# Commentarii ad Homeri Odysseam 1.110.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.110.1

λῆς αἴτιον καὶ αἰδοῦς, ἐντυχία τηλικούτου γέροντος ἀτελεῖ μείρακι, καὶ ὡς ὁ Τηλέμαχος ἐρεῖ, αἰδὼς νέον ἄνδρα ὃς μήπω μύθοις πεπείραται πυκινοῖς, ἄνδρα γεραίτερον ἐξερέεσθαι. διὸ καὶ ἐρωτᾷ ὁ νεανίας τὴν διδάσκαλον Ἀθηνᾶν, πῶς ἂν ἔλθοι καὶ προσπτύξηται τὸν γέροντα ὅ ἐστιν ὁμιλήσῃ. προσαγορεύσῃ. καὶ ἡ διδάσκαλος, τὸ μὲν πῶς ἂν ἔλθοι, διδάσκει. προηγησαμένη αὐτῷ τῆς ὁδοῦ. γενήσεται δὲ καὶ εὐχῆς αὐτῷ μετ' ὀλίγον καθηγητὴς, εὐξαμένῳ καθὰ καὶ ἡ Ἀθηνᾶ. ἐρεῖ γάρ. ὡς δ' αὕτως ἠρᾶτο καὶ ἑξῆς. μεθόδους μέντοι δημηγορίας, οὐ δίδωσιν. οὐ γὰρ προτίθεται ὁ ποιητὴς τέχνας διδάξαι ῥητορικάς. ἐρεῖ δὲ, ὡς ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται. καὶ τὸ ἑξῆς. καὶ τοίνυν ἐρωτήσαντος Νέστορος ὦ ξένοι τίνες ἐστὲ καὶ τὰ λοιπὰ, πορίζεται αὐτόθεν ὁ νεανίας ἀφορμὴν τῆς πρὸς τὸν Νέστορα ὁμιλίας ὡς Ὁμήρῳ σύνηθες. καὶ θάρσος θεόθεν λαβὼν, καὶ ἀρξάμενος τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως, περαίνει οὕτω τὴν ὁμιλίαν. Ἐν τούτοις δὲ τὸ, οὐ μέν σε χρὴ ἔτι αἰδοῦς, ἀντίπτωσίς ἐστιν ἀρχαϊκὴ συνήθης. ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς. Ἔστι γὰρ κἀνταῦθα, ἡ μὲν αἰδὼς, πρὸς ἀνολβίῃ. τὸ δὲ θάρσος, ὄλβιον. Τὸ δὲ οὐδ' ἠβαιὸν, ἀντὶ τοῦ, οὐδόλως. καθ' ὁμοιότητα τοῦ ἧττον ἀντὶ τοῦ οὐδαμῶς. καὶ τοῦ, τί βαιὸν, οὕτως παρὰ Σοφοκλεῖ. καὶ τοῦ, ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τοῦ δὲ προσπτύξασθαι χρῆσις κεῖται καὶ ἐν τοῖς φθάσασι. (Vers. 23.) Τὸ δὲ πεπειρῆσθαι, πρὸ ὀλίγων ἐνεργητικὸν εἶχε τὸ πειρήσω καθὰ προδεδήλωται. (Vers. 24.) Τὸ δὲ, αἰδώς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι, γνωμικῶς μὲν ἐῤῥέθη. σχῆμα δὲ ἀμφιβολίας ἔχει. οἰήσεται γάρ τις, ἀμφίβολον εἶναι εἴτε αἰδὼς, νέον ἄνδρα ἐρώτησιν διδόναι ἀνδρὶ γέροντι. εἴτε καὶ ἀνάπαλιν. τοιαῦτα γὰρ ὑποβάλλουσι νοεῖν αἱ συνεχεῖς δύο αἰτιατικαί. ὡς καὶ ἐν τῷ, ὦ Ζεῦ, δὸς καταβαλεῖν τὸν σὺν ἐμέ. (Vers. 15.) Ὅτι τὸ, πόντον ἐπέπλως, ἀντὶ τοῦ ἐπέπλευσας, ἢ ἀπὸ τοῦ πλῶμι γίνεται ὡς ἐκ τοῦ δίδωμι τὸ ἐδίδως. ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐπέπλωσας κατὰ ἀποκοπήν. (Vers. 16.) Ὅτι ἀσαφῶς εἰπὼν τὸ, ὅπου κύθε γαῖα τὸν Ὀδυσσέα ἤγουν ἔκρυψε, ἐπάγει ἑρμηνείαν τὸ, καὶ ὅν τινα πότμον ἐπέσπε. δῆλον γὰρ ὅτι ὃν ἡ γῆ ἔκρυψεν, ἐκεῖνος καὶ πότμον ἐπέσπεν. Ἔστι δὲ τὸ μὲν κύθε, δεύτερος ἀόριστος τοῦ κεύθω. τοῦ δὲ ἐπέσπε, σύστοιχα, τὸ ἐπισπεῖν. καὶ ἐπισπώμενος. καὶ ἐφέψει. καὶ τὰ τοιαῦτα. Ὅτι θέλησις τοῦ μαθεῖν βουλὴν τὸ, εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. Καὶ ὅρα τὸ εἴδομεν. ἐνεστὼς γάρ ἐστι κἀνταῦθα οὐκ εὔχρηστος τοῖς μὴ γράφουσι ποιητικῶς. (Vers. 18.) Ὅτι ἐν τῷ, λίσσεσθαι δέ μιν αὐτὸν ὅπως νημερτέα εἴπῃ, τὸ μὶν αὐτὸν, οὐ κεῖται ὡς ἀλλαχοῦ, ἀντὶ συνθέτου ἀντωνυμίας ἤγουν ἀντὶ τοῦ ἑαυτὸν, ἀλλὰ κατ' ἐξοχὴν εἴρηται τὸ αὐτόν. ὡς εἴ τις εἴποι, αὐτὸν ἐκεῖνον καὶ μή τινα τῶν αὐτοῦ. ἐν μέντοι τῷ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσας. τὸ αὐτόν μιν, φανερῶς ἀντὶ τοῦ ἑαυτὸν κεῖται. (Vers. 20.) Ὅτι γνωμικὴ παίδευσις εἰς ἀλήθειαν τὸ, ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. ἐπεὶ καὶ ἐνταῦθα, οὐδὲν τὸ πεῖθον τὸν Νέστορα, ψεύσασθαι πρὸς Τηλέμαχον. ὅτι δὲ ἄλλως ψεύσεται κατὰ καιρὸν ὁ σοφὸς, δῆλον. εἴγε καὶ Ἡρόδοτος φησὶν, ἔνθα τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω. ὁ γοῦν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς πλασμάτων τὴν ποίησιν ἔπλησε. καὶ ἐπαινεῖται διότι πολλὰ λέγει ἐτύμοις ὁμοῖα. οἷς τούς τε Φαίακας ὡς φιλοτοιούτους ἐφέλκεται, καὶ τοὺς κατ' οἶκον ἐν καιρῷ ἀπατᾷ. καί πως, οὕτω συλλογίζεται ὁ ποιητής. ὁ Νέστωρ, πεπνυμένος ἐστίν. ὁ πεπνυμένος, οὐ ψεύσεται. ὁ Νέστωρ ἄρα οὐ ψεύσεται. ὅτι δὲ οὐ πάντῃ πάντως ψεκτὸν τὸ ψεῦδος, καὶ Ἰσοκράτης δηλοῖ ἐν τῷ Παναθηναϊκῷ γράψας οὕτως. πολλῆς μὲν ἐμπειρίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς τε μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν, ἀλλὰ τῆς δυναμένης μετὰ παιδείας ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας. Ἔνθα σημείωσαι ψευδολογίαν ἐπαινετὴν ὁποία ἐναβρύνοιτ' ἂν καὶ ὁ τῶν μύθων καθά τις ἔφη Ὅμηρος ἢ Πλάτων ἢ Δημοσθένης, Αἴσωπος. εἰ δὲ ἀσύνηθες τὸ οὕτω νοῆσαι ἄψογον ψευδολογίαν, ἐνθυμητέον ὡς ὁ αὐτὸς ῥήτωρ πολλὴν ἄνοιαν καὶ μωρίαν καταγνοὺς τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων, βούλεται, τὴν πλεονεξίαν ἐπὶ εὐπορίας νοεῖν, ἀσυνήθως πάντως. Ἰστέον δὲ ὅτι τὸν Ὁμηρικῶς εἰρημένον λόγον ὃς τῇ Ἀθηνᾷ ἐνταῦθα προσπλάττεται, καὶ ὁ συνετὸς Νέστωρ ἀπαραποιήτως ἐν τοῖς ἑξῆς ἐρεῖ τῷ Τηλεμάχῳ, εἰς Μενελάου στέλλων αὐτόν. δηλοῦντος τοῦ ποιητοῦ, ὡς οὐδὲν διαφέρει Ἀθηνᾶν εἰπεῖν καὶ φρόνησιν καὶ ἄνδρα φρόνιμον, ταυτόν δ' εἰπεῖν, πεπνυμένον, καὶ πυκινόν. ἔτι δὲ καὶ δριμύν. Εὐριπίδης γὰρ, ἐπὶ συνετοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
