# Commentarii ad Homeri Odysseam 1.112.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.112.1

ὁ σκώψας βυρσοδέψην τινὰ διὰ τοιαύτης λέξεως. ἀφ' οὗ βυρσέως ἀκούσας ἐκεῖνος τὸ, ὦ κακόδαιμον, ἀντέσκωψεν εἰπὼν τὸ, ὦ νακόδαιμον. εἰ δὲ τὸ τοιοῦτον νάκος, τὸ κνακὸν θρέμμα παρήγαγε, ζητητέον ἄλλοθεν. Ἁλίας δὲ ψαμάθους λέγει, διαστέλλων τῶν ποταμίων αὐτάς. Ὅτι δὲ τοὺς Πυλίους εὗρε περὶ θάλατταν θύοντας Ποσειδῶνι ὁ Τηλέμαχος, μαρτυρεῖ καὶ ὁ γεωγράφος. εἰπὼν ὅτι ἐν ἱερῷ Σαμίου Πωσειδῶνος εὗρε Τηλέμαχος τοὺς Πυλίους θύοντας. (Vers. 40.) Τὸ δὲ, δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε χρυσέῳ δέπαϊ, ἁρμόσοι ἂν κατά τινα ἐννοίας παραφθορὰν, ἐπί τινος σπλαγχνιζομένου εἰς ἔλεον πτωχικόν. (Vers. 49.) Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ λυπεῖν ἴσως εἶχε τὸν βασιλικὸν παῖδα Τηλέμαχον τὸ προτιμηθῆναι τὸν Μέντορα, ὅμως παραμυθεῖται τὸ πρᾶγμα ὁ δεξιωσάμενος Νεστορίδης ἐν τῷ, ἀλλὰ νεώτερός ἐστιν ὁ Τηλέμαχος δηλαδὴ, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ. διὸ εἰ καὶ προτιμήσασθαι τὸν ὁμήλικα θέλει ὁ Νεστορίδης, ἀλλ' αἰδεῖται τὸ γῆρας τοῦ Μέντορος καθὰ καὶ τὸ τοῦ πατρὸς Νέστορος. καὶ ἔστι καὶ τοῦτο παιδεία Ὁμηρική. Τὸ δὲ ὁμηλικίη, ἢ ἔλλειψιν ἔχει λέξεως θηλυκοῦ ὀνόματος ἵνα λέγῃ ὅτι ἡλικία ὁμηλικία. ἢ κατάστασις ὁμηλικία. ἢ ἄλλο τι τοιοῦτον. ἢ εἴληπται ἀντὶ τοῦ ὁμοία ἡλικία. Ἐν τούτοις δὲ καὶ δαίτην συνήθως βαρυτόνως τὴν δαῖτα φησί. (Vers. 48.) Λέγει δὲ βιωτικῶς ἅμα καὶ γνωμικῶς, καὶ τὸ ἐπεὶ καὶ τοῦτον ὀΐομαι θεῷ εὔχεσθαι. πάντες δὲ θεοῦ χατέουσ' ἄνθρωποι. φησὶ δὲ καὶ χρύσειον ἄλεισον κατὰ λόγον πολυωνυμίας, τὸ ἀνωτέρω ῥηθὲν χρύσειον δέπας. (Vers. 51.) Καὶ οἶνον δὲ νῦν ἡδὺν λέγει, ὃν φθάσας μηλιηδέα ἔφη. Ἐν τούτοις δὲ καὶ τὸ ἤντησε δοτικῇ συντάττεσθαι εἰωθὸς, μετὰ γενικῆς συνέταξεν, εἰπών. δαίτης ἠντήσατε. ὅ ἐστιν ἐτύχετε. ἄντην ἤλθετε. τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς τὸ, ἤντησας ὀπωπῆς. (Vers. 52.) Ὅτι τὸ τῆς τιμῆς ἐπαγωγὸν παραδεικνὺς κἀνταῦθα ὁ ποιητὴς, πλάττει τὴν ἐν τῷ Μέντορι Ἀθηνᾶν, χαίρουσαν οἷς προτέρα ἐδεξιώθη πρὸς τοῦ Νεστορίδου Πεισιστράτου. φησὶ γάρ. χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, Οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον, τὸ ἀνωτέρω ῥηθέν. Σημείωσαι δὲ ὡς οὐ μόνος Ὅμηρος Ἀθηναίαν λέγει τὴν Ἀθηνᾶν, ἀλλὰ καὶ τῶν μετ' αὐτὸν πεζολόγων πολλοὶ Ἀττικοὶ, ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οἱ σύμμαχοι, ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν. καὶ Πλάτων Εὐθυδήμῳ, ἑρκεῖος Ζεὺς καὶ φράτριος καὶ Ἀθηναίη φρατρία. φασὶ δὲ οἱ παλαιοὶ ὡς ἐπειδὰν ἤρξαντο Ἀθηναῖαι γυναῖκες λέγεσθαι ἀντὶ ἀστῶν, καὶ Ἀττικῶν, ὡς Φερεκράτης, Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοις, τό τε ἤρξατο ἐκείνη λέγεσθαι τρισυλλάβως Ἀθηνᾶ. περὶ δὲ τούτων, εἴρηται καὶ ἐν τῇ α τῆς Ἰλιάδος. Ὅρα δὲ τὸ ἔχαιρεν Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ. πιστωτικὸν ὂν καὶ αὐτὸ τοῦ χαίρειν τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀθηνᾶ γὰρ φρόνησις, ἀγαπῴη ἂν ἄνδρα τὸν κατ' αὐτήν. (Vers. 55.) Ὅτι ἐπισπευστικὸν ἱκετείας τὸ, κλῦθι μὴ δὲ μεγήρῃς ἡμῖν εὐχομένοισι, τελευτῆσαι τάδε ἔργα. περὶ ὧν δηλαδὴ τὸ ἱκετεύειν. ἡ μυθικὴ δὲ Ἀθηνᾶ τοῦτο φησίν. εἰδυῖα ὡς οὐκ ἂν χαίροι ὁ Ποσειδῶν οἷς Ἀθηνᾶ ὑπὲρ τοῦ Ὀδυσσέως ποιεῖ. διὸ καὶ αὐτὴ τελευτᾷ τὴν εὐχὴν, ὡς μετ' ὀλίγα φασὶν Ὅμηρος οἷα τοῦ Ποσειδῶνος μὴ ἂν τελέσαντος αὐτήν. (Vers. 57.) Ὅτι τῷ Νέστορι μὲν καὶ τοῖς υἱοῖς, ὁ φαινόμενος Μέντωρ κῦδος μόνον ἐπεύχεται. τῶν γὰρ ἄλλων ἁπάντων ἅλις εἶχε. πλοῦτος γάρ φασιν ἦν αὐτῷ. χρόνου μῆκος. εὐπαιδία. μεγάλων πράξεων εὐτυχία. φρόνησις. ἀκμὴ λόγου. τοῖς μέντοι ἄλλοις Πυλίοις, δοθῆναι χαρίεσσαν ἀμοιβὴν τῆς ἑκατόμβης, εὔχεται. μὴ ὁρίσας τὸ τῆς ἀμοιβῆς εἶδος, ἀλλ' ἀρκεσθεὶς εἰς μόνον τὸ, χαρίεσσαν. (Vers. 62.) Ὅτι ἐπὶ τοῦ προσποιουμένου μὲν εὔχεσθαί τι, δυναμένου δὲ ποιεῖν ἃ εὔχεται, οἰκεῖον τὸ, ὣς ἂρ ἔπειτ' ἠρᾶτο, καὶ αὐτὸς ἢ αὐτὴ πάντα τελεύτα. (Vers. 63.) Ὅτι τὸν χρυσὸν συνήθως τῷ τοῦ καλοῦ ἐπιθέτῳ κοσμῶν, καλὸν δέπας καὶ ἐνταῦθα φησὶν, ὃ φθάσας εἶπε χρύσειον δέπας καὶ χρύσειον ἄλεισον. (Vers. 65.) Ὅτι ἐν τῷ, ὤπτησαν κρέα ὑπέρτερα ὃ καὶ ἐν τοῖς ἑξῆς που κεῖται, ἢ τὰ νωτιαῖα οὕτω καλεῖ, ἢ τὰ ὑπεράνω κείμενα τοῦ πυρός. τινὲς δέ φασι, καὶ τὰ ἔξωθεν τῶν ἔνδον. πρὸς διαστολὴν εἰπόντες τοῦτο τῶν σπλάγχνων ἅπερ προήσθιον. (Vers. 66.) Ὅτι τὸ, μοίρας δασσάμενοι, δαίνυν τ' ἐρικυδέα δαῖτα, εὐσχήμονι τραπέζῃ ἐπιλεχθήσεται. ὅτε δὲ καιρός τινος ἐρωτήσεως, καλὸν εἰπεῖν τὸ, νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἔρεσθαι. (Vers. 69.) Νέστωρ δὲ Γερήνιος ἱππότα, τοῦτο φησὶν, αὐθωρὸν τοὺς ξένους ἐρωτῶν. καὶ οὐκ ἀναμένων τὴν ἐν ἄλλοις ἱστορουμένην ἐνναήμερον. (Vers. 70.) Εἰ δὲ καὶ δαιτός ἐστι καιρὸς, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἐπεὶ τάρπησαν ἐδωδῆς. ἤγουν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
