# Commentarii ad Homeri Odysseam 1.119.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.119.1

Τὸ δὲ στορέσαι, πρωτότυπόν ἐστι τοῦ στρῶσαι καὶ καταστρῶσαι, ἀφ' οὗ τὰ στρώματα. εἰ γὰρ κοιμίζεται θεόθεν πόντος, εἰκότως καὶ καταστορεσθῆναι λεχθείη ἄν. διὸ καὶ Ἡρόδοτος εὐδίαν φράζων, φησίν. ἐπαύσατο ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο. διὸ εὔλογον καὶ εὐνὰς ἐντεῦθεν τὰς ἀγκύρας λέγεσθαι. καὶ εὐνάζεσθαι κλύδωνα. λέγει δὲ ὁ ποιητὴς στορεσθῆναι τὸν πόντον, πρὸς πιθανότητα τοῦ ἐλαύνομεν. πεσόντος γὰρ ἀνέμου καὶ στορεσθέντος τοῦ πόντου, ἀναγκαῖον ἐλαύνειν. ὅ πέρ ἐστι δεύτερος πλοῦς. ὁ μέντοι πρῶτος πλοῦς, μετ' ὀλίγα ἔσται ὅτε λιγὺς οὖρος ὦρται καὶ αἱ νῆες μάλ' ὦκα διαδραμοῦνται. Ἰστέον δὲ καὶ ὅτι τῶν περὶ θάλασσαν ζῴων εἰς ἰχθύας διαιρουμένων καὶ εἰς κήτη, Ὅμηρος δι' αὐτὰ, ποτὲ μὲν ἰχθυόεντα πόντον φησὶν, ἢ ἰχθυόεντα κέλευθα ὡς μετ' ὀλίγα ἐρεῖ. ποτὲ δὲ, μεγακήτεα πόντον ὡς ἐνταῦθα. (Vers. 161.) Ὅτι ὥσπερ ἐν τοῖς ἑξῆς σχέτλιον ὕπνον φησὶ κατὰ λόγον βαρύτητος, τὸν βλάψαντα, οὕτω καὶ ἐνταῦθα Δία σχέτλιον. τοῦτο δὲ καὶ ἐν Ἰλιάδι εἶπε. καὶ ἡ αἰτία ἐγράφη ἐκεῖ. (Vers. 163.) Ὅτι τὸν Ὀδυσσέα, ἄνακτα δαΐφρονα ποικιλομήτην ὁ Νέστωρ καλεῖ, θεραπεύων τὸν ἀκροατὴν Ὀδυσσείδην Τηλέμαχον. ποιεῖ δὲ τοῦτο, ἵνα μὴ δόξῃ καὶ αὐτὸν, καθὰ καὶ τὸν βασιλέα, νήπιον ἔχειν ὡς εἰς ἐκεῖνον ἐπαναστραφέντα. διὸ οὐδὲ ῥητῶς εἶπεν ὅτι ἀπέστρεψε τὰς νῆας ὁ Ὀδυσσεὺς αὐτὸς ἐκεῖνος, ἀλλ' οἱ ἀμφ' Ὀδυσσῆα. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς ποικιλομήτην Ὀδυσσέα εἰπεῖν ὁμοίως τῷ, εὔμητιν καὶ πολύμητιν, ὅμως οὐκ ἔγραψεν οὕτως. ἐνδεικνύμενος, ἐξεῖναι καὶ οὕτω φράζειν καὶ οὕτως. τὸ μὲν δηλαδὴ, ἐκ τοῦ μῆτις ἡ βουλή. τὸ δὲ, ἀπὸ κινήσεως τοῦ μήδω ῥήματος ἐξ οὗ καὶ ὁ ἀγκυλομήτης. (Vers. 168.) Ὅτι τῷ Νέστορι ἐκ Τροίας οἴκαδε ὁ πλοῦς διὰ Λέσβου ἐγένετο καὶ τῶν ἐφεξῆς νήσων. φησὶ γὰρ ὁ Νέστωρ ὅτι ὀψὲ εἰς ἡμᾶς ἐλθὼν Μενέλαος, ἐν Λέσβῳ ἔκιχε δολιχὸν πλόον ὁρμαίνοντας, ὅ ἐστιν ὁρμῶντας. ἢ διαλογιζομένους. ὡς τὸ, ὥρμηνε δ' ἀνὰ θυμόν· εἶτα ἑρμηνεύων τί ὥρμαινον, φησίν. (Vers. 170.) ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἤγουν τὴν Χίον ἐπ' ἀριστέρ' ἔχοντες. ἢ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα. τοῦτο δὲ, ἐμπειρικῶς λέγει. ὡς δυνατὸν ὂν καὶ οὕτως, καὶ οὕτω πλεῦσαι. δῆλον δὲ ὡς ὕπερθε μὲν Χίου πλέει, ὁ ἐπ' ἀριστερὰ ἐκείνην ἀφείς. ὑπένερθε δὲ, ὁ παρὰ τὸν Μίμαντα. Ἰστέον δὲ ὅτι ἡ μὲν Λέσβος, νῆσος πεντάπολις. ἔχουσα πόλεις, Λέσβον ἀφ' ἧς καὶ ὠνόμασται. Ἄντισσαν ἢ Ἴσσαν. Πύῤῥαν. Μήθυμναν. καὶ Μιτυλήνην ἐξ ἧς ἡ νῆσος ἔχει ἄρτι τὸ ὄνομα ὥσπερ πάλαι ποτὲ ἐκ τῆς Λέσβου. περὶ ἧς καὶ ἐν Ἰλιάδι τὰ δέοντα εἴρηται. ταύτης παρώνυμον καὶ τὸ Λέσβιον ποτήριόν τε καί τι λουτρόν. μνεία δέ τις Λέσβου ἀρκοῦσα κεῖται καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς. (Vers. 169.) Τὸ δὲ πλόον εἰ καὶ συναιροῦσιν ἄλλοι ὡς ἂν μὴ παράλληλα τὰ αὐτὰ σύμφωνα εἴη καθ' Ἡρωδιανὸν εἰπεῖν, ὃ δὴ γίνεται καὶ ἐν τῷ Σαπφόος καὶ ἄλλοις μυρίοις ἃ συναλείφονται εἰς τὴν ου δίφθογγον, ἀλλ' Ὅμηρος ἀναλόγως φράζει καὶ οὐδὲ πόῤῥω σεμνότητος. καθὰ καὶ τὸ νόον καὶ ῥόον. ἀφιεὶς, ἄλλα παρ' ἄλλοις εἶναι καλά. Χίος δὲ κατὰ τὸν γεωγράφον περὶ ἧς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ ἐγράφη, περίπλουν ἔχει σταδίων ἐνακοσίων. ναύσταθμος δὲ αὐτῇ, νηῶν ὀγδοήκοντα. εἶχε δέ φησι καὶ ἄλσος φοινίκων. ὅτι δὲ ἀμφισβητοῦσιν Ὁμήρου Χῖοι, ἐν τῇ Ἰλιάδι γέγραπται. ἀπὸ ταύτης δὲ καὶ παροιμία τὸ, Χιαστὶ τίλλειν. ὡς τῶν Χίων παρατιλλομένων κατὰ τοὺς παλαιούς. καὶ ἑτέρα παροιμία κειμένη παρ' Εὐπόλιδι τὸ, Χίος δεσπότην ὠνήσατο, ἐπὶ τῶν βλαπτομένων ἔκποθεν προσώπων μεμισθωμένων ἐπ' ὠφελείᾳ. Χίοις γάρ φασι πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, ἐμήνισε τὸ δαιμόνιον. διὸ καὶ ἐβλάβησαν πολλὰ ὑπὸ δούλων ἀποστάντων καὶ ἐπαναστάντων αὐτοῖς. ὅθεν δὲ αἱ ῥηθεῖσαι παροιμίαι δύο, ἐκεῖθεν καὶ Χῖος λόφος, τὸ ἀποτιλθῆναι φασὶ τὴν κεφαλὴν τὸ μέσον. ὡς οἷον, λόφον ἀπολιπόντων. ὅτι δὲ καὶ τὸ κίβδηλον ἀπὸ Χίας ἱστορίας εἴληπται ὡς οἱονεὶ χίβδηλον, οἱ ἐτυμολόγοι δηλοῦσιν. ἦν μὲν γὰρ καιρὸς ὅτε Ἀθηναῖοι προσεῖχον τοῖς Χίοις. ὥστε καὶ θύοντες, ηὔχοντο ἀγαθὰ γενέσθαι αὐτοῖς καὶ τοῖς Χίοις. ἔπεσε δέ ποτε αὐτοῖς καὶ ἄλλως τὰ τῆς τύχης, καὶ ἐμισοῦντο ὑπὸ Ἀθηναίων οἱ Χῖοι. ὅτε καὶ τοῦ χαράγματος ὅσον ἀχρεῖον ἦν ἐν Ἀθήναις, χιάζοντες οἱ πολῖται τουτέστι τὸ χ στοιχεῖον ἐντυπούμενοι, ἐσημειοῦντο οὕτως τὴν τοῦ κέρματος φαυλότητα. αἰνιττόμενοι ὡς οὕτως ἀποβάλλονται καὶ τοὺς Χίους ὧν κατάρχει τὸ χ. καὶ ὠνομάζετο τὸ τοιοῦτον νόμισμα, κίβδηλον Ἰωνικώτερον, ὡς οἱονεὶ χίδηλον. ὅ ἐστι δηλούμενον διὰ τοῦ χ. πλεονάσαντος τοῦ βῆτα, διὰ φωνῆς ὄγκον. ὡς καὶ ἐν τῷ ἁλυβδήσασα παρὰ Λυκόφρονι καὶ ἐν ἑτέροις πολλοῖς. Ὅτι δὲ τῇ Χίῳ νήσῳ παρωνόμασται καί τις

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
