Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.132.1
Not analysed yet
παρακέλευσμα εἰς ὕπνον τὸ, κοίτοιο μεδώμεθα, τοῖο γὰρ ὥρη. δηλοῖ δὲ ὁ κοῖτος μὲν τὴν κοίτην. αὐτὴ δὲ, τὴν ἀνάκλισιν δι' ἧς ὕπνος περιγίνεται. (Vers. 336.) Ὅτι ἐν τῷ, οὐ δὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἤγουν οὐ χρὴ ἐπὶ μακρὸν ἐν θυσίᾳ καθῆσθαι καὶ διατρίβειν τὸ συμπόσιον, αἴτιον τοῦ λόγου, εὐλάβεια μὴ καὶ εἰς κακόν τι ἐξενεχθῶσιν οἱ πίνοντες μεθυσθέντες καὶ τὴν θυσίαν αἰσχύναντες. ἐν μὲν γὰρ ἑορταῖς εἴθισταί φασι καταπαννυχίζειν. ἐν δὲ θυσίαις, οὐχ' ἥρμοσε διατρίβειν νύκτωρ πίνοντας, μὴ τοῦ πότου προκόπτοντος συμβῇ τι ἄτοπον. λέγεται δὲ καὶ ὅτι τοῖς ἐπουρανίοις μεθ' ἡμέραν ἔθυον. διὸ τὰς δειλινὰς θυσίας οἱ μάντεις παραιτούμενοι, ἀνίσχοντος ἡλίου ἐπετέλουν αὐτάς. Ἀθήναιος δὲ γοργῶς εἰπὼν ὡς καὶ νῦν δὲ νόμος ἔκ τινων θυσιῶν πρὸ ἡλίου δύνοντος ἀπιέναι, λέγει καὶ ὅτι διδάσκει ἡμᾶς Ὅμηρος, δεῖν τοὺς κεκλημένους ἐφ' ἑστίασιν, παρακαλεῖν τοὺς κεκληγότας ἀπανίστασθαι, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον. καὶ Ἀθηνᾶ προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. εἰσηγουμένη γνωμικῶς, ὡς ἐν θεῶν ἑορταῖς οὐχ' ὅσιον πλέον χρόνον παραμένειν. (Vers. 345.) Ὅτι καὶ ἐνταῦθα τὸ, καθαπτόμενος ἐπέεσσιν, ἀντὶ τοῦ φιλοφρονούμενος. ὅπερ ἐντελέστερον ἔχει ἐν τῷ, μαλακοῖς καθαπτόμενος ἐπέεσσιν. (Vers. 346.) Ὅτι τὸ, θεὸς τό γ' ἀλεξήσειεν, ὅμοιόν ἔστι τῷ, μὴ γένοιτο. ὅπερ ἐν ἄλλοις ἐρεῖ, μὴ τοῦτο θεὸς τελέσῃ. Σημείωσαι δὲ ὅτι ὁ Νέστωρ ἐνταῦθα εἰπὼν, Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἑξῆς, ἐνστατικῶς ἀπείπατο, ἐάσαι τὸν Τηλέμαχον εἰς τὴν νῆα ἐλθεῖν. Ὁμήρου καὶ τοῦτο καταστήσαντος εὐμεθόδως εἰς τὸ καὶ πιθανὸν καὶ ἔνδοξον. οὔτε γὰρ ἐχρῆν τοὺς βασιλικοὺς παῖδας ἐάσαι κοιμηθῆναι ἐπὶ τῶν τῆς νηὸς ἰκρίων ὡς αὐτὸς ἐρεῖ, ἀλλὰ μαλακὰς εὐνὰς ὑποστρῶσαι εἰς πλούτου ἐπίδειξιν. καὶ τὸν τῆς Ἀθηνᾶς δὲ τεράστιον ἀφανισμὸν ἐν σχήματι φήνης, ἔδει οὐκ ἐν ἀπανθρώπῳ γενέσθαι τόπῳ, ἀλλ' ἐπὶ πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν. οἳ καὶ θαμβήσουσι καὶ ὕλην ἀξίαν λόγου τῷ ποιητῇ δώσουσι. Τὸ δὲ Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὕτω γὰρ ἡ Ὁμηρικὴ φράσις ἔχει, ἀρχήν τινα ὑποβάλλει τοῦ ἀλεξίκακον τὸ θεῖον λέγεσθαι. (Vers. 348.) Ὅτι ἀνείμονος ἠὲ πενιχροῦ εἰπὼν εἶτα ἑρμηνεύων τὰς λέξεις, φησίν. ᾧ οὔτε χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ, οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. Καὶ ἔστι ταῦτα ὁρισμὸς ἀνείμονος καὶ πενιχροῦ. τοιοῦτος γὰρ πάντως ὁ μὴ ἔχων χλαίνας καὶ ῥήγεα πολλὰ, ὡς αὐτόν τε καὶ τοὺς ξεναγωγουμένους, μαλακῶς ἐγκοιμᾶσθαι. τούτων μέντοι τὸ ἀνάπαλιν δηλοῖ ὁ Νέστωρ ἐν τῷ, αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. (Vers. 349.) Ῥῆγος δὲ, τὸ βαπτὸν ἱμάτιον ἢ ὕφασμα. ἢ καὶ ἄλλως ῥήγεα, τὰ περιστρώματα καὶ πάντα τὰ βαπτὰ, παρὰ τὸ ῥῆξαι ὅ ἐστι βάψαι κατὰ γλῶσσαν ὥς φασιν οἱ παλαιοί. (Vers. 350.) Τὸ δὲ μαλακῶς ἐνεύδειν, ἑτεροῖόν ἐστι τοῦ ἐπὶ στιβάδος εὕδειν. ἐκείνη γὰρ ὡς τὰ πολλὰ οὐ μαλακή. Ἰστέον δὲ, ὡς εἰ καὶ ὁ Νέστωρ αὐχεῖ χλαίνας ἔχειν καὶ ῥήγεα καὶ λοιπά τινα τοιαῦτα, ὅπερ εἰκὸς καὶ ἄλλοις εἶναι εἰπεῖν τῶν κατ' αὐτὸν ἡρώων, ἀλλὰ Τελλίας ὁ Ἀκραγαντῖνος, πολλῷ τῶν τοιούτων ἁπάντων ὑπερφέρει. ὅς φασι φιλόξενος ὢν, πεντακοσίοις ἱππεῦσι καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. Καὶ σημείωσαι κἀνταῦθα ὡς ἔστι διαφορὰ χιτῶνος καὶ ἱματίου. ἔτι ἰστέον ὡς εἰ καὶ ὁ Τελλίας οὕτως ἦν ὡς εἴρηται πολυτελὴς, ἀλλὰ οἱ παλαιοί φασι στρωμνὰς εἰδέναι διαπρεπούσας, τὴν Ἀρήτην καὶ τὸν Νέστορα. ἱστοροῦντες, καὶ ὡς εὐφόρει καὶ Κόρινθος περὶ τὰ στρώμματα. οἷς σύστοιχόν ἐστι καὶ τὸ ὄνομα τοῦ στρώτου. ὃς πάλαι μέν ποτε ἁπλούστερον διέκειτο εἴ τε ἀνὴρ ἦν εἴ τε γυνή. παρὰ δὲ τοῖς ὕστερον, πάνυ ἐσπούδαστο. πρῶτοι δέ φασι Πέρσαι στρώτας ἐφεῦρον ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. καὶ τοῦτο δῆλον ἐκ πολλῶν ἱστοριῶν. χωρίζεται δέ φασιν ἡ τῶν στρωμάτων σύνθεσις, περιβολῇ καὶ ὑποβολῇ. ἤγουν τοῖς ὑποστρώμασιν ἃ ὑποβάλλονται, καὶ τοῖς ἐπικειμένοις σκεπάσμασιν. Ὅτι ἴκρια νῦν μὲν, καταστρώματα νηός. ταυτόν δ' εἰπεῖν σανιδώματα, ὡς δηλοῖ τὸ, νηὸς ἐπ' ἰκριόφιν καταλέξεται. λέγονται δὲ ἴκρια, καὶ τὰ ἐγκοίλια τῆς νηός. καὶ τοῦ καταστρώματος δὲ τὸ ἐν τῇ πρύμνῃ μέρος, ἔνθα ὁ τοῦ κυβερνήτου τόπος. καὶ ὁ ἱστὸς δὲ τῆς νηός. ὅθεν τὸ κέρας ἐπίκριον. δῆλον δὲ, ὡς οἱ ναυτικοὶ ἐπὶ τῶν ῥηθέντων καταστρωμάτων κοιμῶνται. Ἰστέον δὲ ὅτι ἴκρια προπαροξυτόνως ἐλέγοντο καὶ τὰ ἐν τῇ ἀγορᾷ ἀφ' ὧν ἐθεῶντο τὸ παλαιὸν τοὺς Διονυσιακοὺς ἀγῶνας πρινὴ σκευασθῆναι τὸ ἐν Διονύσου θέατρον. ὅτι δὲ τὰ τοιαῦτα θέατρα θάλασσα κοίλη ἐλέγοντο, Παυσανίας δηλοῖ. (Vers. 355.) Ὅτι Ἀττικὸν τὸ, ξείνους ξενίζειν, ὅς τις ἐμὰ δώμαθ' ἵκηται. ὡς μετ' ὀλίγα τὸ, κρητῆρα ἐκέρασε καὶ κρητῆρα κεράσατο. καὶ ὅλως ἡ συνεκ-