# Commentarii ad Homeri Odysseam 1.124.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.124.1

ἐκφοροῦντές τι τῆς λύπης ἐν τῷ προφέρειν τὰ θλίβοντα. (Vers. 243.) Ὅτι τῷ ἐρωτῶντι συνετόν τινα, οἰκεῖον τὸ, νῦν ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἔρεσθαι, ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων. ἤτοι περισσότερον τῶν ἄλλων δίκαιός ἐστι καὶ φρόνιμος. φρόνιν γὰρ νῦν μὲν, ἐπὶ τῆς φρονήσεως τίθησιν. ἐν δὲ τῷ, κατὰ δὲ φρόνιν ἤγαγε, δοκεῖ καὶ τὴν καταφρόνησιν οὕτω καλεῖν ὡς ἐκεῖ ῥηθήσεται. οὐ πάνυ δὲ δῆλον εἴτε πρωτότυπον ἡ φρόνις, εἴτε συγκέκοπται ἀπὸ τοῦ φρόνησις. (Vers. 245.) Ὅτι παραφράζων συντόμως ὁ ποιητὴς τὸ ἐν Ἰλιάδι περὶ Νέστορος πλατύτερον ἱστορηθὲν, τῷ δ' ἤδη δύω μὲν γενεαὶ μερόπων καὶ τὰ ἑξῆς, φησί. τρὶς γὰρ δή μιν φασὶν ἀνάξασθαι γένε' ἀνδρῶν. ὅ ἐστι βασιλεῦσαι κατὰ τὰς ἀνδρῶν γενεάς. (Vers. 246.) εἶτα σεμνύνων τὸ πολυχρόνιον, φησίν. ὥς τέ μοι ἀθανάτοις ἰνδάλλεται εἰσοράασθαι. τουτέστι θεῷ ἔοικε διά τε τὸ ἄλλως μακρὸν τοῦ χρόνου, καὶ διὰ τὸ ἐν βασιλείᾳ πολυχρόνιον, ὡς θεῖον ὂν τὸ τοιοῦτον πολυετές. Καὶ ὅρα τὸ ἰνδάλλεται. οὐ γὰρ θεὸς ἄντικρυς ὁ ἐπὶ μακρὸν βιοὺς, ἀλλὰ θεοῦ ἴνδαλμα. καὶ λέγει ἂν τοιοῦτόν τι ὁ Τηλέμαχος. θεοῦ ἴδιον, τὸ μακρὸν τοῦ εἶναι. μακρόβιος δὲ ὁ Νέστωρ, ὥστε καὶ ἴνδαλμά τι ἔχει πρὸς θεόν. (Vers. 245.) Τὸ δὲ τρὶς ἀνάξασθαι γένεα, πλατύτερον μὲν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. νῦν δὲ, ἀρκέσει τοσοῦτον εἰπεῖν. ὡς δύο μὲν ἡλικίαι ἀνδρῶν ὑπηκόων τῷ Νέστορι ἐκ νέων ἀκμάσασαι καὶ παρακμάσασαι, ἔφθιντο, αὐτὸς δὲ τρίτης ἦρχε γενεᾶς. (Vers. 248.) Ὅτι σύντομος καὶ σαφὴς ἐρώτησις καὶ ποικίλη τὸ, πῶς ἔθανεν Ἀγαμέμνων. ποῦ Μενέλαος ἔην. τίνα δ' αὐτῷ μήσατ' ὄλεθρον Αἴγισθος. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετο. ἔοικε δέ πως καὶ συνήθει προεκθέσει ἡ τοιαύτη ἐρώτησις, ὑπισχνουμένη, διδαχθήσεσθαι πάντα τὰ ἐρωτηθέντα. (Vers. 250.) Ἐν τούτοις δὲ καὶ δολόμητιν εἰπὼν τὸν Αἴγισθον, ἐπάγει. ἐπεὶ ἔκτανε πολλὸν ἀρείω. ὡς δῆθεν τοῦ δόλου ὑπὸ τῶν ἀσθενεστέρων τεχνωμένου. Ἄργος δὲ Ἀχαϊκὸν τὴν Πελοπόννησον λέγει, πρὸς διαστολὴν ἑτέρων μὴ Ἀχαϊκῶν. οἷον τοῦ Ἀμφιλοχικοῦ, τοῦ Θετταλικοῦ. τοῦ Κιλικίου. τοῦ κατὰ Νίσυρον. τοῦ Μακεδονικοῦ, τοῦ Τροιζηνίου. καὶ ἄλλων. τὸ δὲ τοιοῦτον Ἄργος, ἐκλήθη ποτὲ καὶ ἱππόβοτον ὡς καὶ μετ' ὀλίγα δηλοῦται, διὰ τὸ εἰς νομὴν ἵππων ἀνεθῆναι τῷ Ποσειδῶνι. καὶ ἴασον δὲ, ἀπὸ Ἰάσου τινὸς ἥρωος. ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς, εἰ πάντες σε ἴδοιεν ὅσοι ἀνὰ ἴασον Ἄργος. Ὅτι δὲ Ἀχαιϊκὸν μὲν οἱ παλαιοὶ γράφουσιν, Ἀχαϊκὸν δὲ οἱ μεθ' Ὅμηρον, δεδήλωται καὶ ἀλλαχοῦ ἱκανῶς. Ἐν δὲ τῷ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ. ἢ πρόθεσις λείπει ἵνα λέγῃ ὅτι οὐκ ἦν ἐπὶ τοῦ Ἄργους ὁ Μενέλαος, ἢ ἀπὸ κοινοῦ νοητέον τὸ πῃ. οἷον οὐκ ἦν πῃ τοῦ Ἄργους, ἀλλὰ πῃ ἄλλῃ. (Vers. 253.) Ὅτι Γερήνιος ἱππότα Νέστωρ κἀνταῦθα, ὥσπερ καὶ ἐν Ἰλιάδι. καὶ ζητητέον τὰ ἐκεῖ. πολλὰ γὰρ τῶν ἐνταῦθα σιγῶνται ὡς ἐκεῖ γραφέντα. Ἰστέον δὲ ὅτι δύο τούτων ταυτοσήμων λέξεων τοῦ, ὁ ἱππότης καὶ ὁ ἱππότα, ὁ μὲν ἱππότης, ἄχρηστος εἰς μέτρον τῷ ποιητῇ διὰ τὸ ἀμφίμακρον. ὁ δὲ ἱππότα, χρηστὸς διὰ τὸ δακτυλικῶς ποδίζεσθαι. (Vers. 258.) Ὅτι ὥσπερ ὁ τραγικὸς Κρέων, τοῦ Πολυνείκους, οὕτω καὶ ὁ Ὁμηρικὸς Νέστωρ, τοῦ Αἰγίσθου τὸ, καὶ ἄταφον καὶ ἄκλαυστον ῥιφῆναι καταψηφίζεται. ἐν οἷς φησὶν ὅτι, εἰ ζώοντ' Αἴγισθον ἐνὶ μεγάροις ἔτετμεν ἐκ Τροίας ἰὼν ξανθὸς Μενέλαος, οὐδὲ θανόντι χυτὴν ἂν ἐπὶ γαῖαν ἔχευαν. ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος. οὐδ' ἄν τίς μιν ἔκλαυσεν Ἀχαιΐδων. (Vers. 261.) διὰ τί; μάλα γὰρ μέγα μήσατο ἔργον. ποῖον γὰρ ἐκεῖνο; ἢ τὸ ἀνελεῖν τὸν βασιλέα. ἢ τὸ τῇ βασιλείᾳ ἐπιθέσθαι καὶ κρατῆσαι. ἢ τὴν τῆς Κλυταιμνήστρας μοιχείαν. ἢ πάντα. ἵνα καὶ γοργὸς οὕτως εἴη καὶ σεμνὸς ὁ λόγος οὗτος τοῦ Νέστορος. καὶ νῦν μὲν, ἐμήσατό φησι μάλα μέγα ἔργον. μετ' ὀλίγα δὲ ἐρεῖ, ἐκτελέσας μέγα ἔργον. προσθεὶς ἐκεῖ ἀντὶ τοῦ μάλα τὸ, ὃ οὔποτε ἔλπετο θυμῷ. (Vers. 256.) Ἰστέον δὲ ὅτι τὸ μὲν ἔτετμεν, ἀπὸ τοῦ τέμω γίνεται ἀφ' οὗ καὶ ἡ συντομία. ἵνα ᾖ ὡς καὶ ἐν ἄλλοις δηλοῦται, τέμω τμῶ, καὶ ἀναδιπλασιασμῷ, τέτμω. ὅθεν τὸ ἔτετμεν. ἤτοι κατέλαβεν. εὗρε κατ' ἐπιτομὴν δηλαδὴ ὁδοῦ. ποιηταῖς δὲ μόνοις φιλεῖται ἡ λέξις. (Vers. 258.) Χυτὴ δὲ κἀνταῦθα γαῖα, χοώδης. ἡ λυτὴ εἰς ξηρὸν χοῦν. ἀφ' ἧς τὰ τῶν τύμβων χώματα, ἤγουν ἀναχωματισμοὶ τάφων. (Vers. 259.) Τὸ δὲ δάπτειν, πρωτότυπόν ἐστι τοῦ δαρδάπτειν. ὡς καὶ τὸ μαίρειν, τοῦ μαρμαίρειν. ἀπ' αὐτοῦ δὲ, καὶ δαπταὶ αἱ μυῖαι παρὰ Λυκόφρονι. Αἱ δὲ Ἀχαιϊάδες, καὶ τετρασυλλάβως Ἀχαιΐδες λέγονται. ὡς δηλοῖ καὶ τὸ, Ἀχαιΐδα γαῖαν ἱκάνω. (Vers. 262.) Ὅτι ὑπὸ στρατηγῶν πολυπόνων ῥηθήσεται τὸ, ἡμεῖς μὲν κεῖθι πολέας τελέοντες ἀέθλους ἥμεθ'. ὅδ' εὔκηλος ἐποίη τάδε. Καὶ ὅρα ὡς ἀέθλους ἔφη τοὺς ἐν πολέμῳ πόνους διὰ τὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
