# Commentarii ad Homeri Odysseam 1.136.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.136.1

ἀλλὰ καὶ ὁ εὐκταῖος. τοιούτου δὲ τονικοῦ λόγου, καὶ ἡ Ἀρήτη. σύνθετον δὲ Ἀρήτου, ὁ παρὰ Ἡροδότῳ Δημάρητος. δῆλον δ' ὅτι ὁ παρ' Ὁμήρῳ Ἄρητος, Ἄρατος, παρὰ τοῖς μεθ' Ὅμηρον. (Vers. 421.) Ὅτι τὸ, ἐναργὴς ἦλθεν ἀντὶ τοῦ, κατ' ὄψιν ἐφάνη σωματικῶς. καὶ ἀργῶς ὅ ἐστι λευκῶς καὶ φανερῶς καὶ ὡς εἰπεῖν ἀναφανδά. διὸ καὶ ἥλιος καὶ σελήνη, ἐναργεῖς ἐλέγοντο τοῖς πάλαι θεοί. Ὅτι δαῖτα θάλειαν προπαροξυτόνως φησὶ κατὰ ἐπίθετον. αὐτὴ μέντοι καταμόνας, παροξύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται. παράγουσα τὴν ἀτασθαλίαν ὡς προδεδήλωται. ὅτι δὲ καὶ Μοῦσα Θάλεια κατὰ κυριωνυμίαν, δῆλόν ἐστιν. (Vers. 422.) Ὅτι διακόνοις ὁ Νέστωρ εἰς θυσίαν τοῖς υἱοῖς χρᾶται, οὐ μόνον διὰ τὸ τίμιον, ἀλλ' ὅτι καὶ ἄλλως αὐτουργοῦσιν οἱ ἥρωες ἐν πολλοῖς τῶν ἔργων, ὡς πολλαχοῦ φαίνεται. μακαριστὸς δέ φασιν οἶκος οὐχ' οὕτως ὁ ἐξανδραπόδων, ὡς ὁ ὑπὸ παίδων τούτων ὑπηρετούμενος. (Vers. 423.) Ὅτι τὸ, βοῦν κατὰ σπουδὴν ἀγαγεῖν, ἐλάσαι φησίν. εἰπών. ὄφρα τάχιστα ἔλθῃ, ἐλάσει δὲ βοῶν ἐπιβουκόλος ἀνήρ. δηλοῖ δὲ καὶ τὸ κροῦσαι ἡ λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα. ἤλασεν ἄγχι παραστάς. τουτέστι, πελέκει ἔπληξε. κεῖται δέ ποτε καὶ ἐπὶ τεκτονήσεως σιδήρου. καὶ ἐπὶ ἐκτάσεως τειχισμοῦ καὶ ἀνορύξεως. ὡς τὸ, τεῖχος ἤλασε. καὶ τάφρον ἤλασε. καὶ ἐπὶ ζῴου συντόνου κινήσεως. ὅθεν καὶ τὸ ἱππηλατεῖν καὶ βοηλατεῖν καὶ στρατηλατεῖν. τοιοῦτον δέ τι καὶ ἐπὶ νηῶν τὸ ἐλαύνειν καὶ κωπηλατεῖν. τὸ δὲ κατήλασεν, ἄλλο παρὰ τὰ εἰρημένα ἐστί. σημαίνει γάρ τι οὐ σεμνόν. ὡς ἐν ἄλλοις ἐδηλώθη. Ὅτι δὲ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ ἐκ περισσοῦ κεῖται τὸ βοῶν ὡς καὶ ὁ οἶνος ἐν τῷ, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν ὃ μετ' ὀλίγα φησὶν ὁ ποιητής. καὶ τὸ ποδῶν, ἐν τῷ, ποδάνιπρα ποδῶν ὡς ἐν τοῖς μετὰ ταῦτά που λέγεται. καὶ ὅτι ἐν τῷ ἐπιβουκόλος, παρέλκει ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος καὶ ἐν ἄλλοις, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς. (Vers. 426.) Ὅτι Λαέρκεα χρυσοχόον ὁ ποιητὴς ἐνταῦθα φησὶν, ἢ ἐπιθετικῶς τὸν λαοῖς ἐπαρκοῦντα, ὅ ἐστι τῷ δήμῳ. διὸ καὶ δημιοεργοὶ λέγονται οἱ χειροτέχναι. ἢ καὶ κατὰ κυριότητα ὀνόματος φερωνύμου. Ἰστέον δὲ ὡς εἰ μὲν εἴη κύριον, βαρυνθήσεται ὡς τὸ Λαέρτης. εἰ δὲ ἐπίθετον, ὀξυνθήσεται ὡς τὸ εὐερκής. Ἔτι ἰστέον καὶ ὅτι δύναται ὥσπερ ὁ Λαέρκης, οὕτω καὶ ὁ Λαέρτης, παρὰ τὸν λαὸν εἶναι. ὡς τὸν ὑπ' αὐτὸν λαὸν ἀείρων ἤγουν ὑψῶν τῇ εὐηγεσίᾳ. οἱ μέντοι παλαιοὶ, παρὰ τὸν λᾶαν ὅ ἐστι λίθον, τὸν Λαέρτην συντιθέασι. καὶ ἔστι κατ' αὐτοὺς Λαέρτης, ὁ λᾶας ἤγουν λίθους ἀερτάζων ὅ ἐστιν αἴρων. κουφίζων. ὅθεν καὶ ἀέρδην ἐπίῤῥημα τὸ, βαστακτικῶς. (Vers. 427.) Ὅτι ἐτυμολογικοῦ τρόπου τὸ, χρυσοχόον ἐλθεῖν ὄφρα βοὸς χρυσὸν κέρασι περιχεύῃ. ἀπὸ τοῦ χεύειν γὰρ χρυσὸν ὁ χρυσοχόος λέγεται. καὶ μετ' ὀλίγα, γέρων χρυσὸν ἔδωκεν ὅ δ' ἔπειτα χρυσὸν κέρασι περιχεῦεν ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. Ἔνθα καὶ ὅρα τὸ ἀσκήσας, ἀντὶ τοῦ, οὐχ' ἁπλῶς περιχεύας ἀλλ' ἐπιμεληθεὶς, ὡς καὶ ἀλλαχοῦ εἶπε. καὶ τὸ ἄγαλμα, ἀντὶ τοῦ ἀγαλλίαμα, ὃ πρὸ μικροῦ ἔφη. διὸ καὶ ἐπήγαγεν ἐτυμολογικῷ τρόπῳ, τὸ κεχάροιτο. τουτέστιν ἀγαλλιασθείη, ἐξ οὗ τὸ ἄγαλμα. δηλοῖ δὲ ἀστείως ὁ τόπος οὗτος, ὡς ἐπαγωγόν ἐστι καὶ θειοτέρων προσώπων τὸ τιμᾶσθαι πολυτελῶς. Ἰστέον δὲ ὅτι τοῦ κέρας, παράγωγον ἡ κεραία. ὁμοίως τῷ, πέρας περαία. εἰ καὶ ἄλλως ἡ περαία ἐκ τοῦ πέρην δοκεῖ γίνεσθαι. οἷον πέρην ἁλός. ἢ καὶ ἀπὸ τῆς πέρης ὅ πέρ ἐστι γῆς, ἧς ἡ αἰτιατικὴ πέρην οὖσα, εἰς ἐπιῤῥήματα τὸ πέρην καὶ πέραν μετέπεσεν. (Vers. 429.) Ὅτι παρασκευὴν φράζει δαιτὸς τὸ, εἴπατε δ' εἴσω δμωαῖς, δαῖτα πένεσθαι ἕδρας τε ξύλατ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. Καὶ ὅρα οἷα τὰ τῶν δουλίδων ἐν τοῖς τοιούτοις ἔργα. (Vers. 430.) Σπουδῆς δὲ ὑπηρετικῆς δηλωτικὸν τὸ, ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐποίπνυον, ὅ ἐστιν ἐπόνουν. περὶ οὗ εἴρηται ἀλλαχοῦ ὡς ἐκ τοῦ πονῶ πονύω γίνεται κατὰ ἀναδιπλασιασμὸν, καὶ ἐπένθεσιν τοῦ ἰῶτα. ὁμοίως τῷ ποιφύσσω καὶ τοῖς τοιούτοις. (Vers. 429.) Ἀγλαὸν δὲ ὕδωρ, ἢ τὸ κρηναῖον καὶ ἀπόῤῥυτον, ἢ τὸ φύσει αἰγλῆεν ὡς διαφανές. ἐκτείνει δὲ τὸ ὕδωρ ἐνταῦθα τὴν παραλήγουσαν ὡς καὶ ἐν ἄλλοις. ἐν πολλοῖς δὲ, καὶ συνεσταλμένον εὑρίσκεται. (Vers. 431.) Ὅτι σχῆμα γοργὸν τὸ, ἦλθε μὲν βοῦς ἐκ πεδίου. ἦλθον δὲ Τηλεμάχου ἕταροι. ἦλθε δὲ χαλκεύς. ἦλθε δ' Ἀθήνη. ἔχει δὲ ταῦτα, καὶ κάλλος διὰ τὰς ἐπαναφορὰς τοῦ ἐλθεῖν. καλὸν δὲ καὶ ἡ ἐπιμονὴ τῆς αὐτῆς λέξεως. (Vers. 433.) Χαλκεὺς δὲ, ὁ πρὸ βραχέων χρυσοχόος, κατὰ ὄνομα γενικόν. ἀπὸ τοῦ πρώτου φανέντος μετάλλου. διὸ καὶ ὁ Ἥφαιστος, χαλκεὺς ἐλέγετο. καὶ χαλκεύειν τὸ οἱανοῦν ἐλατὴν ὕλην σφύρᾳ παίειν. καὶ τὰ εἰς αὐτὸ δὲ ὅπλα, χαλυήϊα λέγει. καὶ πείρατα τέχνης. ὅ ἐστι περατωτικά. δι' ὧν ἡ χαλκευτικὴ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
