# Commentarii ad Homeri Odysseam 1.117.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.117.1

θῆναι ἄντην ἔφη, ἀντὶ τοῦ ἄντικρυς καὶ αὐτόχρημα. τὸ γὰρ ἄλλως ἁπλῶς ὁμοιωθῆναι, οὐκ ἀδύνατόν ἐστιν. οὐχ' ὁμοιοῦται δέ τις ἄντην, τῷ λίαν κρείττονι. διὸ ἔφη, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς. (Vers. 122.) Τὸ δὲ εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι, πάνυ γοργῶς ἔφρασε καὶ οὐδὲ κατὰ τὸν Τάφιον Μέντην. ἐκεῖνος γὰρ, ἠρώτησεν εἰ δὴ ἐξ Ὀδυσσέως τόσος πάϊς ὁ Τηλέμαχος. ἔργον θέμενος τὴν ἐρώτησιν. Νέστωρ δὲ, ὡς ἐν παρέργῳ καὶ ἐκ παρόδου ἐνεδοίασε. (Vers. 123.) Τὸ δὲ ἔκγονος, τινὰ τῶν ἀντιγράφων ἔχουσιν ἔγγονος. καὶ τοῦτό ἐστι τὸ τὴν ἀμφιβολίαν εἰσαγαγὸν τοῖς ὕστερον, τινῶν μὲν λεγόντων, ἔγγονον τὸν υἱὸν, ὡς ἐγγὺς γόνον. ἔκγονον δὲ τὸν υἱωνὸν, ὡς ἐκ γόνου ὄντα. ἑτέρων δὲ, τὸ ἀνάπαλιν. ἔκγονον μὲν, τὸν υἱόν. ἔγγονον δὲ, τὸν ἐκ παιδός. ὃ καὶ κρατεῖ μάλιστα. (Vers. 126.) Ἐν τούτοις δὲ, κεῖται καὶ τὸ ἕως ἀντὶ τοῦ τέως, καθὰ καὶ ἀλλαχοῦ. φησὶ γάρ. ἔνθ' ἤτοι εἵως μὲν, ἐγὼ καὶ Ὀδυσσεὺς ταῦτα ἐποιοῦμεν. (Vers. 128.) Τὸ δὲ ἕνα θυμὸν ἔχοντες, ἀντίθετόν ἐστι πρὸς τὸ δίχα βάζειν δῆλον γὰρ ὡς οἱ δίχα βάζοντες, οὐκ εἰσὶν ὁμόψυχοι. ἡ δὲ Ἰλιὰς καὶ ἐπὶ ἀνδρείων δύο ἑταίρων τὸ, ἕνα θυμὸν ἔχειν, ἔφρασε. μεταποιήσασα τὸ ἕνα εἰς ἶσον πρὸς πλείω ἔμφασιν ὁμοιότητος ἀνδρικῆς. τοιοῦτον γὰρ τὸ ἔχειν ἶσον θυμόν. (Vers. 127.) Τὸ δὲ νόῳ καὶ ἐπίφρονι βουλῇ, διαστολή ἐστι πρὸς τοὺς ἀφρόνως καὶ ἀβούλως ὁμοψυχοῦντας. Ὅρα δὲ καὶ ὡς διέστειλεν ἀγορὰν καὶ βουλήν. ἀγορὰ μὲν γὰρ ὡς πολλαχοῦ ἐφάνη, σύναξις κοινή. βουλὴ δὲ, ἡ κατὰ σύγκλητον. (Vers. 132.) Ὅτι λυγρὸς Ἀργείοις ἐγένετο νόστος κατὰ μῆνιν Ἀθηνᾶς, ἐπεὶ οὔτι νοήμονές φησι οὐδὲ δίκαιοι πάντες ἔσαν. (Vers. 135.) Ἦν δὲ μῆνις τῆς Ἀθηνᾶς, ὅτι μὴ ἐκολάσθη κοινῶς ὁ Λοκρὸς Αἴας, ἐνυβρίσας τῇ Κασάνδρᾳ κατὰ πρόσωπον τῆς Ἀθηνᾶς. Καὶ ὅρα ὡς ὁ γέρων οὐκ ἐνύβρισε δι' αἰσχροῤῥημοσύνης τεθνεῶτι τῷ Λοκρῷ ἥρωϊ, ἀλλ' ἐν τῷ καθόλου διέβαλεν. εἰπών. ἐπεὶ οὐ πάντες νοήμονες. οὐ μὴν, ἐπεὶ οὐ νοήμων ὁ Λοκρός. ἴσως δὲ μὴ νοήμονας εἶναι φησὶ, καὶ τοὺς μὴ κολάσαντας τὸν Λοκρόν. (Vers. 136.) Ὅτι δεικνύων ὁ ποιητὴς κἀνταῦθα ὡς ἡ μὲν ὁμόνοια τῶν ἀρχόντων μέγα τι ἀνύει, φθορᾶς δὲ αἴτιον ἡ διχόνοια, καὶ μάλιστα εἰ κατὰ θεομηνίαν γίνοιτο, ἱστορεῖ ὡς ἡ τῆς Ἀθηνᾶς μῆνις ὀλοὴ, ἔριν ἀμφοτέροις Ἀτρείδαις ἔθηκεν ἐν Τροίᾳ μετὰ τὴν ἅλωσιν. (Vers. 137.) Οἱ δὲ, καλεσσάμενοι ἐς ἀγορὴν τὸν λαὸν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα. οἵ δ' ἦλθον οἴνῳ βεβαρηότες, υἷες Ἀχαιῶν. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ἔνθα Μενέλαος μὲν, ἀνώγει νόστου μιμνήσκεσθαι (Vers. 142.) ἐπ' εὐρέα νῶτα θαλάσσης. κακόν τι ὡς εἰκὸς προορώμενος, θεομηνίαν τυχὸν ἢ καὶ στρατοῦ ἐπέλευσιν. (Vers. 143.) Οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε. ἐβούλετο γάρ φησιν ἐπισχεῖν τὸν λαὸν ῥέξαι τε τὰς ἱερὰς ἑκατόμβας, ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο. νήπιος. οὐδὲ τὸ, ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν. (Vers. 147.) Οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, οὐχ' ὅτι ἀκαμπὴς τὸ θεῖον, στρεπτοὶ γὰρ καὶ θεοὶ αὐτοὶ ὡς ἐν Ἰλιάδι ἐῤῥέθη, ἀλλ' ὅτι οὐ ταχὺ μετατρέπονται. ὃ δὴ καὶ ἀνθρώπων μεγαλοψύχων ἴδιον. εἶτα ἱστορεῖ ὁ ποιητὴς καὶ ὡς ἐπεὶ χαλεποῖσιν ἠμείψαντο ἐπέεσιν ἀλλήλους οἱ ἀδελφοὶ βασιλεῖς ἑστῶτες ἀγορᾶς νόμῳ, ἀνορούσαντες μετὰ ἤχου οἱ Ἀχαιοὶ, ἐμερίσθησαν, καὶ οἱ μὲν, παρὰ τῷ Ἀγαμέμνονι ἔμειναν. οἱ δὲ λοιποὶ, ἀπέπλευσαν. οἳ καὶ ἐλθόντες εἰς Τένεδον, ἔθυσαν. οἴκαδε ἱέμενοι. θέος δ' οὔπω μήδετο νόστον, ὃς ἔριν ὦρσε κακὴν ἐπὶ δεύτερον αὖτις. καθ' ἣν οἱ μὲν ἀμφὶ τὸν Ὀδυσσέα, ἔβησαν ἀποστρέψαντες ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι ἦρα φέροντες. Νέστωρ δὲ καὶ οὓς αὐτὸς ἀπαριθμεῖται, ἔφευγον. (Vers. 146.) Ἐπεί φησι γίνωσκον ἃ δὴ κακὰ μήδετο δαίμων. πόθεν δὲ καὶ πῶς ἐγίνωσκεν, οὐκ ἀφηγεῖται. οἷα μὴ θέλοντος τοῦ ποιητοῦ λαλῆσαί τι ἐνταῦθα σημεῖον ἢ τέρας. τέως γε μὴν δηλοῖ ὁ γέρων, εἰδέναι τεκμαίρεσθαι τὰ μέλλοντα. (Vers. 136.) Ἰστέον δὲ ὅτι τὸ, ἔριν Ἀτρείδαις ἔθηκεν, οὐ φύσει ἀλλὰ θέσει δηλοῖ τὴν κακὴν ἔριν εἶναι. (Vers. 138.) Τὸ δὲ ἐς ἠέλιον καταδύντα, ἀντὶ τοῦ περὶ δύσιν ἡλίου. ἐν μέντοι τῇ Ἰλιάδι, τὸ ἕως ἡλίου δύσεως δηλοῖ. φησὶ γάρ. πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. Ἰστέον δὲ ὡς οὐ ψέγει ἁπλῶς ὁ ποιητὴς τὸ ἐς ἥλιον δύντα ἐπ' ἀγορὰν ἐλθεῖν τοὺς Ἀχαιούς. τοῦτο γὰρ καλῶς ἄν ποτε γένοιτο, καθὰ καὶ τὸ ἐν νυκτὶ, ὡς ἐν πολλαῖς τῶν ἱστοριῶν καὶ ἐν ταῖς Ὁμηρικαῖς δὲ νυκτεγερσίαις εὕρηται. οὔκουν ὡς ἐῤῥέθη, ἐς τὸ πᾶν ἀπαρέσκεται ὁ ποιητὴς τῇ πρὸς ἑσπέραν ἀγορᾷ, ἀλλ' ὅτι οὐ κατὰ κόσμον ἦλθον, οἴνῳ βεβαρημένοι. διὸ καὶ ἀκόσμως στασιάσαντες, ἐμερίσθησαν. ἴσως δὲ καὶ ἄλλως, νὺξ μὲν ἀγαθὴ ἐν τοῖς τοιούτοις, εἴ γε καὶ ἐν νυκτὶ βουλὴ κατὰ τὴν παροιμίαν. καὶ εὐφρόνη δὲ διὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
