# Commentarii ad Homeri Odysseam 1.134.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.134.1

ἡ ἄγουσα λεὼν, τουτέστι λαόν. Τριτογένεια δὲ, ἢ ὡς ἐκ τριτοῦς κατὰ Κρῆτας ὅ ἐστι κεφαλῆς τῆς τοῦ Διὸς γεννηθεῖσα. ἢ ὡς ἐν τρίτῃ μηνός. ἢ ἐκ Τρίτωνος Λιβυκοῦ ποταμοῦ. ἢ καὶ ἄλλως ὡς ἐν Ἰλιάδι γέγραπται. ὅτι δὲ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα ἔθυον, ἐγράφη καὶ τοῦτο ἐκεῖ. Τὸ δὲ ἀγελείη Τριτογένεια, γράφεται καὶ κυδίστη Τριτογένεια, ὑφ' ἧς ὁ Νέστωρ τὸν Ὀδυσσέα τιμᾶσθαι φησίν. ὃν καὶ πρὸ τούτων ἀναφανδὰ θεοῖς εἶπε φιλεῖσθαι. ὅπερ τὸ θεοφιλές τε δηλοῖ τοῦ ἀνδρὸς, καὶ τὴν ἄκραν σύνεσιν, ἣν καὶ ἡ Ἰλιὰς ἐπεμαρτύρησεν. ἐντεῦθεν δὲ μίμησιν ὁ Σοφοκλῆς λαβὼν πλάττει ὡς καὶ ἐκ μόνης φωνῆς Ὀδυσσεὺς ἐγνώριζε τὴν Ἀθηνᾶν. (Vers. 380.) Ὅτι εὐκτικὸς λόγος πρὸς μέγα πρόσωπον τὸ, ἀλλὰ ἄνασσ' ἵληθι, ἢ ἀλλὰ ἄναξ. δίδωθι δέ μοι κλέος ἐσθλόν. τοῦ δὲ ἵληθι, ὃ καὶ ἵλαθι λέγεται, οὐκ ἀπέοικε τὸ ἱλήκοις, ἀντὶ τοῦ, ἵλεως εἴης. Ἰστέον δὲ ὅτι στρυφνῶς μὲν καὶ ὑποδυσκόλως, βούλεται δ' οὖν ὁ δειπνοσοφιστὴς τὸ ἵληθι καὶ τὰ τούτῳ σύστοιχα τὸν ἱλαρὸν καὶ τὸν ἵλεων, καὶ ὅσα τοιαῦτα, παρὰ τὸ ἵεσθαι παρῆχθαι, οὗ σύνθετον τὸ μεθίεσθαι, γράφων οὕτω. παρὰ τὸ μεθίεσθαι τοὺς παλαιοὺς εἰς εὐφροσύνην καὶ ἄνεσιν ἐν τῷ τιμᾶν τὸ θεῖον, τὸ μὲν ποτὸν, ἐκαλεῖτο μέθυ, καθ' ὃ δηλαδὴ μεθιέμεθα. καὶ ὁ τοῦτο δοὺς θεὸς, μεθυμναῖος. καὶ λυαῖος. καὶ εὔϊος. καὶ ἤϊος. ὡς καὶ ὁ μὴ σκυθρωπὸς καὶ σύννους, ἱλαρός. διὸ καὶ τὸ δαιμόνιον, ἵλεον ἠξίουν εἶναι, ἐπιφωνοῦντες ἱὴ ἱή, ὅθεν καὶ ἱερὸν, ὁ τόπος ἐν ᾧ τοῦτο ἔπραττον. Ἰστέον δὲ ὅτι τὸ ἵληθι δόξοι μὲν ἂν θέμα ἔχειν ἀνέξοιστον τὸ ἵλημι, ὅθεν γενοιτ' ἂν, ὥσπερ φὰς φάντος φάθι. βὰς βάντος βάθι. οὕτω καὶ ἱλὰς ἱλάντος, ἵλαθι. καὶ τροπῇ, ἵληθι ὡς βᾶθι βῆθι. δύναται δὲ καὶ ἄλλως ἀπὸ τοῦ ἱλάω ἵλαον ἵλαες ἵλαεν, ὅθεν τὸ προστακτικὸν ἵλαε γενέσθαι, λόγῳ μεταπλασμοῦ, ἵλαθι. Ὅθεν τὸ ἵληθι. ἵνα ᾖ ὡς κλῦε κλῦθι, οὕτω καὶ ἵλαε ἵλαθι. οὐκ ἄδηλον δὲ ὅτι τοῦ ἱλάω πολλά εἰσι παράγωγα. ἱλαρός. ἵλαος. καὶ εἴ τι ἄλλο. καὶ αὐτὸ δὲ τὸ ἱλάσκω. οὗπερ οὐκ ἔστι κίνησις ἐπέκεινα παρατατικοῦ, καθὰ οὐδὲ τῶν ἄλλων θεμάτων ὅσα λήγουσιν εἰς τὴν κω συλλαβὴν ἧς πρόκειται τὸ σίγμα. δῆλον γὰρ ὅτι καθὰ τὰ διὰ τοῦ ανω ῥήματα, οὕτω καὶ τὰ διὰ τοῦ ασκω καὶ ησκω διὰ τοῦ ἦτα, καὶ ισκω διὰ τοῦ ἰῶτα, μέχρι παρατατικοῦ κινοῦνται πανταχοῦ. οἷον μανθάνω ἐμάνθανον. διδάσκω ἐδίδασκον. θνήσκω ἔθνησκον. ἐΐσκω ἤϊσκον. καὶ οὕτω μὲν ταῦτα. (Vers. 381.) Τὸ δὲ δίδωθι, ἔκτασιν ἔχει συνήθη τῆς παραληγούσης. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ διδοὺς διδόντος συστέλλεσθαι ὤφειλεν. ἐνταῦθα δὲ εἰ καὶ δῶρα γάμου ἔχει ὁ εὐχόμενος, προσθήσει καὶ τὰ ἐφεξῆς, αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι. εἰ δὲ δεισιδαίμων ἐνταῦθά τε καὶ ὅλως ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καθὰ μυριαχοῦ φαίνεται, ὅμως νοητέον, ὅτι ἐνθύμιον ἔχει θείας δυνάμεως. ὃ δηλοῖ ἀριδήλως καὶ ἐν τῷ, πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι. εἰ δὲ ἐν τοῖς ὕστερον ἄθεοι ἀπέβησαν Διαγόρας ὁ Μιλήσιος. καὶ Εὐήμερος ὁ Μεσσήνιος. καὶ Διογένης ὁ Φρύξ. καὶ Ἵππων. καὶ Σωσίας. καὶ Ἐπίκουρος, διδότωσαν εὐθύνας ὁποίας οὐκ ἂν ἁλωτὸς εἴη Ὅμηρος. (Vers. 382.) Ὅτι ὁ Νέστωρ ὑπισχνεῖται ῥέξειν τῇ Ἀθηνᾷ, βοῦν ἤνιν. εὐρυμέτωπον. ἀδμήτην. τουτέστιν ἀδάμαστον. καὶ ὡς ὁ Ὅμηρος ἐνταῦθα φησὶ, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. ἵνα μή τις νοήσῃ ἀδμήτην, ἣν οὔπω ταῦρος ἐπιβὰς ἐδάμασεν. ἡ δὲ τοιαύτη καὶ ἠκέστη ἐν ἄλλοις ὅ ἐστιν ἀκέντητος. καλοῦσι γὰρ κατὰ Παυσανίαν βόας ἠκέστας, φορβάδας. ἀδαμάστους. νομάδας. (Vers. 384.) Θύσει δὲ τοιαύτην βοῦν, χρυσὸν κέρασαι περιχεύας. ἵνα εἴη οὕτω χρυσόκερως ἡ τοιαύτη βοῦς. (Vers. 382.) Ἤνιν δὲ, τὴν ἐνιαυσιαίαν λέγει. τὴν ἐνὸς μόνου ἔνου. ἀφ' οὗ καὶ ἡ διὰ τοῦ η γραφὴ κατὰ τροπὴν τοῦ ε. ἄλλως ἤπερ ἔχει ἡ παρὰ Λυκόφρονι παρὰ τὴν ἶνα ἶνις ἤγουν υἱός, οἰκεία δὲ ἡ τοιάδε βοῦς τῇ καὶ ἀεὶ νεαζούσῃ Ἀθηνᾷ καὶ ἄζυγι. τὸ δὲ ἤνιν ὅτι ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ὁ μετρικὸς δηλοῖ ποδισμός. Τὸ δὲ εὐρυμέτωπον, κοινὸν ἐπίθετον βοός. (Vers. 386.) Ὅτι οὐ μόνον ἄρχειν ὁδοῦ καὶ ἡγεῖσθαι, ἀλλὰ καὶ ἡγεμονεύειν φησὶν ὁ ποιητής. Νέστωρ γοῦν ἐνταῦθα ἡγεμονεύει τοῖς ἑαυτοῦ, ἑὰ πρὸς δώματα καλὰ, ἃ καὶ ἀγακλυτὰ λέγει. λέγεται δὲ καὶ ἡγεμὼν ὁδοῦ. ὅθεν τὸ ῥηθὲν ῥῆμα γίνεται. (Vers. 390.) Ὅτι ἀνὰ κρατῆρα ὁ Νέστωρ ἐκέρασσεν οἴνου ἡδυπότοιο. τὸν, ἐν δεκάτῳ ἐνιαυτῷ ὤιξε ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσεν. οἰκονομικὸν δὲ καὶ τοῦτο τοῦ ποιητοῦ. ὡς οὐδὲν ἀπεικὸς ὂν, καὶ οἶνον ταμειουχεῖν. ὡς ἀπὸ τῆς κατὰ γλεῦκος νεότητος εἰς γῆρας ἥκειν καὶ αὐτόν. Τὸ δὲ ἀνὰ κρατῆρα ἐκέρασεν, ἀντὶ τοῦ, ἀνεκέρασε κρατῆρα σπονδῆς, ἤτοι δὶς ἐκέρασεν. ἐκεράσθη γὰρ καὶ πρὸ βραχέων ὅτε τὰς γλώσσας ταμόντες ἔκαυσαν. Τὸ δὲ κέρασε, κατωτέρω κεράσατο λέγει. καὶ ἔστιν ὅμοιον τῷ, στῆσε κρατῆρα καὶ στήσατο. (Vers. 391.) Τὸ δὲ ἐν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
