Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.135.1
Not analysed yet
δεκάτῳ ἐνιαυτῷ, ἀμφίβολον εἴτε ἐν τῷ ἑνδεκάτῳ ἵνα οὕτω δασύνηται ἡ ἄρχουσα, εἴτε ἐν τῷ δεκάτῳ, ἵνα ἔχῃ ψιλὴν ὡς πρόθεσις. καὶ ἴσως οὕτω κρεῖττον. καθ' ὁμοιότητα τοῦ, οὐδέ κεν ἐς δεκάτους ἐνιαυτούς. (Vers. 392.) Τὸ δὲ οἶνον ὤϊξε, καταχρηστικῶς ἐῤῥέθη ὡς ἐν σχεδιασμῷ. πίθος γὰρ ὁ περιέχων ἀνοίγεται ἢ ἀμφιφορεύς. κρήδεμνον δὲ νῦν, τὸ τοῦ πίθου πῶμα καθ' ὁμοιότητα τοῦ γυναικείου κόσμου. Καὶ ὅρα ὡς οὐ μόνον πόλεων κρήδεμνα κατὰ μεταφορὰν, ἀλλὰ καὶ ἀγγείου κρήδεμνον. ἔστι δ' ἐνταῦθα καὶ σχῆμα πρωθύστερον ὅ ἐστιν ὑστερολογία. οὐ γὰρ πρῶτον οἶνος οἴγεται εἶτα κρήδεμνον λύεται, ἀλλὰ τὸ ἀνάπαλιν. Ἰστέον δὲ καὶ ὅτι τῷ κρηδέμνῳ φανερῶς τὸ ἀγγεῖον συνεπινοεῖται οὗ πέρ ἐστι τὸ κρήδεμνον. Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὐ μόνον χείλη ποτηρίων φαμὲν ὅθεν τὸ ἐπιχειλὲς καὶ ὑπερχειλὲς, ἔτι δὲ καὶ κεφαλὴν ἀγγείου ὡς τὸ, ὑπὲρ κεφαλῆς τὸν ἀμολγέα πληροῖ, οὐ πάνυ σκληρὸν, καὶ κρήδεμνον σκεύους εἰπεῖν, τὸ σκέπασμα. εἰ δὲ τοῦτο οὕτω λεαίνεται, ἔχοι ἂν λόγον καὶ τὸ, κρατῆρες ἐπιστεφέες οἴνοιο. καὶ τὸ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. σύστοιχον γάρ πως καὶ οἰκοῖον ἔνθα κεφαλὴ καὶ κρήδεμνον, ἐκεῖ καὶ τὸ στέφεσθαι. Ἔτι ἰστέον καὶ ὅτι ἀντίθετον κρηδέμνῳ τὸ ἔλυσεν. εἰ γὰρ κρήδεμνόν ἐστι δέμα κεφαλῆς, οἰκεῖον εἰπεῖν λύεσθαι καὶ τὸ τοιοῦτον δέμα, ὅ ἐστιν ἀφαιρεῖσθαι. (Vers. 394.) Ὅτι ὥσπερ ἀπομηνείειν τὸ ἁπλῶς μηνίειν, οὕτω καὶ ἀποσπένδειν ἐνταῦθα, τὸ ἁπλῶς σπένδειν. διὸ εἰπὼν εὔχετ' ἀποσπένδων, ἐπάγει. αὐτὰρ ἐπεὶ σπεῖσαν. (Vers. 397.) Ὅτι καὶ ἐνταῦθα τὸ, ἐκοίμησεν ἄλλον, διὰ τοῦ η γράφεται ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. φησὶ γάρ. τόν δ' αὐτοῦ κοίμησε Νέστωρ. Καὶ ἐῤῥέθη περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὅσα ἐχρῆν. (Vers. 399.) Ὅτι αἴθουσαν ὡς ἐν Ἰλιάδι οὕτω καὶ ὧδε λέγει τὴν ἐξωτάτω ἐν μεγάροις οἴκησιν, τὴν εὐθὺς μετὰ τὴν αὐλήν. ὥσπερ τὴν ἐνδοτάτω, θάλαμον καὶ μυχὸν δόμου. Νέστωρ μὲν οὖν, ἐν τῷ τοιούτῳ μυχῷ ἀνακλίνεται νῦν. Τηλέμαχος δὲ καὶ Πεισίστρατος, ὑπ' αἰθούσῃ ἐριδούπῳ. ᾗ συμβέβηκεν ὑπὸ ἡλίου τε αἴθεσθαι ὅθεν αἴθουσα λέγεται, καὶ ἀνέμοις καταπνέεσθαι. διὸ καὶ ἐρίδουπος καὶ ἐρίγδουπος, ἡ προβεβλημένη ἀνέμοις τε καὶ ἡλίῳ. (Vers. 401.) Ὅτι ἠΐθεος τῶν παίδων ἦν τῷ Νέστορι, ὁ Πεισίστρατος. ὄνομα δὲ ἡλικίας ὁ ἠΐθεος. τοῦτο ἐν ἀνδράσιν αὐτὸς ὢν, ὅπερ ἡ παρθένος ἐν γυναιξὶν, ὡς ἐν καὶ Ἰλιάδι δεδήλωται. (Vers. 403.) Ὅτι τὸ τὴν γυναῖκα τῷ ἀνδρὶ συγκαθευδῆσαι σεμνῶς φράζων ὡς ἐν ποιήσει, φησί. τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. καὶ ἔστι σεμνότερον τοῦ, ἐμὸν λέχος ἀντιόωσαν. ἐκεῖνο μὲν γὰρ διὰ τοῦ, ἀντιόωσαν, ἔχει πλείω ἔμφασιν. ἐνταῦθα δὲ τὸ πορσύνειν, ὑπηρετικώτερον εἴρηται. Δέσποιναν δὲ, τὴν τοῦ Νέστορος ἄλοχόν φησι, σεμνῶς ὀνομάσας. ἡ δὲ ἦν, Εὐρυδίκη πρέσβα Κλυμένοιο θυγατρῶν, ὡς μετ' ὀλίγα ἱστορεῖ ὁ ποιητής. Λέχος δὲ καὶ εὐνὴ, τὸ αὐτό ἐστιν. (Vers. 404.) Ὅτι ξεστοὶ λίθοι ἔσαν τῷ Νέστορι προπάροιθε θυράων ὑψηλάων, λευκοί. ἀποστίλβοντες ἀλείφατος. ἐφ' οἷς πρὶν μὲν Νηλεὺς ἐκάθητο. νῦν δὲ Νέστωρ, σκῆπτρον ἔχων. καὶ ποιεῖται τὴν ἐπὶ Ἀθηνᾷ θυσίαν. Καὶ ὅρα κἀνταῦθα τὴν ἡρωϊκὴν εὐτέλειαν. οὐ γὰρ ἐξ ὕλης τιμίας οἱ ἄλλως ἀγλαοὶ θρόνοι συγκεκρότηνται, ἀλλ' εὐπόριστος ὕλη βαρβάρου λίθου αὐτοὺς ἀποτελεῖ. (Vers. 408.) στίλβοντος, ἢ ἐξ ἐπιτεχνήσεως, ἢ ἐκ τοῦ τρίβεσθαι ὑπὸ τῶν ἐκ παλαιοῦ ἐπικαθημένων. Τὸ δὲ ἀποστίλβοντες ἀλείφατος, ἀντὶ τοῦ ὡς ἐλαίου. λείπει γὰρ κἀνταῦθα τὸ ὡς. ὡς καὶ ἐν τῷ, ἐμάχοντο δέμας πυρὸς, ἀντὶ τοῦ ὡς πῦρ. καὶ ἐν ἑτέροις πολλοῖς οἷς ἡ Ἰλιὰς ἔχει. (Vers. 413.) Ὅτι τὰ ὀνόματα τῶν υἱῶν τοῦ Νέστορος, ταῖς τοῦ πατρὸς ἀρεταῖς παρωνόμασται. ὁ μὲν Ἐχέφρων ἐκαλεῖτο παρὰ τὸ ἔχειν φρόνησιν. ὁ δὲ, Στρατίος παροξυτόνως, διὰ τὸ ἐν Ἰλιάδι ῥηθὲν τρίβραχυ. (Vers. 414.) ἕτερος, Περσεὺς, διὰ τὸ κατὰ τὸν γέροντα ἦν ὅτε πτολίπορθον. ἄλλος, Ἄρητος. παρὰ τὸν Ἄρην, ἐν ᾧ εὐδοκιμῶν ἦν ὁ πατήρ. ὃς Ἄρης, καὶ διὰ τοῦ τὸς κλίνεται Ἄρητος ὡς λέχητος. ἀφ' οὗ Ἀρητιάδης καθὰ καὶ ἀλλαχοῦ ἐγράφη. ἐξ ἧς γενικῆς ἀναδρομῇ τῇ εἰς εὐθεῖαν, ὁ Ἄρητος. ὁ δὲ πέμπτος υἱὸς τῷ Νέστορι, Θρασυμήδης. ὃν καὶ ἀντίθεον ὁ ποιητὴς καλεῖ καὶ μενεπτόλεμον καὶ ὑπέρθυμον. (Vers. 415.) Ὁ δὲ λοιπὸς ἕκτος, Πεισίστρατος. ὃν ἔοικε ὁ πατὴρ φιλῶν, ἑταιρίζειν τῷ Τηλεμάχῳ. καθὰ δείξει καὶ ἡ εἰς τὴν Σπάρτην ὁδός. Ἰστέον δὲ ὅτι καὶ τῷ ὕστερον τυράννῳ Πεισιστράτῳ, ἐκ τοῦ τοιούτου Νεστορίδου Πεισιστράτου δόξοι ἂν ἴσως ἀπομνημονευθῆναι ἡ κλῆσις. ἐπειδὴ ἀνέκαθεν καθ' Ἡρόδοτον, Πύλιοι καὶ Νηλεῖδαι ἦσαν οἱ Πεισιστρατίδαι. (Vers. 414.) Τὸ δὲ Ἄρητος, πρὸς διαστολὴν προπαρωξύνθη τοῦ ἀρητὸς οὐ μόνον ὁ ἐπάρατος καὶ βλαβερὸς κατὰ τὸ, ἀρητὸν γόον,