# Commentarii ad Homeri Odysseam 1.138.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.138.1

σπονδεῖον δὲ, ᾧ τὸν οἶνον. ὅτι δὲ οὐδὲ ἀεὶ ταυτὸν τὸ λείβειν καὶ τὸ σπένδειν, πολλαχόθεν δῆλον. δάκρυσι γοῦν λείβεταί τις, οὐ μὴν καὶ σπένδεται. λείβονται δέ ποθεν καὶ ὕδατα, ὅθεν καὶ τὰ λείβηθρα τόπος. καὶ τοπικὸν, λειβήθριοι. καὶ οὐδὲ τοῦτό ἐστι σπένδεσθαι. ἔτι σπένδεταί τις ἐπὶ φιλίᾳ, οὐ μὴν λείβεται. τοῦ δὲ κοινῶς λεγομένου λείβειν, παράγωγον καὶ ἡ κελέβη, ὡς οἷον χελείβη, παρὰ τὸ χέειν λοιβὴν εἰς αὐτό. ἢ καὶ ἄλλως, παρὰ τὸ χέειν καὶ λείβειν. καὶ ἔστι χρῆσις αὐτῆς, ἐν τῷ, στέψον τὰν κελέβαν. Ἀθήναιος δὲ, παράγει καὶ Ἀνακρέοντος τὸ, ἄγε δὴ φέρ' ἡμῖν ὦ παῖ κελέβην ὅπως ἄμυστιν προπίω. τὰ μὲν δέκ' ἐγχέας ὕδατος, τὰ πέντε δ' οἴνου, κυάθους. τίς δὲ ἡ ἄμυστις καὶ ὅτι παρὰ τὸ μὴ μύειν γίνεται ὃ δὴ τῶν χανδὸν καὶ ὅ φασιν ἀμυστὶ πινόντων ἴδιον, ἐν ἄλλοις δεδήλωται. (Vers. 444.) Ὅρα δὲ τὸ, βοῦν ἐπικόψων, ἀντὶ τοῦ ἐπάνω τοῦ τραχήλου πλήξων. ὅθεν καὶ ἐπίκοπον παρὰ τοῖς παλαιοῖς τὸ ἐπίξηνον. ὅπερ ἰδιωτικῶς ἐπικόρμιον λέγεται. (Vers. 445.) Τὸ δέ γε ἀπέκοψε τένοντας, ἄλλο τι παρὰ τὸ ἐπικόψαι. δηλοῖ γὰρ τὸ ἀπέτεμεν. Ἀμνίον δέ φασιν ὡς πηνίον παροξυτόνως, τὸ τοῦ αἵματος ὅ ἐστι τοῦ ἀποσφάγματος δεκτικὸν ἀγγεῖον. ἀμένιόν τι ὄν. τουτέστι μένους ἤγουν αἵματος στερητικόν. Κρῆτες δὲ, ἄμνιον φασὶν, ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν ἱερείων ἐδέχοντο. αἵμνιόν τι ὂν παρὰ τὸ αἷμα. Πόρσιλος οὖν ὁ ἱεραπύτνιος, ἱστορεῖ φασι παρὰ τοῖς ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνήν. αἵμνιον δασέως μετὰ τοῦ κατ' ἀρχὴν ἰῶτα προφερομένην, παρὰ τὸ αἷμα. φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι, περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. Νίκανδρος δὲ, καὶ Θεοδωρίδας, δάμνιον ἀναγινώσκουσιν ἀσυνδέτως, παρὰ τὸ δάμνασθαι τὸ σφαζώμενον ζῷον. Ἀττικοὶ δὲ, σφάγιον τὸ τοιοῦτον ἀγγεῖον ἐκάλουν. εἰς ὃ πρῶτον αἷμα δεχόμενοι, τῷ βωμῷ ἐπέχεον. ἅπαξ δέ φασι παρὰ τῷ ποιητῇ εὕρηται τὸ εἴτε ἄμνιον, εἴτε ἀμνεῖον, εἴτε αἵμνιον, εἴτε δάμνιον. (Vers. 446.) Τὸ δὲ χέρνιβα καὶ οὐλοχύτας κατήρχετο, οὐ συνήθη σύνταξιν ἔχει. ὡς οὐδὲ παρὰ Λυκόφρονι ἐν τῷ, στρόμβῳ τὸν αἱματηρὸν κατάρχων νόμον. γενικῇ γὰρ οἱ μεθ' Ὅμηρον συντάσσουσι τὸ κατάρχεσθαι. καιρία δὲ αὕτη ἡ λέξις. ὥσπερ καὶ τὸ, οὐλοχύτας προβάλοντο. εἴγε προθύματα οἱ οὐλοχύται ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. οὕτω δὲ ἀπαρχή τις εἴτε καταρχὴ καὶ πρόθυμα καὶ προβολὴ, καὶ ὁ τιλμὸς καὶ ἡ καῦσις τῶν τριχῶν τῆς τοῦ ἱερείου κεφαλῆς, γινόμενος καὶ αὐτὸς ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, πρὸς ἀνάμνησιν τῆς παλαιᾶς ἐκ τριχῶν καὶ δορῶν ἐνδύσεως. ὡς καὶ οἱ οὐλοχύται, τῆς παλαιᾶς τροφῆς ἀνεμίμνησκον, τῆς ἐκ τῶν οὐλῶν ὅπέρ ἐστι τῶν κριθῶν. διὸ καὶ τοὺς οὐλοχύτας τῶν τις παλαιῶν, κριθὰς ἡρμήνευσεν. εἰπόντος γάρ τινος, τοὺς οὐλοχύτας φέρε δεῦρο, ἐρωτᾷ τις. τοῦτο δ' ἔστι τί; ἕτερος δέ τις ἀποκρινόμενος, διασαφεῖ ὅτι κριθαί. δηλῶν καὶ ἐκεῖνος παρὰ τῷ δειπνοσοφιστῇ, ἐκ μέρους τὸ πᾶν. εἰ δὲ καὶ ὁ γέρων βασιλεὺς αὐτοδιακονεῖ ἐν τούτοις, οὐ θαυμαστέον. ἐν τῷ ἀφορᾶν καὶ εἰς Ἀντίγονον, ὃς πρὸς τὸν υἱὸν βίαιον ὄντα τοῖς ὑπηκόοις, οὐκ οἶσθα εἶπε τὴν βασιλείαν ἡμῶν, ὦ παῖ, δουλείαν ἔνδοξον εἶναι; Αὐχενίους δὲ τένοντας εἶπε, πρὸς διαστολὴν ἑτέρων τε, καὶ τῶν περὶ τοὺς πόδας. (Vers. 451.) Τὸ δὲ λύσε βοὸς μένος, ἀντίκειται πρὸς τὸ δέμας. τὸ μὲν γὰρ ζῶν, συνδέδεται. λέλυται δὲ τὸ φονευθέν. καὶ ἄλλως δὲ, λύεται μένος τῷ ζῴῳ, ἐν τῷ ἀψυχῆσαι τῇ νεκρώσει τὰ ἅψεα. ὧν ἐτυμολογία, τὸ ἅπτεσθαι. ὅπερ ἑτεροῖον ἐστὶ τοῦ λελύσθαι. διὸ ἐν τοῖς ἑξῆς ἐρεῖ, λύθεν δέ οἱ ἅψεα. Τὸ δὲ ὀλολύζειν ὅτι ἐπὶ γυναικείας εὐχῆς λέγεται, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς. οἱ μέντοι μεθ' Ὅμηρον, ἐπὶ τοῦ κλαίειν τὴν λέξιν τιθέασι. (Vers. 454.) Τὸ δὲ ἀνελόντες ἤτοι ἀναβαστάσαντες, ἐναντίον τῷ καθελόντες. Χθὼν δὲ εὐρυοδεία, ἡ μεγαλάμφοδος κατὰ τοὺς παλαιούς. (Vers. 455.) Τὸ δὲ σφάξαι, ἄλλό τι ἐστὶ παρὰ τὸ ἐλάσαι καὶ πελέκει τοὺς τένοντας ἀποκόψαι. ταῦτα μὲν γὰρ παθοῦσαν τὴν βοῦν καὶ πεσοῦσαν, ἀνελόντες ἀπὸ χθονὸς, ἔσχον. ἔσφαξε δὲ αὐτὴν Πεισίστρατος. ὅ ἐστιν, εἰς τέλος ἀπέτεμε. καὶ τομῆς μέγα χάσμα ἤνοιξεν. ὅθεν καὶ ἡ διασφὰξ τῆς διασφάγος. ὃ παρ' ἄλλοις τε κεῖται, καὶ παρὰ τῷ Ὀππιανῷ. (Vers. 457.) Τὸ δὲ διέχευαν, ἀντὶ τοῦ, εἰς μέλη ἁδρὰ τὴν βοῦν διέτεμον. καὶ συνεχῆ οὖσαν, οἱονεὶ ἔχεον τῇ εἰς πολλὰ τομῇ. τὸ μέντοι μιστύλλειν, λεπτότερον τοῦ διαχέειν. δηλοῖ γὰρ τὸ εἰς μεῖστα ἤγουν βραχύτατα μόρια τέμνειν. καὶ ὡς εἰπεῖν, εἰς μερίδας. καὶ τοιοῦτον μὲν τὸ μιστύλλειν ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. αἱ δέ γε μυστίλαι ὧν ἡ μὲν ἄρχουσα, διὰ τοῦ υ ἡ δὲ παραλήγουσα. διὰ τοῦ ἰῶτα, ψωμοὶ εἰσὶ κοῖλοι. οἷον μύστρα κατὰ Αἴλιον Διονύσιον. τουτέστι μυστρία, εἰπεῖν ἰδιωτικῶς. καὶ μυστιλᾶσθαι φησὶ, τὸ οὕτως ἐσθίειν. κατὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
