# Commentarii ad Homeri Odysseam 1.131.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.131.1

ἔχουσα, τοῦ τε κακύνειν δηλαδὴ καὶ τοῦ ἐπωφελεῖν. καὶ ἄλλως δὲ τὰς γλώσσας ὡσίουν θεοῖς πρὸς ἑσπέραν, ὡς ἤδη σιγήσοντες, καὶ τὴν γλῶσσαν ἀπόθετον φυλάξοντες. διὸ καὶ Ἑρμῇ αὐτὰς ἀνετίθουν ὡς λόγου δοτῆρι. ἴσως δὲ, καὶ διότι πάσης καθά τις ἔφη λογοδιαῤῥοίας ἀπηλλάγησαν, τραπεζοῤῥήτορες ὄντες, ὡς τὰ πολλὰ συμπίπτει τοῖς συμποσιάζουσιν. Ὅτι δὲ καὶ δίχα γλωσσῶν Ἑρμῇ πυμάτῳ σπένδεσκον οἱ Ἀχαιοὶ ὅτε μνησαίατο κοίτου, δηλοῖ καὶ αὐτὸ Ὅμηρος. καὶ ἴσως τοιούτου καιροῦ ἦν καὶ ὁ παρὰ τοῖς ὕστερον πότιμος Ἑρμῆς περὶ οὗ ἱστορῶν ὁ δειπνοσοφιστὴς, λέγει ὅτι ἑρμῆς, εἶδος πόσεως παρὰ Στράτιδι. ὡς δὲ ἡ ἐπὶ Διονυσίῳ σπονδὴ ἶσον ἴσῳ κεκραμένον οἶνον ὕδατι κατὰ τὸν κωμικὸν εἶχεν, ἑτέρωθι δεδήλωται. ἑτεροία πάντως οὖσα παρὰ τὰς καθ' Ὅμηρον εἰπεῖν, ἀκρήτους ἤγουν ἀκράτους. εἰ δὲ πρὸς τὰς τοιαύτας, διάφοροί τινες ἦσαν αἱ κατ' Αἰσχύλου σπονδαὶ χαλίκρητοι, ζητητέον. τοιαῦται δὲ, αἱ ἐπὶ Διονυσίῳ κραθεῖσαι. χάλις γάρ φασιν, ὁ Διονύσιος. ἐξ ἐκείνου δὲ, καὶ ὁ ἄκρατος οἶνος. ὅθεν καὶ χαλιμὰς γυνὴ κατὰ τοὺς παλαιοὺς, ἡ ὑπὸ μέθης χαλωμένη τὸ σῶμα. καὶ ταῦτα μὲν οὕτω. Γλώττης δὲ, οὐ μόνον τὸ καταγλωττίζεσθαι παράγωγον, ἀλλὰ καὶ ὁ ἐγγλωτογάστωρ, ἤγουν ἀπὸ γλώσσης διατρεφόμενος, πρός τινα ὁμοιότητα τοῦ ἐγχειρογάστορος. ἔτι δὲ καὶ ὁ γλώσσασπις. ἤτοι ὁ τῇ γλώσσῃ ὁποίᾳ καί τινι προβολῇ χρώμενος διὰ τὸ στωμύλλεσθαι ἀναιδέστερον. ὁ δ' αὐτός φασι, καὶ κρότημα ἐλέγετο. καὶ κρόταλον. καὶ δοῖδυξ. καὶ τορύνη. καὶ βορβοροτάραξις. καὶ πολυκυλίνδητος. καὶ τρύπανον. ὅπερ ἐμφαίνει καὶ Ἀριστοφάνης ὅπου τρύμην θηλυκῷ γένει τὸν τοιοῦτον ἄνδρα ἔφη. Σημείωσαι δ' ἐν τούτοις, ὅτι τε τὸ τρύπανον, καὶ κίναιδον σκώπτει ἐν τῷ, τρύπανον αἰπολικὸν, ὃ παρὰ Καλλιμάχῳ κεῖται. καὶ ὅτι οὐ μόνον κυλίνδω βαρυτόνως καθ' Ὅμηρον ὡς πολλαχοῦ φαίνεται, ἀλλὰ καὶ περισπωμένως κυλινδῶ κυλινδήσω. ὅθεν ὁ ὡς ἐῤῥέθη πολυκυλίνδητος. Ὅτι δὲ ἐκ τῆς ζωϊκῆς γλώσσης μετηνέχθησαν καὶ αἱ κατὰ τοὺς αὐλοὺς γλῶσσαι, καθωμίληται. ἐπὶ τούτοις, πάλιν ἰστέον ὅτι ὡσιοῦντο γλῶσσαι, καὶ ἵνα φήμας ἀκούωσιν ἀγαθὰς αἷς λαλουμέναις ἡ γλῶσσα καθυπουργεῖ. Ἑρμῇ δὲ αὐτὰς ἔθυον, ὡς τοῦ λέγειν ἐφόρῳ. διὸ καὶ ὁ κωμικὸς δύσφημά τινα τοῦ Ἑρμοῦ εἰπόντος, ἐξονειδίζει λέγων. ἡ γλῶσσα, τῷ κήρυκι τούτων γίνεται. ὅπερ ὅμοιόν ἐστι τῷ, εἰς μάτην αἱ γλῶτται θύονται τῷ τὰ τοιαῦτα κηρύσσοντι. ἐν δὲ παλαιῷ ὑπομνηματισμῷ φέρεται καὶ συμβολικῶς εἰρῆσθαι τὸ, ἀλλ' ἄγε τάμνετε μὴν γλώσσας. ἵνα λέγῃ, ἀλλ' ἄγε σιγῶμεν πεισθέντες νυκτί. εὔηθες γάρ φασι τὸ λέγειν, σύντεμε τοὺς λόγους. ὅθεν διὰ τοῦ ἐθίμως τέμνειν γλώσσας, ᾐνίξατο καὶ αὐτό. λέγει δὲ καὶ τὸ σχόλιον ἐκεῖνο, καὶ ὡς ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρηκεν ὁ ποιητὴς τὸ ἔθιμον. καὶ ὅτι Ἀττικὸν τὸ ἔθος, λαβὸν τὴν ἀρχὴν ἐντεῦθεν. ὁ δὲ δειπνοσοφιστὴς εἰπὼν ὅτι αἱ γλῶσσαι νέμονται τῷ Ἑρμῆ διὰ τὴν ἑρμηνείαν, καὶ ὅτι ἔσπενδον οἱ παλαιοὶ ἀπὸ τῶν δείπνων ἀναλύοντες, προσιστορεῖ καὶ ὅτι τὰς τοιαύτας σπονδὰς ἐποιοῦντο Ἑρμῇ, καὶ οὐχ' ὡς ὕστερον, Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. Ἔτι ἰστέον καὶ ὅτι ἔχει τις ποτὲ ἀστεϊζόμενος ἐπιτραπέζια, εἰπεῖν, τὸ, ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας κεράασθε δὲ οἶνον, καὶ ὅτε τυχὸν γλῶσσαι ταριχευταὶ κελεύονται παρατίθεσθαι. Τάμνετε δὲ γλώσσας, ἀντὶ τοῦ θύετε. Ἰώνων δὲ ἡ λέξις ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅτι δὲ καὶ ἐκαίοντο αἱ ῥηθεῖσαι γλῶσσαι μετὰ σπονδῆς δηλοῖ τὸ, γλώσσας δ' ἐν πυρὶ βάλλον ὅ ἐστιν ἐτίθουν. ἀνιστάμενοι δ' ἐπέλειβον. ὡς δ' ἡ ζωϊκὴ γλῶσσα καὶ μάλιστα ἡ κατ' ἄνθρωπον, ἀπομερίζει ἑαυτῆς τὴν κατὰ διάλεκτον ὡς τὸ, γλῶσσ' ἐμέμικτο, δηλοῖ καὶ ὁ γράψας ἐν τῷ περὶ τῶν πέντε διαλέκτων, ὅτι γλῶσσα ἐστὶν, ἰδίωμα διαλέκτου. τὰ δὲ ἐκ τῆς γλώττης οἷον ἡ γλωσσαλγία. τὸ καταγλώττισμα. αἱ τῶν αὐλῶν γλῶτται. ὁ ἐγγλωττογάστωρ. καὶ τἄλλα, εἰς κοινὴν χρῆσιν τετρίφαται. Ὅτι δὲ λείβειν, ταυτόν ἐστι τῷ σπένδειν, δηλοῖ ἐπαγαγὼν εὐθὺς τὸ, αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός. τοῦτο δὲ, καὶ πόσεώς ἐστιν αὐτάρκους δηλωτικόν. δῆλον δὲ πολλαχόθεν, ὡς ταυτόν ἐστι, λείβειν καὶ εἴβειν. καὶ ὡς Ἰώνων καὶ Αἰολέων ἐστὶ τὸ εἴβειν ἐκ τοῦ λείβειν. καθὰ καὶ τὸ αἰψηρὸς ἐκ τοῦ λαιψηρός. καὶ ὡς ἐκ τοῦ λείβειν μὲν, λείβηθρα τόπος ὕδασι κατάῤῥυτος χρηστοῖς. οὗ ἐθνικὸν οἱ λειβήθριοι. ἐκ δὲ τοῦ εἴβειν, εἴβιμος ὁ στάζων. καθὰ καὶ ἐκ τοῦ ἀμείβειν, θηλυκὸν ἡ ἀμειβώ. ἑτεροιουμένη πρὸς τὴν ἀμοιβὴν καὶ τὰ κατ' αὐτὴν ὅσα τὴν οι δίφθογγον ἔχουσιν. Ἰστέον δὲ ὅτι καὶ δίχα τῆς ἐπὶ ταῖς γλώσσαις σπονδῆς καὶ πόσεως, ἦν τι ποτήριον ὡς ἱστορεῖ Αἴλιος Διονύσιος, ἀγαθοῦ δαίμονος λεγόμενον, τὸ μετὰ ἄρσιν τραπεζῶν προσφερόμενον. καὶ ἄλλως δὲ ἦν φασὶν ἀγαθὸς δαίμων, ᾧ μετὰ ἄρσιν τραπεζῶν ἔπινον. (Vers. 334.) Ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
