Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.130.1
Not analysed yet
τοιαύτης μεταλήψεως, ἐν τῇ Ἰλιάδι γέγραπται. (Vers. 317.) Ὅτι τὰ τῆς Ἀθηνᾶς συμβουλευόμενος καὶ ὁ Νέστωρ τῷ Τηλεμάχῳ, φησί. ἀλλ' ἐς μὲν Μενέλαον, ἐγὼ κέλομαι καὶ ἄνωγα ἐλθεῖν. κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ἐλθέμεν ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὡς οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων μὴ ἔχοντες ὠφελῆσαι, κωλύουσι καὶ τὸ παρ' ἄλλων μαθεῖν. ὁ δὲ Νέστωρ, οὐ τοιοῦτος. δεῖ γάρ φασι τὸν συνετὸν, ἄλλων ἄλλοις μαθημάτων παραχωρεῖν. οὗτος δέ φασιν ὁ τόπος, διὰ τὸν μεν σύνδεσμον ἀνέπεισε τὸν γραμματικὸν Ζηνόδοτον ἐν τῇ α ῥαψῳδίᾳ, γράψαι ὡς καὶ προεδηλώθη, πέμψω δ' ἐς Κρήτην τε καὶ ἐς Πύλον. καὶ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δ' ἐς Κρήτην παρ' Ἰδομενῆα ἄνακτα. ὃς γὰρ δεύτατος ἦλθεν. οἴεται γὰρ ὁ Ζηνόδοτος, κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε παρεσκεύασται πλεύσειν, οἷον, καὶ ἐς Κρήτην, ὅθεν ἐκείνου μὲν τοῦ πλοῦ, ἀποτρέπει. μάλιστα δὲ προτρέπει ἐλθεῖν εἰς τὸν Μενέλαον. ὃς νέον ἐλθὼν, δεύτατος ἦλθεν ὡς προδεδήλωται. ἵνα λέγῃ ὁ Νέστωρ, ὅτι ἐς μὲν Μενέλαον κέλομαι ἀπελθεῖν, εἰς Κρήτην δὲ οὔ. εἰ δὲ τοῦτο καλῶς ὑπενόησεν ὁ Ζηνόδοτος, εἴη ἂν ὁ Νέστωρ τῆς μυθικῆς Ἀθηνᾶς συνετώτερος. Ὅρα δ' ἐν τούτοις ἐν τῷ, ἐγὼ κέλομαι καὶ ἄνωγα. τὸ μὲν ἐγὼ, ἐπικριτικῶς λεχθὲν ἀξιωματικώτερον. τὸ δὲ κέλομαι καὶ ἄνωγα, παραλληλίαν ταυτολογικὴν ἔχοντα κατά τι καὶ αὐτὰ ἀξίωμα. (Vers. 320.) Τὸ δὲ ἀποσφήλωσιν ἄελλαι, ἀντὶ τοῦ ἀποπλανήσωσιν ὁδοῦ. εἴωθε γὰρ τὸ σφάλλειν ἐμπόδιον ὁδοῦ σημαίνειν. οὗ διόρθωσις, τὸ ἀνασφάλλειν. (Vers. 322.) Τὸ δὲ αὐτόετες, ἀντὶ τοῦ δι' ὅλου ἔτους. ἐν ὑπερβολῇ δὲ ὁ λόγος, διὰ τὸ τοῦ πελάγους ἀχανές. ἀληθῶς γὰρ οὐκ ἀπέραντον ἐκεῖνο, εἴγε κατὰ τὸν ποιητὴν δυνατὸν ἀπὸ Κρήτης πεμπταίους τινὰς Αἴγυπτον ἱκέσθαι. ἔοικεν οὖν τὸ ἀδυνάτως, οὕτως λεχθὲν, ἐπὶ ἐκπλήξει τοῦ μείρακος λεχθῆναι. πῶς γὰρ δι' ὅλου ἔτους οἰωνὸς ἐξαρκέσει πετόμενος ἄπαυστα ὡς ἂν ἐξ ἄκρου εἰς ἄκρον ἵκηται. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι τῇ ταχυτῆτι τοῦ οἰωνοῦ προσέθετο μῆκος χρόνου ὁ Νέστωρ, ὑπὲρ τοῦ ἐμφῆναι τὸ πολὺ τοῦ πελάγους διάστημα. τοῦτο δὲ ποιεῖ, διὰ τὸ ἀκμήν φασι ξενικὰ τὰ χωρία ταῦτα εἶναι τοῖς Ἕλλησιν. Ἰστέον δὲ ὅτι ἔσται πιθανὸς καὶ δυνατὸς ὁ ῥηθεὶς λόγος, εἰ τοιαύτην ἔχει ἔννοιαν. ὅτι οὐκ ἄν τις παρατηρῶν δι' ὅλου ἔτους, ἴδοι ἂν οἰωνὸν διὰ τοῦ τοιούτου πελάγους πετόμενον, διά τε τὸ μέγα, καὶ μάλιστα διὰ τὸ δεινόν. ὡς εἶναί πως τῷ τοιούτῳ λόγῳ, καὶ τὴν θάλασσαν ταύτην ἄορνον. (Vers. 323.) Ὅτι ἐμφαίνει ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ, ἀλλ' ἴθι νῦν σὺν νηῒ εἰ δὲ θέλεις πεζὸς μετὰ δίφρου καὶ ἵππων, ὡς ἠδύνατο μὲν καὶ εἰς Σπάρτην διὰ θαλάσσης πλάσαι ἀπελθεῖν τὸν Τηλέμαχον. ἐπελέξατο δὲ τὸ διὰ ξηρᾶς, χάριν ποικιλίας καὶ ἐξαλλαγῆς ῥητορικῆς. καὶ ἵνα τι καὶ τοπογραφήσῃ. ἔχει δὲ ταῦτα καὶ προαναφώνησιν τῶν ἐφεξῆς. (Vers. 329.) Ὅτι ἑσπέραν φράζει τό, ἠέλιος δ' ἂρ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. συντομώτερον δὲ μετ' ὀλίγα τὸ, ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον. πλατύτερον δὲ τὸ, δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. (Vers. 332.) Ὅτι ἐν τῷ, ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ἔθος παλαιὸν δηλοῖ ὁ ποιητής. μέλλοντες γὰρ κοιμηθῆναι μετὰ θυσίαν οἱ παλαιοὶ, ἔθυον τὰς τῶν ἱερείων γλώσσας κατὰ ἔθος Ἰώνων ἢ Ἀττικῶν, βάλλοντες ἐν πυρί. ἀπένεμον δὲ αὐτὰς ὁσιοῦντες θεοῖς, ἢ τῶν δυσφημιῶν καθαίροντες ἑαυτούς. ἢ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα. ἢ καὶ ὅτι τὰ ῥηθέντα, θεοῖς ἀνετίθεσαν ὡς ἐπιμαρτύρων αὐτῶν λαληθέντα. ἀμέλει καὶ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον, τὴν θείαν οἰωνιζόμενοι ἀκοήν. ἢ καὶ διότι χρὴ τὰ ἐν συμποσίῳ σιγᾶν. ὅθεν καὶ παροιμία, μισῶ μνάμονα συμπόταν. ὅ ἐστι τὸν τὰ ἄξια σιγῆς ἐν μνήμῃ ἔχοντα καὶ ἐκκαλύπτοντα. ἄλλως γὰρ, ἐπαινετέος ὁ τῶν ἀξίων σπουδῆς μεμνημένος συμπότης. καὶ ἀντὶ τῆς χθιζῆς ἑωλοκρασίας, σπουδαίους λόγους ἐξερευγόμενος οὓς χθὲς τὸ συμπόσιον εἶχε τῷ κρατῆρι συμμεμιγμένους. καὶ ἑτέρως δὲ γλῶσσαι θύονται, ἵνα φυλάττοιτο τῇ γλώσσῃ ἐκεῖθεν μόνον τὸ κατ' αὐτὴν καλλιστεῖον, καὶ μὴ ἔχοι κατ' αὐτῆς ὡς ἐπαμφοτεριζούσης, αὐχεῖν ὁ ἐπικρίνας αὐτὴν δύναμιν εἶναι, διὰ τὸ ἐν πολλοῖς τῶν ἀνθρώπων ἀμφοτερόγλωσσον. ἦν δὲ ἐκεῖνος, ὁ ζητηθεὶς τὸ ἐν τοῖς ἱερείοις κάλλιστον καὶ ἀποστείλας γλῶσσαν. εἶτα προσεπιζητηθεὶς τὸ ἐν τοῖς ἱερευομένοις κάκιστον, καὶ πάλιν ἐκπέμψας γλῶσσαν. ὅπερ αἴνιγμα ἦν, τοῦ, πολλοὺς τῇ γλώσσῃ καὶ ὠφελεῖν καλλιστεύοντας, καὶ βλάπτειν δὲ κακύνοντας. ὃ δὴ ἔργον διαβολῆς. δίστομον γὰρ οἷόν τι ξίφος ἡ γλῶσσα. δύναμιν καὶ αὐτὴ τῶν ἐναντίων