# Commentarii ad Homeri Odysseam 1.109.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.109.1

λοντο. πρὸ ἑαυτῶν εἶχον ὥστε σφάξαι. ὃ καὶ προΐσχοντο λέγεται. χρῆσις δέ τις καὶ παρὰ τῷ κωμικῷ ἐν Νεφέλαις κεῖται τῆς τοιαύτης λέξεως. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως καθὰ καὶ ἐν Ἰλιάδι, εὐεπίφορός ἐστιν ὁ ποιητὴς εἰς τὸν ἐννέα ἀριθμόν. οἱ δὲ παλαιοὶ φασὶν ἐννέα Πυλίοις ἕδρας εἶναι διὰ τὸ καὶ πόλεις τοσαύτας ὑπὸ ἐξουσίαν κεῖσθαι τῷ Νέστορι. Πύλον. Ἀμφιγένειαν. Πτελεόν. Ἕλος. Δώριον. καὶ λοιπὰς τὰς ἐν τῇ Βοιωτίᾳ. ὡς ἑκάστης πόλεως, ἕδραν εἶναι. Τὸ δὲ πεντηκόσιοι ἐν ἑκάστῃ, τὸν ἀριθμὸν ὑπεμφαίνει τῶν συστρατευσαμένων τῷ Νέστορι. νηῶν γὰρ οὐσῶν αὐτῷ ἐνενήκοντα, ὄντων δὲ ἐν ἑκάστῃ ἀνὰ πεντήκοντα, εἰς τετρακισχιλίους καὶ πεντακοσίους συνάγεται ὁ στόλος αὐτῷ ἐκεῖνος ὁ περὶ Τροίαν, ὅσοι καὶ οἱ ἐν ταῖς ἐννέα καθέδραις. ὧν ἔοικε τὸν ἀριθμὸν τιμᾶν ὁ Νέστωρ καὶ μετὰ τὸν νόστον. ὡς καὶ Λακεδαιμόνιοι τὸν ἀριθμὸν τῶν τριακοσίων μετὰ τὰ Περσικά. (Vers. 8.) Ἰστέον δὲ ὡς ἡ προκειμένη θυσία τῶν ὀγδοήκοντα βοῶν καὶ τοῦ ἑνὸς, οὐκ ἂν λέγοιτο ἑκατόμβη κυριολεκτικῶς. ἦν δὲ τῷ ὄντι καὶ οὐ ψευδωνύμως ἑκατόμβη σὺν ἄλλαις, καὶ ἣν Κόνων τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους, ἔθυσεν. ἐξ ἑκατὸν οὖσαν βοῶν. ὁ τοίνυν, ὥς που καὶ ἐν Ἰλιάδι ἐσημειώθη, ὠῶν ἑκατόμβην εἰπὼν, παίζων ὠνόμασεν. οὕτω δὲ καὶ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὸν βοῦν ἐψεύσατο, ἡνίκα ἵπποις Ὀλύμπια νικήσας, βοῦν πλασθέντα ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ ἑτέρων φασὶν ἀρωμάτων πολλῶν, διένειμε τοῖς ἐν τῇ πανηγύρει. ποιήσας οὕτω, διὰ τὸ ἐμψύχων αὐτὸς ἀπέχεσθαι. ἦν δέ τις αὐτὸ μίμησις δῆθεν Ἀλκιβιάδου. ὃς ἐν Ὀλυμπίᾳ θύσας ἐπὶ νίκῃ Διῒ Ὀλυμπίῳ, τὴν πανήγυριν πᾶσαν εἱστίασε. καθά φασι καὶ ὁ Χῖος Ἴων τραγῳδίᾳ νικήσας Ἀθήνῃσιν, ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. ἀλλὰ ταῦτα μὲν, φιλοτιμίας ἔργα. τὸ δὲ καὶ μυίαις Ὀλυμπίαζε βοῦν ἐν τῇ πανηγύρει κατακόπτεσθαι, φιλότιμον μὲν οὐκ ἂν εἴη, ἀργαλεότητα δὲ τοῦ ζωϋφίου δηλοῖ πολλήν. ἧς ἕνεκεν ἐκμειλίσσεσθαι αὐτὸ ἤθελον διὰ τοὺς ἀγηγερμένους. Ὅτι δὲ οὐ μόνον ἑκατόμβαι ἀλλὰ καὶ χιλιόμβαι ἦσαν παρὰ τοῖς παλαιοῖς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, δηλοῖ ὁ γράψας ὅτι ἐν τῇ Μιλτιάδου νίκῃ χιλίας χιμαίρας Ἀθηναῖοι τῇ ἀγροτέρᾳ Ἀρτέμιδι ἔθυσαν. ἧς καὶ ὁ κωμικὸς θυσίας μέμνηται. καὶ ἔθυον δέ φασι κατὰ ἕκτην Θαργηλιῶνος μηνός. καθ' ὃν δὴ μῆνα, πολλὰ τοῖς Ἀθηναίοις ἐγένοντο ἀγαθά. ὅτι δὲ τὸ χίλια ζῷα ὑποσχέσθαι, κατὰ χιλίων εὔξασθαι ἐφράζετο, δηλοῦσι χρήσεις παλαιαί. οὕτω δὲ ὡς εἰκὸς καὶ κατὰ ἑκατὸν βοῶν καὶ λοιπῶν. (Vers. 4.) Τὴν δὲ Πύλον, κτίσμα Νηλέως ἡ ἱστορία ἔχει. φασὶ γοῦν καὶ τὸν Ἑλλάνικον ἱστορεῖν, ὅτι Νηλεὺς Πελίᾳ τῷ ἀδελφῷ μαχεσάμενος, ἦλθεν ἐξ Ἰωλκοῦ εἰς τὰ κατὰ Μεσσήνην, καὶ ἔκτισε Πύλον, τῶν Μεσσηνίων μοῖραν τινὰ τῆς χώρας χαρισαμένων αὐτῷ. (Vers. 9.) Ὅτι ὀκνήσας ὁ ποιητὴς ἐνταῦθα διασκευάσαι ὡς καὶ ἐν Ἰλιάδι τὰ κατὰ τὴν θυσίαν τοῦ Νέστορος, ἀρκεῖται στίχῳ παραλαλήσας ἑνὶ, πολύστιχον ἐκείνην διασκευήν. (Vers. 10.) Φησὶ γάρ. εὖθ' οἳ σπλάγχνα πάσαντο, θεῷ δ' ἐπὶ μηρία καῖον, οἵ δ' ἰθὺς κατάγοντο. ἤτοι ἐνελιμενίζοντο. εἶτα εὐθὺς ἐπάγει διασκευὴν σύντομον ἐλλιμενισμοῦ, ἰδ' ἱστία νηὸς ἐΐσης στεῖλαν ἀείραντες. τήν δ' ὥρμισαν. ἐκ δ' ἔβαν αὐτοί. Τί δέ ἐστι τὸ σπλάγχνα πάσασθαι καὶ τὸ καίειν μηρία. καὶ ὅτι τὸ ἰθὺς, καὶ δίχα τοῦ σ λέγεται ἰθύ. καὶ ὅτι ἐΐση λέγεται Ἀττικῶς ἡ ἴση καὶ ἰσόπλευρος. ἢ ἡ πορευτικὴ ἀπὸ τοῦ ἐΐω τὸ ὁρμῶ. (Vers. 11.) καὶ τίς ὁ ὅρμος. καὶ ὅτι ὁρμεῖ μὲν ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα, δεδήλωται ἀλλαχοῦ. Τὸ δὲ ἔστειλαν, ἀντὶ τοῦ συνέστειλαν. Καὶ ὅρα ὅτι ἄλλως μὲν στέλλει νῆα θοὴν ὁ Μέντωρ, ἀντὶ τοῦ, εὐτρεπίζει γάρ. ἄλλως δὲ στέλλουσιν ἱστία οἱ ἐρέται, συστέλλουσι γάρ. Τὸ δὲ ἀείραντες, πρὸς διαστολὴν εἴρηται τοῦ καταῤῥίψαι. συνέστειλεν γὰρ τὰ ἱστία, οὐ κάτω ῥίψαντες, ἀλλ' ἀναδήσαντες πρὸς τῷ κέρατι τῆς νηός. (Vers. 14.) Ὅτι εὐφυῶς πλάττει Ὅμηρος Μέντην τινὰ καὶ Μέντοραν, συνετοὺς ἄνδρας, ἑταίρους τῷ βασιλικῷ παιδὶ Τηλεμάχῳ. ἐπειδὴ αὐτοὶ μὲν, καὶ συνετοὶ καὶ ἀπὸ τοῦ μένος δοκοῦσιν ἐτυμολογεῖσθαι, ἢ ἀπὸ τοῦ μένω. ἵνα ᾖ ἐκ τοῦ μένω μὲν, ὁ Μέντης. ὡς ὁ ὀφέλτης ἐκ τοῦ ὀφέλλω. ἐκ δὲ τοῦ Μέντης, ὁ Μέντωρ. ὡς καὶ ἐκ τοῦ θηρητὴς καὶ ἡγητὴς, ὁ θηρήτωρ καὶ ὁ ἡγήτωρ. Τηλεμάχῳ δὲ καὶ αὐτῷ θεόθεν φρονοῦντι μένος τε καὶ θάρσος ἐδόθη, καὶ πατρικὸν ἐνέστακται μένος, καὶ ἄσχετος τὸ μένος εἶναι δοκεῖ. καθάπαξ δὲ τοιούτῳ φανέντι, συμπαρέπεται ὁ Μέντωρ, τουτέστιν ἡ ἐμφανιζομένη αὐτῷ Ἀθηνᾶ. καὶ συμπλέει. καὶ τὰ πρακτέα ὑποτίθεται. καὶ δὴ καὶ ἐν τῇ Πύλῳ παραινεῖ τῷ μαθητῇ Τηλεμάχῳ, μὴ αἰδεῖσθαι τὴν πρὸς τὸν γέροντα Νέστορα ὁμιλίαν. λέγουσα. Οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς οὐ δ' ἠβαιόν. ἵνα δηλαδὴ μὴ ἐν κενοῖς ὁ πλοῦς γένηται. καὶ ἦν τῷ ὄντι συστο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
