# Commentarii ad Homeri Odysseam 1.133.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.133.1

φώνησις τοῦ ῥήματος καὶ τοῦ ἐξ αὐτοῦ γινομένου ὀνόματος. Τὸ δὲ ὅς τις ἵκηται, ἀσφαλῶς ἐπῆκται. οὐ γάρ ἐστι πάντας ξενίζειν ἀνθρώπους, ἀλλ' ἀγαπητὸν εἰ καὶ ὃς ἂν ἵκηται. (Vers. 357.) Ὅτι ἔπαινος εὖ εἰπόντος γέροντος τὸ, εὖ δὴ ταῦτά γ' ἔφησθα γέρον φίλε. (Vers. 358.) Ὁ δὲ παρακαλῶν εἰς πειθὼ, εἴποι ἂν ὡς ἔοικε πείθεσθαι, ἐπεὶ κάλλιον οὕτως. (Vers. 364.) Ὅτι τῷ Τηλεμάχῳ φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες ὁμηλικίῃ μεγαθύμου. Τηλεμάχοιο, ἧλιξ γάρ φασιν ἥλικα τέρπει. καὶ τοῦτό ἐστι τὸ ἐξαρτύσαν τὸν πλοῦν τῷ Τηλεμάχῳ, ἡ τῶν ἡλικιωτῶν ὡς καὶ προεδηλώθη φιλία. ἦσαν δὲ ἂν αὐτοὶ οὐδὲν, εἰ μὴ καὶ ὁ γέρων Μέντωρ ἐφείπετο, ὁ εἰπὼν ἐνταῦθα ὅτι οἶος μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι. ὃς τὴν ἐεικόσορον κατεκέρασεν εἰς φρόνησιν, εἷς αὐτὸς τοῖς εἴκοσιν ἀναμιγεὶς κατὰ τὸ ἐν τοῖς ἐφεξῆς κράμα τοῦ Μαρωνείτου οἴνου. ὃ ἑνὶ μέτρῳ, εἴκοσιν ἀνὰ ὕδατος μέτρα ἐκίρνα. (Vers. 366.) Ὅτι εἰς Καύκωνας τοὺς Πελοποννησίους δηλαδὴ, πλάττεται νῦν ἀπελεύσεσθαι ἡ τοῦ μύθου Ἀθηνᾶ, οὓς καὶ μεγαθύμους καλεῖ. ἔνθα χρεῖός μοι, φησὶν, ὀφέλλεται οὔτι νέον γε οὐδ' ὀλίγον, ἵνα δηλαδὴ ἀμελήσω τούτου ὡς ἢ ἔναγχος ἐκδανεισθέντος ἢ ὀλίγου ὄντος. (Vers. 367.) Τὸ δὲ ὀφέλλεται, ἁπλούστερον μὲν, νοεῖται ἀντὶ τοῦ ὀφείλεται, ἔτι δὲ νοῆσαι, καὶ ἀντὶ τοῦ αὔξεται, ὅ πέρ ἐστι τοῦ τόκου ἀφορμή. πάντως γὰρ τὸ χρέος ὀφελλόμενον ἐγκυμονεῖ ὥσπερ τὸν ἐσύστερον τόκον. τοῦ δὲ ὀφέλλειν ἔστι καὶ ὄνομα παρὰ τῷ Ὀππιανῷ, τὸ, ὀφέλλιμος. ὅ τινες ὀφέλσιμος ἔγραψαν Αἰολικώτερον. ἕτεροι δὲ περὶ Καυκώνων φασὶν, ὅτι ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος ἐκλήθησαν, οὗ μνῆμα ἦν ἐν τῇ Λεπρεατικῇ, κείμενοι ἐν τῇ Τριφυλίᾳ μεταξὺ Ἠλείας καὶ Πύλου. ὁ δὲ γεωγράφος εἰπὼν ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται νῦν πάντοθεν τελέως, προσιστορεῖ καὶ ὅτι ποταμός ἐστιν ἐν Δυμαίᾳ Καύκων λεγόμενος θηλυκῶς, ἀφ' οὗ οἱ Καύκωνες. πλάνητες τὸ ἔθνος τοῦτο καθὰ καὶ τὸ Πελασγικὸν φῦλον. ἔτι δὲ καὶ τὸ τῶν οὕτω κληθέντων Λελέγων, διὰ τὸ συλλέκτους εἶναι φασὶ καὶ μιγάδας. ἢ ἀπὸ Λέλεγος, οὗ θυγατριδοῦς ὁ Τηλεβόας, ᾧ παῖδες εἰκοσιδύο γενέσθαι λέγονται. Ὅτι δὲ πλάνητες καὶ οἱ Καύκωνες, δῆλον. καὶ ὅτι οὐ μόνον Ἀρκαδικοὶ οὗτοι Καύκωνες, ἀλλὰ καὶ ἐκ Παφλαγωνίας, Τρώων σύμμαχοι, ὅμοροι Μαριανδινοῖς, ἐφεξῆς τῇ ἐκεῖ παραλίᾳ μέχρι παρθενίου ποταμοῦ. καὶ τῶν τοιούτων Καυκώνων, ἔστι πόλις τὸ Τήϊον. Οὐκ ἐθέλει δέ φασιν ἡ Ἀθηνᾶ συναφικέσθαι τῷ Τηλεμάχῳ εἰς Σπάρτην, διότι γάμους ἐτέλει ὁ Μενέλαος τοῦ υἱοῦ καὶ τῆς θυγατρός. ἀλλοτρία δέ φασι τούτων ἡ Ἀθηνᾶ. (Vers. 371.) Ὅτι ἔπαινος ἵππων τὸ, ἵππους οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. (Vers. 372.) Ὅτι ἀετώδης ἡ φήνη ὡς δηλώσει ἐν τοῖς ἑξῆς που καὶ ὁ ποιητὴς ἐν τῷ, οἰωνοὶ φῆναι αἰγυπιοὶ γαμψώνυχες. ἀετοῦ γὰρ εἶδος οἱ αἰγυπιοί. ταύτῃ τὴν Ἀθηνᾶν ὁ ποιητὴς εἰκάζει ὅτε ἀπέβη ἐκ τῆς Πύλου. καὶ ἔστι σεμνότερον τοῦτο τοῦ, ὄρνις δ' ὣς ἀνόπαια διέπτατο. φήνη γὰρ παρὰ τὸ φαίνειν ἔοικε παρῆχθαι. φωσφόρος δὲ ἡ Ἀθηνᾶ. ὅτι δὲ καὶ φιλότεκνον ἡ φήνη, δηλοῦσιν οἱ παλαιοί. Ὅτι ἐκπλήξεως παραστατικὸν τὸ, θάμβος δ' ἕλε πάντας. θαύμαζεν δ' ὁ γεραιὸς ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἔστι δὲ καὶ μέχρι νῦν λέγειν πρὸς τὸν αἴφνης ἀσυντάκτως ὑποχωροῦντα, ὡς οὐχ' οὕτως ἡ Ὁμηρικὴ Ἀθηνᾶ φήνης ἀναλαβοῦσα πτερὰ ἐξ ὀφθαλμῶν ᾤχετο, ὡς σὺ σεαυτὸν ἠφάνισας ἐξ ἡμῶν. (Vers. 375.) Ὅτι τὸ, ἆ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι εἰ δή τοι νέῳ ὧδε θεὸς πομπὸς ἕπεται, θεοφιλεῖ ἀνδρὶ ἐπιλεχθήσεται παρῳδηθέν. τὸ μέντοι Ὁμηρικὸν, θεοὶ πομπῆες ἕπονται. λέγει γὰρ Ἰωνικῶς πομπεὺς, ὁ πομπός. ὥσπερ ὁ Αἰθίοψ, Αἰθιοπεύς. καὶ ὁ ἄριστος, ἀριστεύς. καὶ ὁ ἡνίοχος, ἡνιοχεύς. καὶ ὁ ἡγεμὼν, ἡγεμονεύς. (Vers. 373.) Θαυμάζει δέ φασιν ὁ γέρων, οὐ τὴν ἐπιφάνειαν τῆς Ἀθηνᾶς, πολλὰς γὰρ ὡς εἰκὸς ἐναργείας θεῶν ἑώρακεν, ἀλλ' ὅτι οὕτω νεωτέρῳ τῷ Τηλεμάχῳ παρῆν θεός. (Vers. 375.) Τὸ δὲ ἔολπα, γίνεται ἀπὸ τοῦ ἔλπω ἔλψω, μέσος παρακείμενος ὄλπα κατὰ κανόνα τὸν τρέποντα τὸ ε τοῦ δισυλλάβου μέλλοντος εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ. εἶτα κατὰ Ἀττικὸν πλεονασμὸν, ἔολπα. ἵνα σχῇ ὁ παρακείμενος αὔξησίν τινα. τὸ δ' ὅμοιον, καὶ ἐπὶ τοῦ ἔοργα ὡς ἀπὸ τοῦ ἔργω ἐνεστῶτος. αὐτὸ μέντοι καὶ ἄλλως κανονίζουσιν οἱ παλαιοί. ῥέζω γάρ φασι ῥέξω. μέσος παρακείμενος ἔρογα. καὶ μεταθέσει, ἔοργα. καὶ ταῦτα μὲν, ποιητικώτερα. ὥσπερ καὶ τὸ ἧκεν ἕηκεν. ὅθεν τὸ ξυνέηκε καὶ ἐφέηκε. τὸ δὲ ἔοικεν, ἐξορθοῦ κοινὸν Ἀττικόν. Ὅτι δὲ τὸ ἔοργα καὶ ἐκ τοῦ ἐέργω κανονίζουσί τινες, ἀλλαχοῦ ἐδηλώθη. καὶ εἰκὸς οὕτω παρῆχθαι καὶ τὸ ἔολπα ὡς ἀπὸ τρισυλλάβου ἐνεστῶτος τοῦ ἐέλπω. (Vers. 378.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα ἡ Ἀθῆνα ἀγελείη μὲν, ἡ ἄγουσα λείαν, ὡς ληῖτις

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
