Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.118.1
Not analysed yet
τοῦτο ἡ νύξ. ἥλιος δὲ δύνων, οὐκ εὔθετος εἰς βουλὴν τοῖς ἀπομάχοις, οἳ μάχης μὴ ἐπικειμένης εἰς κόρον ἐμβρωματίζονται. ἔτι δὲ καὶ ἐντεύξεσι μὲν, πρέπων ἂν εἴη ὁ τοιοῦτος καιρὸς ἐπὶ τῶν ὑποπινόντων, οὐ μέντοι καὶ ἀγορᾷ. ἐπεὶ καὶ Σκύθαι κατὰ τὴν ἱστορίαν, ὅσα κατὰ πότον βουλεύονται, κυροῦσιν ἕωθεν νήφοντες. (Vers. 139.) Τὸ δὲ οἴνῳ βεβαρῆσθαι, καὶ καρηβαρεῖν εἴη ἄν, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης, ὥς φησιν Αἴλιος Διονύσιος. ὃς λέγει καὶ ὅτι καρηβοᾶν τὸ ἰλιγγιᾶν καὶ πεπληρῶσθαι τὴν κεφαλὴν ὑπὸ κραυγῶν. (Vers. 140.) Τὸ δὲ οἴνῳ βαρεῖσθαι, καὶ οἰνοβαρείειν ἀλλαχοῦ συνθέτως λέγεται. Τὸ δὲ μῦθον μυθείσθην, σύνηθες καὶ αὐτὸ Ἀττικοῖς ὡς καὶ ἄλλα μυρία ὅμοια. ἐν οἷς καὶ τὸ, δαίτην δαινύμενοι. καὶ παρὰ Σοφοκλεῖ τὸ πῶς δῆτα λέγω λόγον ἄῤῥητον. καὶ ἕτερα. (Vers. 148.) Τὸ δὲ ἐκ τῆς ῥηθείσης μέθης κακόν τε καὶ ἄκοσμον δηλοῖ ὁ ποιητὴς, ἔνθα φησὶν ὡς ἔτι τῶν βασιλέων ἱσταμένων καὶ λογομαχούντων, ἀνορούσαντες μετὰ ἠχῆς ὁ λαὸς ἀσυντάκτως, ἔλυσαν αὐτοὶ τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. (Vers. 142.) Νῶτα δὲ θαλάσσης ὥσπερ καὶ πεδιάδος, ἡ ἐπιφάνεια. ἐκ μεταφορᾶς τῶν ἐπὶ νῶτα κειμένων ζῴων καὶ πατουμένων ἐν τῷ κεῖσθαι πρηνῆ. ὑπτία μέντοι θάλασσα ἡ γαληνιῶσα, ἐκ τῶν ἄλλως ἐπὶ ἀναπαύσει κατακεκλιμένων ὑπτίων. καὶ πεδίον δὲ ὕπτιον ἐντεῦθεν λέγεται. καὶ λειμὼν ὕπτιος. (Vers. 145.) Τὸ δὲ δεινὸν χόλον Ἀθηναίης, πιθανολογεῖ τὸ βαρύμηνι καὶ δυσμετάτρεπτον αὐτῆς εἰς τὸ ἄχολον. (Vers. 146.) Τὸ δὲ ἐξακέσαιτο, νόσον δηλοῖ καὶ τὸν δεινὸν χόλον ἀκέσεως δαιόμενον. Τὸ δὲ νήπιος, συνήθως καὶ νῦν ἀναφθέγγεται. ὡς τοῦ βασιλέως μικρόθυμον τὸ θεῖον ἡγησαμένου καὶ ῥᾳδίως παλίντροπον. ὅπερ οὐδὲ Ἰάμβλιχος παραδέχεται ὅπου περὶ εὐχῆς φιλοσοφεῖ. Τὸ δὲ πείσεσθαι, μέσως ἔχει. δηλοῖ γὰρ καὶ τὸ πείσειν τὴν Ἀθηνᾶν καὶ τὸ πεισθῆναι τὴν Ἀθηνᾶν. (Vers. 148.) Τὸ δὲ χαλεποῖς ἔπεσιν, οὐχ' ἡρμήνευσεν ὁ ποιητὴς, ἵνα μήδ' ἐνταῦθα ὁ Νέστωρ κακολογήσῃ, ὁ μὴ δὲ τὴν τοῦ Λοκροῦ Αἴαντος φράσας κακίαν ὡς πρὸ ὀλίγων ἐῤῥέθη. (Vers. 160.) Τὸ δὲ τρέπεται νόος, ταυτόν ἐστι τῷ πείθεται. Τὸ δὲ οἴκαδε ἵεσθαι, ὅμοιον τῷ νοστῆσαι. διὸ εἰπὼν οἴκαδε ἱέμενοι, ἐπάγει. Ζεὺς δ' οὔπω μήδετο νόστον. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν ἐν Ἰλιάδι φιλοβασιλεὺς Νέστωρ, τοῦ συμφέροντος στοχασάμενος, ᾤχετο φεύγων, μὴ καὶ πειραθείη τῶν ἐκ δαίμονος κακῶν, καὶ ἅμα δόξῃ καὶ αὐτὸς νήπιος κατὰ τὸν Ἀτρείδην. ὃς πολλαχοῦ τῆς Ἰλιάδος εἰπὼν τὸ φεύγωμεν, ἐνταῦθα μένειν ἔκρινεν. οὔτε ἐκεῖ φθεγγόμενος εὐγενῶς, καὶ νῦν δὲ, κρίνας κακῶς. Ὀδυσσεὺς δὲ τῷ βασιλεῖ ἐπὶ κακῷ οἰκείῳ χαρίζεται. τοῦτο γὰρ δηλοῖ τὸ, ἦρα φέρειν ὅ ἐστι χάριν. ὅπερ ἐπίηρα φασὶν οἱ ὕστερον. γίνεται δὲ τὸ ἦρα κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐρῶ ἤρανον τὸ ἐπιθυμητόν, ὡς κόπτω κόπανον. πληθυντικὸν, ἤρανα. καὶ ἀποκοπῇ, ἦρα. (Vers. 167.) Τὸ δὲ φεῦγον, σπουδαῖον δηλοῖ πλοῦν τὸν εἰς ἀποφυγὴν κακοῦ. διὸ καὶ τὸν Διομήδην φεύγειν ἐκ Τροίας τότε φησὶν, ἐπιμείνας τῇ λέξει. Τὸ δὲ, φεῦγον ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ἐρεῖ ἂν ἅπας προμηθευσάμενος φυγεῖν ἐκ δαιμονίου κακοῦ. ὥσπερ στάσεως ἐριστικῆς δηλωτικὸν τὸ, ὣς οἱ μὲν χαλεποῖσιν ἀμειβόμενοι ἐπέεσσιν, ἔστασαν. οἱ δ' ἀνόρουσαν ἠχῇ θεσπεσίῃ. δίχα δέ σφισιν ἥνδανε βουλή. (Vers. 150.) Καὶ ὅρα τὸ ἥνδανε κοινότερον ἐνταῦθα λεχθέν. πρὸ βραχέων γὰρ, ἑήνδανε Ἀττικῶς ἐφράσθη. (Vers. 151.) Ὅτι ἀέσαμεν, ποιητικὴ ἐνταῦθα λέξις ἀντὶ τοῦ, ἀνεπνεύσαμεν. ἐκοιμήθημεν. ὅθεν οὐ μόνον ὑγρὸν ἀέντες ἤγουν πνέοντες ἄνεμοι, ἀλλὰ καὶ ἀεσίφρων ὁ οἱονεὶ κατὰ φρένας κοιμώμενος καὶ ἐναντίος τῷ νηφαλίῳ καὶ ἐγρηγορότι. (Vers. 152.) Ὅτι Ὁμήρου εἰπόντος πῆμα κακοῦ ἐν τῷ, ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο, λαβὼν ἐντεῦθεν ὁ ζηλωτὴς αὐτοῦ Σοφοκλῆς, πῆμα ἄτης φησίν. ὅ ἐστιν ἄτη περιφραστικῶς. Ἀρτύει δὲ πῆμα κακοῦ ὁ Ζεὺς, καθὰ καί τις ἀρτύει πῶμα χηλοῦ, ἤγουν ἀραρότως ἐπιτίθησιν. ἢ καὶ ἄλλως, ἀπαρτίζει. καθά που καὶ Εὔμαιος ἀράρισκε πέδιλα. (Vers. 154.) Ὅτι βαθυζώνους γυναῖκας τὰς Τρώας φησὶν, ἀντὶ τοῦ εὐστόλους. αἱ βάρβαροι γὰρ, τοὺς ὑποδύτας φασὶν, εἰς βάθος ἐπισύρουσιν. εἶεν δ' ἂν ὑποδύται, οἱ τοῖς ἐπενδύταις ὑποκείμενοι. (Vers. 155.) Ὅτι σχῆμα ἐπαναφορᾶς τὸ, ἡμίσεες λαοὶ ἐρητύοντο μένοντες παρ' Ἀτρείδῃ Ἀγαμέμνονι. ἡμίσεες δ' ἀναβάντες, ἐλαύνομεν. τὸ μέντοι ἀναβάντες ἐλαύνομεν, αἱ δὲ μάλ' ὦκα ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον, εὐδίας δηλωτικόν. (Vers. 156.) Ἔνθα ὅρα τὸ, μένοντες παρὰ Ἀγαμέμνονι. ἐτυμολογικὸς γάρ τις τρόπος ἐστὶν, ὡς τοῦ Ἀγαμέμνονος παρὰ τὸ μένειν ἐτυμολογουμένου. (Vers. 157.) Ἀναβῆναι δὲ καὶ νῦν, τὸ ἀναπλεῦσαι ἐκ τοῦ λιμένος. (Vers. 158.)