Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.137.1
Not analysed yet
τέχνη περατοῦται. ἃ καὶ ὀνομάζων, φησίν. ἄκμονά τε σφῦράν τε, εὐποίητόν τε πυράγρην. οἷσίν τε χρυσὸν εἰργάζετο. ἤγουν καὶ τὰ, οἷς ἐχώνευεν, ἃ καὶ εἰπεῖν ἔχων ἐν μιᾷ λέξει χόανα, ὅμως ἐπίτηδες περιέφρασεν. (Vers. 436.) Ὅτι δὲ τὴν πυράγραν καὶ χαλκευτικὸν καρκίνον οἱ παλαιοὶ ἔλεγον, οὐκ ἄδηλον. Ἰστέον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ πυράγρα, καὶ ἡ κρεάγρα παρῆκται. ἡ δέ γε χειράγρα καὶ ἡ ποδάγρα, ἑτεροίως ἔχει. (Vers. 433.) Σημείωσαι δὲ ὅτι χαλκεὺς, καὶ ὄνομά ἐστιν ἰχθύος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ ἐν οἷς λέγει ὅτι ἰχθὺς, ἡ χαλκίς. οἷον. χαλκίδες τὰς καλέουσι καὶ σαρδίνους. αὐταὶ δὲ καὶ χαλκιδικαὶ ὀνομάζονται. διάφοροι φησὶν οὖσαι πρὸς τοὺς χαλκέας, οἳ ἐν τῇ τῶν Κυζικηνῶν χώρᾳ, περιφερεῖς εἶναι λέγονται καὶ κυκλοειδεῖς. (Vers. 436.) Τὸ δὲ ἦλθε δ' Ἀθήνη, τὸ τῆς θυσίας εὔλογον δηλοῖ. ὡς οἷς μὲν ὁ Ἀγαμέμνων ἔθυε καὶ οἷς ὁ Αἴγισθος, μὴ ἐξὸν ὂν προσχεῖν τὸ θεῖον. ἐνταῦθα δὲ εἰς τὸ καλὸν, ἐλθούσης τῆς Ἀθηνᾶς. παρὰ δὲ τοῖς παλαιοῖς, κεῖται καὶ ταῦτα. οἱ ἀρχαῖοι εἰδότες μὲν ἀκάθεκτον τὴν ἐπὶ τὰς ἀπολαύσεις ὁρμὴν προθέμενοι δὲ κοσμίως ἐθίζειν ταύταις χρῆσθαι τοὺς τότε, χρόνους ἀφορίσαντες, καὶ θυσίας προθύσαντες, καὶ τὸ θεῖον ἀνθρωποειδὲς ὑποστησάμενοι, οὕτω μεθῆκαν ἑαυτοὺς εἰς ἄνεσιν. ἵνα ἕκαστος ἡγούμενοι θεοὺς ἥκειν ἐπὶ τὰς ἀπαρχὰς καὶ σπονδὰς, αἰδοῖ τὴν συνουσίαν ποιῶνται. Ὅμηρος οὖν φησὶν, ἦλθε δ' Ἀθήνη ἱρῶν ἀντιόωσα. καὶ Ζεὺς χθιζὸς ἔβη μετὰ δαῖτα. κἂν ἄνθρωπος δέ που παρῇ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται ἀσχημονεῖν. ὡς δηλοῖ καὶ Ἐπίχαρμος εἰπών. ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὄκκα παρέοντι κάῤῥοντες. ἤγουν σιγᾶν ἀγαθόν ἐστιν ὅτε πάρεισί τινες κρείττονες. ἤγοντο τοίνυν αἱ ἑορταὶ κοσμίως, οἷα θεῶν αὐταῖς παρόντων. διὸ οὔτε κατεκλίνοντο ἀλλὰ δαίνυνθ' ἑζόμενοι, οὔτε εἰς μέθην ἔπινον. ἀλλὰ πιόντες καὶ σπείσαντες ὅσον ἤθελε θυμὸς, ἔβαν οἶκονδε ἕκαστος. οἱ δὲ νῦν ὅτε θύουσι, καταρῶνται. λοιδοροῦνται. πλήττουσιν. ἀπειλοῦσι. μονονουχὶ λέγοντες, ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. (Vers. 437.) Ὅτι ὥσπερ ὁ ἱππότης ἀσυντελὴς ἐδείχθη πρὸ ὀλίγων εἰς μέτρον διὰ τὸ ἀμφίμακρον, οὕτω καὶ τὸ ἱππηλάτης οὐκ εὐχρηστεῖται εἰς μέτρον δακτυλικὸν, διὸ ἱππηλάτα φησὶν αὐτὸ ὁ ποιητής. οἷον. γέρων ἱππηλάτα Νέστωρ. ὅπερ ὅμοιον τῷ, Γερήνιος ἱππότα Νέστωρ. (Vers. 441.) Ὅτι ἐν τῷ, χέρνιβα δὲ ἐν ἀνθεμόεντι λέβητι ἦλθε φέρων ὁ δεῖνα ἑτέρῃ δ' ἔχεν οὐλὰς ἐν κανέῳ, ἔοικε μὲν λέγειν λέβητα, τὴν πρόχοον, ἤτοι τὸν ἰδιωτικῶς λεγόμενον ξέστην, περιέχοντα χέρνιβα, ὅ ἐστιν ὕδωρ κατὰ χειρῶν. τόδ' ἐστὶν, οὐχ' οὕτως ἔχον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς λέβητα κἀνταῦθα νοεῖν, τὸ καθ' ἡμᾶς χερνίβιον. ἐντὸς δὲ αὐτοῦ κεῖσθαι τὴν πρόχοον, φέρουσαν χέρνιβα. ὁ μέντοι ποιητὴς ἀπὸ μέρους τὸ πᾶν δηλῶσαι θελήσας, χέρνιβα μὲν εἶπε, τουτέστι τὸ περιεχόμενον ὕδωρ. τὸ δὲ περιέχον ἐσίγησεν ἤγουν τὴν πρόχοον. ἀλλαχοῦ δὲ ἐντελέστερον φράζων, ἔφη. χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα. (Vers. 442.) Οὕτω καὶ οὐλὰς μετ' ὀλίγα εὐθὺς τοὺς οὐλοχύτας καλεῖ κατὰ ἁπλότητα, ἐκ μέρους τῶν οὐλῶν ὅ ἐστι κριθῶν, δηλώσας τὸ πᾶν ὑποκατιὼν δὲ, καὶ συνθέτως προφέρει τὴν λέξιν ἐν τῷ, οὐλοχύτας προβάλοντο. καὶ οὐλοχύτας κατήρχετο. περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. (Vers. 441.) Ἀνθεμόεις δὲ λέβης ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἀναθεματικὸς ἢ ἀνθηρός. καὶ ζητητέον ἐκεῖ. (Vers. 443.) Ὅτι διασκευὴ θυσίας καὶ αὕτη. πέλεκυν δὲ ὁ δεῖνα ὀξὺν ἔχων ἐν χερσὶ παρίστατο, βοῦν ἐπικόψων. ὁ δεῖνα δ' ἀμνίον εἶχεν. ὁ δεῖνα δὲ ἤγουν ὁ Νέστωρ, χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο. πολλά δ' εὔχετ' ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. μετὰ δὲ τὴν εὐχὴν καὶ τοὺς οὐλοχύτας, ὁ δεῖνα ἤλασεν ἄγχι παραστάς. πέλεκυς δ' ἀπέκοψε τένοντας αὐχενίους. λῦσε δὲ βοὸς μένος. αἱ δὲ γυναῖκες ὀλόλυξαν. οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης, ἔσχον. ἀτὰρ σφάξεν ὁ δεῖνα. τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη λίπε δ' ὀστέα θυμὸς, αἶψ' ἄρα μιν διέχευαν. ἄφαρ δ' ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν. εἶτα λέγει ὅτι τε κνίσσῃ αὐτὰ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, καὶ ὡς ὠμοθέτησαν ἐπ' αὐτοῖς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ τὴν ἐπὶ σχίζαις καῦσιν. καὶ τὴν δι' οἴνου σπονδήν. καὶ τὰ πεμπώβολα. καὶ ὡς ἐπάσαντο σπλάγχνα μετὰ τὸ καῆναι τὰ μηρία. καὶ ὡς μίστυλλον τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν. καὶ ὡς ὤπτων ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. ἤγουν ὀξεῖς. κατὰ τὸ ἄκρον πείροντας. καὶ τοιαύτη μὲν ἡ ῥηθεῖσα διασκευή. Ἐνταῦθα δὲ χρὴ ἐπισημῄνασθαι, ὡς εἰ καὶ τὸ λείβειν καὶ τὸ σπένδειν ταὐτά ποτε εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οὕτως εὕρηνται παραγωγαὶ αὐτῶν, ἔχουσαί τινα διαφοράν. τὸ γοῦν ἐκ τοῦ λείβω λοιβάσιον, καὶ τὸ ἐκ τοῦ σπένδω σπονδεῖον, διαφέρουσιν ἀλλήλων κατὰ τὸν εἰπόντα ὡς λοιβάσιον μὲν, ᾧ ἔλαιον ἐπισπένδουσιν ἱερεῖς.