Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.120.1
Not analysed yet
βόλος πεττευτικὸς οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν τῷ, πέπτωκεν ἔξω τῶν κακῶν οὐ Χῖος ἀλλὰ Κῷος ἢ κατά τινας Κεῖος, ἐν τῇ α ῥαψῳδίᾳ προγέγραπται. Ψυρία δὲ, νησίδιον, Χίου φασὶν ἀπέχον σταδίους ὀγδοήκοντα. λιμένα ἔχον νεῶν εἴκοσι. λέγεται δὲ καὶ οὐδετέρως τὰ Ψύρα. ὡς Ἀλκμάν. παρά τε ἱερὸν σκόπελον παρά τε Ψύρα τὸν Διόνυσον ἄγοντες. ἤγουν ὡς οἷον ἐν οὐδενὶ τιθέμενοι τὸν Διόνυσον. καὶ ἔστι παροιμία τὸ, Ψύρα τὸν Διόνυσον. διὰ τὴν τῆς νήσου λυπρότητα. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι τὰ Ψύρα κύκλος σταδίων τεσσαράκοντα καὶ πόλις ἐν αὐτῇ ὁμώνυμος. Μίμας δὲ, ὄρος φασὶ κατέναντι Χίου, μεταξὺ Ἐρυθρῶν καὶ τοῦ ὑποκρήμνου. ἀπὸ Μίμαντος γίγαντος ἐν αὐτῷ κειμένου. ἔστι δὲ εὔθηρον καὶ πολύδενδρον καὶ ἠνεμόεν ἤγουν ὑψηλόν. μέση δέ φασι Ψύρων καὶ Μίμαντος ἡ Χῖος κεῖται. ὅτι δὲ οὐ λιπαρὰ ἡ Χῖος, δηλοῖ ὁ ποιητὴς εἰπὼν αὐτὴν παιπαλόεσσαν. παροξύνεται δὲ τὸ Χίος ἐπὶ τῆς νήσου. καθὰ καὶ Ἴος ἡ νῆσος. ὁ μέντοι Χῖος ἀνὴρ ἢ οἶνος ἤ τι τοιοῦτον, προπερισπᾶται διὰ τὴν συναίρεσιν τὴν ἐκ τοῦ Χίϊος. (Vers. 176.) Ὅτι λιγὺς οὖρος ἐνταῦθα, ὁ ὀξὺς διὰ τὸν ἦχον. ὅπερ ταυτόν ἐστι τῷ, Ζέφυρον κελάδοντα. Σοφοκλῆς δὲ, εἰς ἓν ἄγει ἄμφω ἐν τῷ, ὀξὺν κέλαδον ἐνσείσας δι' ὤτων. (Vers. 177.) Ὅτι Γαιρεστὸς, λιμὴν Εὐβοίας. περὶ ἧς καὶ αὐτῆς ἐγράφη ἀλλαχοῦ. ἐς ταύτην ἐννύχιαι κατήγοντο αἱ τοῦ Νέστορος νῆες. ἤγουν· διὰ μιᾶς νυκτὸς κατέστησαν εἰς τὸν ἐκεῖ λιμένα. ὡς δηλοῖ ὁ μεταβαλὼν οὕτω. εὐπλοίᾳ θαυμαστῇ χρησάμενοι καὶ πλοῦν ἀμύθητον κατανύσαντες καὶ διὰ νυκτὸς Γαιρεστῷ προσσχόντες. κεῖται δὲ κατὰ τὸν γεωγράφον ἐπικαιρίως τὸ χωρίον τοῖς διαίρουσιν ἐξ Ἀσίας εἰς τὴν Ἀττικὴν, πλησιάζον τῷ Σουνίῳ. ἔχει δέ φησιν ἱερὸν Ποσειδῶνος ἐπισημότατον. ἔνθα καὶ θύσαι περὶ τὸν βωμὸν δοκεῖ ταύρων πολλὰ μηρία τῷ Ποσειδῶνι ὁ Νέστωρ. ἔστι δὲ καὶ κατοικία φησὶν ἀξιόλογος. μετὰ δὲ Γραιστὸν, Ἐρέτρια πόλις μεγίστη φησὶ τῆς Βοιωτίας μετὰ Χαλκίδα. (Vers. 179.) Ὅτι τὸ, πέλαγος μέγα μετρήσαντες, ἀντὶ τοῦ διαπεραιωσάμενοι. ὅθεν λέγεται καὶ ἐν τοῖς ἑξῆς τὸ τὴν χάρυβδιν ἀναμετρῆσαι. εἴληπται δὲ ἡ λέξις ἐκ τοῦ παρακολουθοῦντος. δῆλον γὰρ, ὡς ὁ ὁδεύων μετρεῖ ὅσον ὥδευσεν. ἴσως δὲ καὶ ἀπὸ τοῦ μεταίρειν ἡ λέξις παρῆκται. μεταίρει γάρ ποθέν ποι ὥσπερ ὁ ὁδεύων, οὕτω καὶ ὁ πλέων. (Vers. 180.) Ὅτι τριῶν ἡμερῶν πλοῦν δοκεῖ μετρεῖν ὁ ποιητὴς τὸν ἀπὸ Τροίας εἰς Ἄργος. λέγων ὅτι τέτρατον ἦμαρ ἔην ὅτε ἐν Ἄργεϊ αἱ τοῦ Διομήδους νῆες κατέστησαν. οὕτω καὶ ἀλλαχοῦ μετρεῖ ὁδὸν ἐν τῷ, ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. οἱ γὰρ ἐξ Ἀρήνης νυκτερεύσαντες, ἔνδιοι ὅ ἐστι μεσημβρινοὶ κατὰ τὸν γεωγράφον, ἀφικνοῦνται εἰς Ἀλφειόν. (Vers. 182.) Ὅτι ἐν τῷ, αὐτὰρ ἔγωγε Πύλονδ' ἔχον, τὸ ἔχειν, ἀντὶ τοῦ ἐλαύνειν, πλὴν οὐχ' ἁπλῶς, ἀλλὰ ναυτικῶς. κατὰ τὸ, ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν. ἄλλως δὲ, τὸ ἔχειν καὶ ἐπέχειν, καὶ ἐπὶ σκοποῦ κεῖται. ὅθεν καὶ παρὰ Πινδάρῳ τὸ, ἔπεχε σκοπῷ τόξον. διὸ καὶ οὕτως οἰκεῖον ἐπὶ νηὸς τὸ ἔχειν καὶ τὸ ἐπέχειν, καθὰ καὶ τὸ βάλλειν. ὡς τὸ, ἐς Φηρὰς ἐπέβαλλεν, ἡ ναῦς δηλαδή. τουτέστιν ἐπιτυχῶς καὶ εὐστόχως ἔθεεν. Ὅτι ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος, οὐ κακοζήλως οὕτω καὶ ψυχρῶς ἐῤῥέθη τὸ ἔσβη. ἀλλ' ἐπειδήπερ ἡ τῶν ἀνέμων ὕλη ἀτμίς ἐστιν οὐ μόνον ὑγρὰ ἀλλὰ καὶ ξηρὰ μάλιστα, ταυτὸν δὲ εἰπεῖν καπνώδης καὶ θερμὴ, διὸ τὸ μὲν ὑγρὸν ὁ ποιητὴς δηλοῖ ἐν τῷ, ἴκμενος οὖρος. καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. τὸ δὲ καπνῶδες καὶ οὕτω θερμὸν, ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος. διαρκῆ δὲ ἄνεμον οὔριον δηλοῖ τὸ οὐδέ ποτ' ἔσβη οὖρος, ἐπειδὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. Τὸ δὲ ποτὲ, τὸ οὐ διηνεκὲς καὶ ἐνταῦθα δηλοῖ ἀλλὰ πρὸς καιρόν. (Vers. 183.) Τοῦ δὲ ἀῆναι τὸ θέμα οὐκ εὔχρηστον. ἀαίνω γὰρ ὡς τὸ φοραίνω ὑδραίνω καὶ τὰ τοιαῦτα. τοῦτο δὲ, ἀήμεναι ἀνωτέρω ἔφη ὁ ποιητής. (Vers. 184.) Ὅτι ὥσπερ ἡ Εὐρύκλεια πρὸ τούτων, οὕτω καὶ ἐνταῦθα φίλε τέκνον Ἀττικῶς ὁ ῥήτωρ Νέστωρ τὸν Τηλέμαχον προσφωνεῖ. εἰπών. ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐπεὶ δὲ πρὸ μικροῦ ἀπευθὴς ὄλεθρος ἐῤῥέθη ὁ ἀνήκουστος καὶ περὶ οὗ οὐδεὶς οἶδε πυθόμενος, ἐνταῦθα δὲ ἄλλως κεῖται τὸ ἀπευθὴς, ἑρμηνεύων ὁ ποιητὴς τοῦτο, φησίν. οὐδέ τι οἶδα. καὶ τὰ ἑξῆς. ἵνα ᾖ νῦν ἀπευθὴς, ὃς οὐδὲν οἶδεν. ἤγουν ὃς οὐδὲν ἐπύθετο. (Vers. 187.) Διὸ ἐπάγει. ὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος πεύθομαι, ᾗ θέμις ἐστὶ δαήσεαι. οἱονεὶ λέγων, ὅτι τῶν ἄλλων μὲν, ἀπευθής εἰμι. τὰ δὲ ἐφεξῆς πεύθομαι οἴκοι καθήμενος. Τὸ δὲ ᾗ θέμις ἐστὶν, ἀντὶ τοῦ καθά ἐστι δίκαιον. χρὴ γὰρ μὴ μαψιδίως οὕτω ψεύδεσθαι εἰς οὐδὲν δέον. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ἀναρτᾷ