# Commentarii ad Homeri Odysseam 1.116.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.116.1

πόλλ' ἐπὶ τοῖς, πάθομεν κακά. εἶτα πάλιν τοῦτο ἐπαύξων ὡς ἔδει ῥητορικώτερον, φησί. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο κατὰ θνητῶν ἀνθρώπων; ἐφ' οἷς ὁρίζων κατὰ χρόνον τὰ πολλὰ κακὰ, ἐπάγει. οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων, ἐξερέοις ἤγουν ἐρωτᾷς ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί, πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. οἷα δηλαδὴ καὶ τῆς πολυλογίας καὶ πολυηκοΐας, ἀνίαν τῷ κόρῳ ποιούσης. ἐπεὶ δὲ οὔ που σαφῶς τὰ πολλὰ κακὰ ἐδήλωσε, λέγει πρὸς ἐνάργειαν, καὶ τὰ ἐφεξῆς. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, παντοίοισι δόλοισι. καὶ τὰ ἑξῆς. εἰ δὲ οὕτω κακὰ εἰνάετες ἐῤῥάπτοντο τοῖς Τρωσὶ, τίς ἂν ἐννέα ἐτῶν παντοίους δόλους ῥᾳδίως φράσειεν; οὒ μάτην οὖν ὁ ποιητὴς ἐν Ἰλιάδι τὰ ἐκ τοῦ πρώτου ἔτους Τρωϊκοῦ πολέμου παραλιπὼν διὰ τὸ δυσεξίτητον, μόνων τῶν περὶ τὸ δέκατον ἔτος ἐγένετο. καὶ ἐκείνων, οὐ πάντων. ἀλλὰ τῶν καιριωτάτων. (Vers. 111.) Ἰστέον δὲ ὅτι ὁ υἱὸς ὡς ἀλλαχοῦ δεδήλωται, εἴτε ἀπὸ τοῦ ὕω τὸ βρέχω γίνεται κατὰ τοὺς παλαιοὺς εἴτε ἀπὸ τοῦ φύω τὸ γεννῶ, διὰ μόνου τοῦ υ ψιλοῦ ὤφειλεν εἶναι. διὸ καὶ οἱ παλαιοὶ Ἀττικοὶ, οὕτως ἔγραφον ὥς φασιν οἱ τεχνικοί. ἐγράφη δὲ ὅμως διὰ τοῦ υ ψιλοῦ καὶ ἰῶτα ἐν διφθόγγῳ, πρὸς διαστολὴν τοῦ ὗς ὑὸς ὁ χοῖρος. (Vers. 114.) Ἐν δὲ τῷ, κατὰ θνητῶν ἀνθρώπων, περιττεύειν δοκεῖ ἡ πρόθεσις. ὁποῖα καὶ ἄλλα παρασημειοῦνται πολλά. Τὸ δὲ τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καὶ ἑξῆς ἕως τοῦ, πατρίδα γαῖαν ἵκοιο, δύναταί ποτε παρῳδηθῆναι πρός τινος, ἐπὶ ἀφηγήσεως πολλῶν δυσχερῶν. (Vers. 118.) Σημείωσαι δὲ ὅτι τὸ μὲν κακὰ ῥάπτειν διαλελυμένως λεχθὲν, οὐκ ἐπὶ ψόγῳ ἐτέθη. τὸ μέντοι σύνθετον ἡ κακοῤῥαφία, ἐπίψογον. ὡς δηλοῖ καὶ τὸ, κακοῤῥαφίῃσι νόοιο. οὕτω καὶ τὸ, δίκην μὲν ἐν χερσὶν εἶναι, ἀγαθόν ἐστιν. ὁ δὲ χειροδίκης, φαυλότητα ἔχει, ὡς Ἡσίοδος δηλοῖ. ὁμοίως δὲ καὶ τὸ μὲν ὑπὸ σκιᾷ μαχούμεθα, φαῦλον δηλοῖ οὐδέν. οὐ μέντοι καὶ τὸ σύνθετον τὸ σκιαμαχεῖν. Τὸ δὲ ἀμφιέποντες, ἢ ἀντὶ τοῦ, κυκλοῦντες ὡς καὶ ὅτε τρίποδα πῦρ ἀμφέπει. ἢ βλαπτικῶς ἐνεργοῦντες. ὡς τὸ, τοὺς, δέρον ἀμφί θ' ἔπον. (Vers. 119.) Ἐν δὲ τῷ, παντοίοις δόλοις, ἐπαινετοὺς δόλους ὁ γέρων λέγει, ὁποῖοι καὶ οἱ κατὰ πόλεμον. διὸ καὶ τὸν Ὀδυσσέα ἐπαινέσει, ὡς μάλα πολὺ νικῶντα παντοίοις δόλοις ὡς αὐτίκα λεχθήσεται. Ὅτι συγκεφαλαιωσάμενος ὁ Νέστωρ πρὸ βραχέων ἐν στίχοις τρισὶ τὸν Τρωϊκὸν πόλεμον ἔνθα ἔφη τοὺς Ἀχαιοὺς πολλὰ ξὺν νηυσὶ παθεῖν ἐπὶ πόντον πλαζομένους κατὰ ληΐδα καὶ περὶ ἄστυ μέγα Πριάμου μαρναμένους, ἐνταῦθα ἐν δυσὶν ἔπεσι τὸ αὐτὸ ποιεῖ, εἰπών. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, ὡς ἐῤῥέθη, παντοίοισι δόλοισι. μόγις δ' ἐτέλεσσε Κρονίων. ἤγουν. τὸ τέλος ἐπήγαγεν οὗ ἕνεκεν ὁ Τρωϊκὸς πόλεμος. (Vers. 120.) Ὅτι Νέστωρ τὸν Ὀδυσσέα ἐπαινῶν, φησίν. Ἔνθα τουτέστι κατὰ Τροίαν, οὔτις ἐκείνῳ ποτὲ, μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελεν ὅ ἐστι ἠδύνατο, καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ἐπεὶ μάλα πολλὸν ἡνίκα δῖος Ὀδυσσεὺς, παντοίοισι δόλοισι πατὴρ τεός. (Vers. 123.) Εἶτα ἐνδοιάσας εἰ ἐτεόν γε κείνου ἔγγονός ἐστιν, ἐπάγει ὅτι σέβας μ' ἔχει εἰσορόωντα, τὸν τῆς μορφῆς δηλαδὴ χαρακτῆρα. καὶ τοὺς αὐτοῦ λόγους τοῖς τοῦ Ὀδυσσέως εἰκάζει. (Vers. 124.) Εἰπὼν ὅτι τε μῦθοι ἐοικότες τοῖς τοῦ πατρὸς δηλαδὴ, καὶ ὅτι οὐκ ἂν φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι, ὅ ἐστι καθήκοντα. Καὶ ὅρα ὅτι ἐν τόπῳ ἑνὶ, ἐπὶ δύο σημαινομένων τὸ ἐοικέναι ἔθετο ἤγουν ἐν τῷ, μῦθοι ἐοικότες. καὶ ἐν τῷ, ἐοικότα μυθήσασθαι. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν Τάφιος Μέντης, κεφαλὴν καὶ ὄμματα καλὰ ἐοικέναι τὸν Τηλέμαχον τῷ πατρὶ λέγει. Ἑλένη δ' ἐκ τοῦ εἴδους στοχασαμένη, ἐρεῖ οὔπω τινὰ γενέσθαι ἐοικότα οὕτως οὔτε ἄνδρα οὔτε γυναῖκα, ὡς αὐτὸς Ὀδυσσεὺς υἱῷ ἔοικε. καὶ ὁ Μενέλαος δὲ, οὕτως εἴπῃ νοεῖν. ἐκείνου γάρ φησι τοιοίδε πόδες τοιαί δέ τε χεῖρες ὀφθαλμῶν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαῖται. ὁ μέντοι ῥήτωρ Νέστωρ, οἰκείως ἐκ τοῦ λόγου αὐτὸν εἰς ὁμοιότητα τοῦ πατρὸς ἐξεικόνισε. Καὶ ὅρα τὸ τοῦ Ὁμήρου πλούσιον καὶ ποικίλον καὶ ἐν τοῖς τοιούτοις εἰκασμοῖς. (Vers. 126.) Σημείωσαι δὲ καὶ ὅτι ὁ Νέστωρ εἰπὼν ὡς ἐν Τροίᾳ οὐδεὶς βουλεύεσθαι ἦν ὅμοιος τῷ Ὀδυσσεῖ, καὶ οὕτω πάντων ὑπερεξάρας ἐκεῖνον ἤδη δὲ καὶ ἑαυτοῦ, ὕστερον λεληθότως ἑαυτὸν εἰς ἶσον ἄγει τῷ Ὀδυσσεῖ φειδόμενος τοῦ μείζονος διὰ τὸν ἀκροατὴν Τηλέμαχον. καὶ φησὶν ὅτι ἐγὼ καὶ Ὀδυσσεὺς ἐν Τροίᾳ οὔ τέ ποτ' εἰν ἀγορῇ δίχα βάζομεν, οὔτ' ἐνὶ βουλῇ, ἀλλ' ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ φραζόμεθα ὅπως ὄχ' ἄριστα γένηται. φιλίας δὲ πάντως χαρακτὴρ τὸ οὕτως ἐφ' ἅπασι συμφωνεῖν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν ὁ Νέστωρ ὡς καὶ ἐν πολέμῳ συμπαρέμενε τῷ Ὀδυσσεῖ, ἀνδρεῖος γὰρ ἐκεῖνος, ὡς οὐ πέμπελος κατὰ τὸν Νέστορα. (Vers. 120.) Ἰστέον δὲ καὶ ὅτι ὁμοιω-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
