Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.111.1
Not analysed yet
εἴρηκε τὸ δριμὺ ὡς λέγει Ἀριστοφάνης ὁ γραμματικός. ἃ γοῦν Ἀθηνᾶ φρόνησις ἐνταῦθα ὑποτίθεται τῷ νεανίᾳ, τὰ αὐτὰ ὑποθήσει καὶ Νέστωρ ὁ φρόνιμος. (Vers. 22.) Ὅτι ἀπειρίαν ἐπὶ φιλικῇ συντυχίᾳ δηλοῖ τὸ, πῶς τ' ἂρ ἴω. πῶς τ' ἂρ προσπτύξομαι αὐτόν. οὐδέ τι πω μύθοισι πεπείρημαι πυκινοῖσιν. περὶ δὲ τοῦ προσπτύξομαι καὶ τοῦ πεπείρημαι, προδεδήλωται. (Vers. 26.) Ὅτι πεποίθησις εἰς τὸ θεῖον τὸ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις. ἄλλα δὲ καὶ θεὸς ὑποθήσεται. Καὶ ὅρα ὅτι νοεῖν μὲν, τὸ αὐτόθεν καὶ οἴκοθεν. ὑποθέσθαι δὲ, τὸ ἐκ παραινέσεως νοῦν ἐμποιεῖν. ὅθεν καὶ τὸ νουθετεῖν σύνθετον. καὶ ὑποθήκη ἡ παραίνεσις. τὸ δὲ ὑποθήσεται, καὶ ὑποθήσει λέγεται ἐνεργητικῶς. (Vers. 28.) Ὅτι ἐν τῷ, οὐ γὰρ ὀΐω οὔ σε θεοῦ ἀέκητι γενέσθαί τε τραφέμεν τε, φασί τινες λέγειν τὸν ποιητὴν, ὡς οὐκ οἴομαι νόθον σε εἶναι τῇ Πηνελόπῃ. οἷα τῶν νόθων, μὴ θείως γεννωμένων διὰ τὸ τῆς μίξεως οὐκ ἔνθεσμον. ὅθεν φασὶ τεθεῖσθαι καὶ τὸ νόθος ὄνομα, παρὰ τὴν νο στέρησιν καὶ τὸ θεῖον. ἵνα ᾖ νόθος, ὁ τοῦ θειοτέρου ἐστερημένος. ὅ ἐστι τῆς ἐξ ἐννόμου γάμου γεννήσεως. εἰ δέ γε σκοτίους τινὰς καὶ παρθενίους παῖδας ἡ ποίησις περιφέρει σεμνόν τι ἔχοντας, καὶ τῷ Πριάμῳ δὲ πλείους τῶν γνησίων οἱ νόθοι, ἔχει τι καλὸν καὶ περὶ τῶν τοιούτων λέγειν ἀνὴρ λόγιος. ἄλλως δὲ ἀέκητι θεοῦ γενέσθαί τις καὶ τραφῆναι λέγεται, εἰ διὰ βίου ἄθλιος εἴη καὶ θεῷ ἀνεπισκόπητος. Τὸ δὲ γενέσθαί τε τραφέμεν τε, ὀρθῶς κεῖται. ἀνάπαλιν δὲ ἀλλαχοῦ ὡς πρωθύστερον τὸ, τράφεν ἠδὲ γένοντο. (Vers. 30.) Ὅτι ἐπί τινος θείου ἀνδρὸς ῥηθήσεται τὸ, ὅ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο. (Vers. 31.) Ὅτι ἀκολούθως τῷ, ἐννέα δ' ἕδραι ἔσαν, εἴρηται καὶ τὸ, Ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας. τί δὲ ἡ ἄγυρις, προδεδήλωται. ὅθεν καὶ ἡ ὁμήγυρις. Ἐκ δὲ τῆς ἕδρας, καὶ ἑδριάασθαι μετ' ὀλίγα ἐρεῖ. ὅθεν δὲ ἡ ἕδρα, ἐκεῖθεν καὶ τὸ, ἵδρυσε παρὰ δαιτί. (Vers. 33.) Ὅτι δαψίλειαν ἡρωϊκὴν εὐτελοῦς τροφῆς δηλοῖ τὸ, ἀμφί δ' ἑταῖροι δαῖτ' ἐντυνόμενοι, κρέα ὤπτων, ἄλλα δ' ἔπειρον. ἔστι δὲ ἐντύνεσθαι μὲν, ὃ συνήθως ὁ ποιητὴς ὁπλίζεσθαι λέγει. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα. Τὸ δὲ ὀπτᾶν, πρωτότυπόν ἐστι τοῦ ὀπτοῦ, ὃ συγκέκοπται ἀπὸ τοῦ ὀπτητοῦ. ὡς καὶ τὸ ἑφθὸν ἀπὸ τοῦ ἑψητοῦ. ἄλλως γὰρ τὸ ἀπαθὲς ὀπτὸν, τὸ θεατὸν δηλοῖ, ὡς καὶ ὁ Ἀθήναιος ἀστεΐζεται ὅπου λέγει ὀπτὸν ὠμὸν ἰχθῦν. Πείρειν δὲ, πρὸ βραχέων μὲν, τὸ περᾶν ἐῤῥέθη. νῦν δὲ, ἄλλως. ὅθεν καὶ ἡ περόνη. καὶ τὸ περονᾶν. καὶ ὁ πόρπαξ. καὶ τὸ πόρπημα. καὶ ὅσα τοιαῦτα. (Vers. 34.) Ὅτι φιλοξένων ἀνδρῶν ἴδιόν τι ποιοῦντες οἱ Πύλιοι, ὡς ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες. χερσίν τ' ἠσπάζοντο, καὶ ἑδριάασθαι ἄνωγον. πρὸ δὲ τῶν ἄλλων, ὁ Πεισίστρατος ἐγγύθεν ἐλθὼν Τηλεμάχου τε καὶ τοῦ φαινομένου Μέντορος, ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε παρὰ δαιτί. κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι. παρά τε κασιγνήτῳ καὶ πατρί. Μέντορα μὲν, ὡς γέροντα δεξιωσάμενος. Τηλέμαχον δὲ, ὡς ὁμήλικα. καὶ ὅμως, προτέρῳ τῷ Μέντορι δοὺς σπλάγχνων μοίρας καὶ ἐγχέας οἶνον χρυσέῳ δέπαϊ ὡς ἂν σπείσῃ, τιμῶν τὸ γῆρας. (Vers. 35.) Καὶ ὅρα τὸ, χερσὶν ἠσπάζοντο, ἀντὶ τοῦ ἐπεσπῶντο καὶ εἷλκον διὰ δεξιώσεως εἰς ἑαυτούς. καὶ τοιοῦτον ἀεὶ τοῖς παλαιοῖς κυρίως ὁ ἀσπασμός. ἔστι δὲ καὶ νῦν πολλοὺς τῶν ἐξ ἐθνῶν ἰδεῖν, ἐν τῷ ἀλλήλοις συναντᾶν, διαπεταννῦντας τὼ χεῖρε. καὶ τά τε στήθη πελάζοντας. καὶ τὰς χεῖρας ἐπικυρτοῦντας. καὶ εἰς κύκλον περιάγοντας. καὶ περιπλεγνυμένους ἠρέμα. καί ἐστι τοῦτο αὐτοῖς ὁ ἀσπασμός. γενομένης τῆς λέξεως, ἀπὸ τοῦ σπᾶσθαι κατὰ πλεονασμὸν τοῦ α. καὶ εἴρηται τὸ χερσὶν ἀσπάζεσθαι, πρὸς διαστολὴν τῶν λόγοις ἀσπαζομένων. ἐπὶ γὰρ αὐτοῦ δὴ τοῦ χείλεσι φιλεῖν, οὔπω τότε ἡ λέξις ἐλέγετο. ἀλλ' εἴ που καὶ ἔδει τοιοῦτον σημῆναι, οὕτως οἱ παλαιοὶ ἔλεγον. ἀσπάσασθε ἀλλήλους φιλήματι. (Vers. 37.) Τὸ δὲ ἀμφοτέρων ἕλε χεῖρα, εἶχε μὲν εἰπεῖν δυϊκῶς, χεῖρε. ἀλλὰ διὰ τὸ καινότερον, οὕτως εἶπε. καὶ νοητέον ὡς ἢ ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ δηλαδή. λαιᾷ γὰρ οὐκ ἦν ἅπτεσθαι ὡς καὶ προγέγραπται. Ἐν δὲ τῷ κώεσιν, ὅρα ἡρωϊκὴν εὐτέλειαν. ὁ γὰρ τοῦ βασιλέως Νέστορος παῖς, ἵδρυσε παρὰ δαιτὶ τοὺς ξένους, οὐκ ἐπὶ ἁλιπορφύρων ταπήτων, ἢ ἄλλης τινὸς περιέργου στρωμνῆς τιμωμένης πολλοῦ, ἀλλ' ἐπὶ ψάμμου ἐν δέρμασι, μαλακοῖς μέντοι. δῆλον δὲ ὅτι τὸ κώεσιν, οὐκ ἐκ τοῦ κῶας γίνεται, ἦν γὰρ ἂν κώασιν ὡς κρέασιν, ἀλλ' ἐκ τοῦ κῶος. κατὰ τὸ, βέλος βέλεσιν. ἵνα διφορῆται. καθὰ καὶ τὸ, ὕδας ὕδος καὶ γῆρας γῆρος. ἐξ οὗ καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ γηροβοσκός. καὶ τὸ γυροτροφεῖν. καὶ τὰ ὅμοια. ὅτι δὲ καὶ νάκος τὸ κῶας ἐλέγετο, δηλοῖ