# Commentarii ad Homeri Odysseam 1.122.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.122.1

καὶ ἑρμηνεύων τί τὸ εὐρὺ, ἐπάγει. (Vers. 204.) καὶ ἐσσομένοισι πυθέσθαι. ἢ κατὰ ἑτεροίαν γραφὴν, καὶ ἐσσομένοισιν ἀοιδήν. ὡς εἶναι κλέος εὐρὺ, τὸ πλατυνόμενον καὶ εἰς τὰς ἔπειτα γενεάς. (Vers. 203.) Τὸ δὲ κεῖνος, ἔοικε κατ' ἐξοχὴν εἰρῆσθαι. οὐ γὰρ ἔφθη μνησθῆναι πρὸς ὄνομα τοῦ Ὀρέστου. ὥσπερ οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα. τοιοῦτον καὶ παρὰ τῷ κωμικῷ τὸ αὐτὸ ἐπὶ Σωκράτους ῥηθέν. καὶ τὸ, αὐτὸς ἔφα τὸ ὑπὸ τῶν Πυθαγορικῶν ἐπὶ τῷ διδασκάλῳ λεγόμενον. (Vers. 205.) Ὅτι εὐχὴ ἐπὶ ἀμύνῃ τὸ, αἲ γὰρ ἐμοὶ τοσσήν δε θεὸς δύναμιν παραθείη τίσασθαι τοὺς δεῖνα ὑπερβασίης ἀλεγεινῆς. οἳ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. (Vers. 208.) Δυστυχίαν δὲ μετὰ καὶ παραμυθίας φράζει τὸ, ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον πατρί τ' ἐμῷ καὶ ἐμοί. νῦν δὲ, χρὴ τετλάμεν ἔμπης. (Vers. 206.) Ἡ δὲ ὑπερβασία, καὶ παραιβασία καλεῖται. εἴληπται δὲ τὸ μὲν, ἀπὸ τῶν ὑπερβαινόντων ὁροθέσια τυχὸν ἢ τοιαῦτά τινα. τὸ δὲ, ἀπὸ τῶν παρὰ τὴν εὐθεῖαν βαινόντων. Τὸ δὲ ὑπερβασίας ἀλεγεινῆς, ἀντίπτωσίς ἐστι. τὸ γὰρ ὀρθὸν ἦν, τίσασθαι μνηστήρων ὑπερβασίαν. ἔχει οὖν τὸ ἕνεκεν προσυπακουόμενον, καὶ ἔστιν ὅμοιον τῷ, ὁ τὸ ῥόδον θαυμάζων τοῦ κάλλους. καὶ τοῖς τοιούτοις. (Vers. 211.) Ὅτι τοῦ ἀνέμνησας, αἰτιατικῇ ἐνταῦθα συντάσσει, εἰπών. ὦ φίλ' ἐπειδὴ ταῦτα μ' ἀνέμνησας. πρὸ μέντοι βραχέων, ἄλλως ἔφη ἐν τῷ, τῶν μνῆσαι καί μοι νημερτὲς ἔνισπε, γενικῇ συντάξας κοινότερον τὸ μνῆσαι. ἐν δὲ τῇ Ἰλιάδι, καὶ αὐτὸ μετὰ αἰτιατικῆς ἔταξεν. εἰπών. μέμνημαι τόδε ἔργον, καὶ ἑξῆς. ἔνθα δοκεῖ μνημονικὸς εἶναι ὁ Νέστωρ, εἰ καὶ μὴ κατὰ Σιμωνίδην ἴσως τὸν ἱστορούμενον ἐν τοῖς ὕστερον, ἢ κατὰ τὸν δαιμόνιον Τυανέα. ὃς οὕτω φασὶ διαμνημονικὸς ἦν, ὡς ἑκατοντούτης γενόμενος, ἐῤῥῶσθαι τὸ μνημονικὸν ὑπὲρ τὸν Σιμωνίδην. (Vers. 214.) Ὅτι θαυμαστὸν ἡγησάμενος ὁ Νέστωρ εἴπερ οἱ τῆς Πηνελόπης μνηστῆρες ἄκοντος Τηλεμάχου κακὰ μηχανῶνται, ἐρωτᾷ οὕτως. εἰπέ μοι ἢ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισόμενοι θεοῦ ὀμφῇ, τουτέστι χρησμῷ. πολλάκις γάρ φασι μεθίστασαν τοὺς βασιλεῖς, μαντείας ἐπιγινομένης. διὸ καὶ ἐν τοῖς ἑξῆς που εἰπών τις δεινὸν εἶναι γένος βασιλήϊον κτείνειν, ἐθέλει, πρῶτον θεῶν εἴρεσθαι βουλάς. (Vers. 216.) Ὅτι θαῤῥύνων τὸν Τηλέμαχον ὁ Νέστωρ ἐπὶ τῷ πατρὶ, καὶ συνιστῶν αὐτῷ ἐκεῖνον ὡς ἀνδρεῖόν τε ἅμα καὶ ἀνθρώπων ἐπίστροφον εἴτουν πολύφιλον, φησί. τίς δ' οἶδεν εἰ καί ποτε τοῖς μνηστῆρσι βίας ἀποτίσεται ἐλθών, ἢ ὅγε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες Ἀχαιοί. (Vers. 218.) Εἶτα κατασευάζων ὁ γέρων πῶς ἂν εἷς μόνος Ὀδυσσεὺς τῶν τοσούτων μνηστήρων περιγένοιτο, αἰτιᾶται τοῦ μεγάλου τούτου ἔργου, τὸ τοῦ ἥρωος θεοφιλές. φησὶ γὰρ εὐχόμενος εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν ἡ Ἀθηνᾶ ὡς Ὀδυσσέως ἐκήδετο ἐν τῇ Τροίᾳ. ὅπερ διασαφῶν, ἐπάγει. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη. εἴ σ' οὕτως ἐθέλει φιλέειν κήδοιτό τε θυμῷ, τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. Ἰστέον δὲ ὅτι τὸ, εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν Ἀθηνᾶ, οὐκ εὐκτικῶς ἀλλ' ἐνδοιαστικῶς πρός τινος ληφθὲν καὶ ἐπεμβολὴν παθὸν τοῦ, οὐ γάρ πω ἴδον ὧδε θεοὺς καὶ ἑξῆς, εἶτα ἐπαναληφθὲν ἐν τῷ, εἴσ' οὕτως ἐθέλει φιλέειν, ἀποδέδοται ἐν τῷ, ἐκλελάθοιτο ἄν τις ἐκείνων τοῦ γάμου. (Vers. 217.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, ἢ καὶ σύμπαντες Ἀχαιοὶ, παρεμφαίνει ὁ ποιητὴς ὡς εἴπερ ἐπανελθὼν Ὀδυσσεὺς ἱκέτευσε, σύμπαντες ἂν Ἀχαιοὶ σὺν αὐτῷ τοὺς μνηστῆρας ἐτίσαντο. καὶ οὐ μόνον οἱ Πύλιοι καὶ οἱ Σπαρτιάται ὡς πρὸ τούτου οἱ μνηστῆρες ὑπώπτευσαν. καὶ ἦν μὲν εὐχερὲς Ὁμήρῳ ποιῆσαι τοῦτο πλασαμένῳ. ἐπιλέγεται μέντοι τὸ ἐναγωνιώτερον, τὸ, μόνον αὐτὸν θειότερον περιγενέσθαι τῶν μνηστήρων καὶ τερατωδέστερον. (Vers. 221.) Τὸ δὲ ἀναφανδὰ, δηλοῖ μὲν τὸ ἐναργῶς. ἐλέχθη δὲ δὶς διὰ τὸ καίριον. ἐσχημάτισται δὲ πληθυντικῶς ἐκ τοῦ ἀναφανδὸν ἐπιῤῥηματικοῦ ὀνόματος. (Vers. 224.) Τὸ δὲ ἐκλελάθοιτο γάμοιο, τὸ πολὺ τοῦ φόβου δηλοῖ εἰ δι' αὐτὸν τοῦ τοσούτου λάθοιτό τις ἔρωτος. Ἰστέον δὲ ὅτι τὸ τίς, πολλάκις οὐχ' ἕνα δηλοῖ ἁπλῶς ἀλλὰ πάντας, ληφθὲν ἀντὶ τοῦ, εἷς ἕκαστος. οὕτως παρὰ Σοφοκλεῖ λέγουσιν ὁ χορὸς οἱ Σαλαμίνιοι, ὡς νῦν καιρός τινι ποδοῖν κλοπᾶν ἀρέσθαι. ἤγουν ἄρτι καιρὸς ἡμῖν φυγεῖν λάθρα. οὕτω κἀνταῦθα ἐκλελάθοιτό τις γάμου. ὅ ἐστιν, ἕκαστος τῶν μνηστήρων. ἄλλως γὰρ, οὐδὲν λυσιτελὲς τῷ Ὀδυσσεῖ, εἴπερ τῶν τοσούτων εἷς τις δειλανδρήσειεν. (Vers. 226.) Ὅτι ἀπογνόντος ἀνθρώπου λόγος τὸ, οὔπω τοῦτο ἔπος τελέεσθαι ὀΐω. λίην γὰρ μέγα εἶπες. ἄγημ' ἔχει. οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ, γένοιτο. οὐ δ' εἰ θεὸς ὣς ἐθέλοι. (Vers. 230.) Ἐπεὶ δὲ ὁ λόγος οὗτος οὐ πόῤῥω βλασφημίας διὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
