλλα ὡς ἐν ἄλλοις ἐῤῥέθη, καὶ διὰ τὸ τοῦ ὕδατος μέλαν. ὃ δηλοῦται ἐν τῷ, πορφύρεον κῦμα. καὶ πόντον μέλανα. καὶ ἠεροειδέα. καὶ ἰοειδέα. ὃ καὶ αὐτὸ, ταυτόν ἐστι τῷ, πορφυροῦν, μέλανα. διὸ εὐφυῶς ἐπῆκται τὸ, ἐνοσίχθονι κυανοχαίτῃ. οἰκεῖον γὰρ τὸ μέλαν τῷ κυανοχαίτῃ. Καὶ ὅρα τὸ παμμέλανας. οὐ γὰρ ἐπί τι μέλανας, ἀλλὰ παμμέλανας. οἱ δὲ ταῦροι ἀργᾶντες ὅ ἐστι λευκοὶ ἐν Πινδάρῳ θύονται τῷ Ποσειδῶνι. δύναται μὲν καὶ τοῦτο εἶναι διὰ τὴν πολιὴν ἅλα. οἱ δὲ παλαιοὶ, ἀργᾶντας ἐκεῖ τοὺς διὰ λίπος ἤτοι πιμελὴν λευκοὺς, νοοῦσι. καθότι καὶ κρήδεμνα λιπαρὰ, τὰ λευκὰ καὶ λεῖα. ὅτι δὲ οἰκεῖον θύμα τῇ θαλάσσῃ ὁ ταῦρος, δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, σφαγιασάμενοι τῇ θαλάσσῃ ταῦρον. (Vers. 7.) Ὅτι ἐννέα τοῖς Πυλίοις ἦσαν ἕδραι. πεντηκόσιοι δ' ἐν ἑκάστῃ εἵατο. καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους. ἤγουν παρεῖχον. προεβάλ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
