Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.139.1
Not analysed yet
δὲ ἄλλους, τὸ κοιλαίνειν ψωμούς. (Vers. 457.) Τὸ δὲ μηρία τάμνον πάντα, ἀντὶ τοῦ ὅλα. ὅ ἐστιν ὁλόκληρα. ἄλλως γὰρ, περιττὸν τὸ πάντα, ἐπὶ δύο μόνον μηρῶν κείμενα. Τὸ δὲ δίπτυχα ποιῆσαι, λέγεται μὲν καὶ ἄλλως. ἀρέσκει δὲ τοῖς παλαιοῖς μάλιστα, νοεῖν ἀντὶ τοῦ, τὰ κνίσσῃ φασὶ διπλᾶ θέντες, ἓν ἄνω τῶν μηρῶν καὶ ἓν κάτω. ἐφ' ὧν ὠμοθέτουν, τῶν λοιπῶν μερῶν ἀπαρχόμενοι. (Vers. 461.) Τὰ δὲ πεμπώβολα, δῆλον ὅτι κατά τι μίμημα τριαίνης ἢ καὶ χειρὸς ἦσαν. καὶ ἐῤῥέθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ περὶ αὐτῶν, ὧν ἡ μὲν σύνθεσις, ἐν δυσὶν ο ὡς ἀπὸ τοῦ ὀβολοῦ. τὸ δὲ ἁπλοῦν, διὰ τοῦ ο καὶ ε, ὀβελοὺς γάρ φησιν ἐν χερσὶν ἔχοντες. (Vers. 465.) Ὅτι καθά περ ἐν Ἰλιάδι ἡ Ἥβη λούει τινὰ, οὕτω κἀνταῦθα καλὴ Πολυκάστη Νέστορος ὁπλοτάτη θυγάτηρ, ἔλουσε τὸν Τηλέμαχον καὶ ἔχρισε λίπ' ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. ὁ δὲ, ἐκ τῆς ἀσαμίνθου ἔβη δέμας ἀθανάτοισιν ὁμοῖος. χρὴ δὲ νοεῖν ὡς κελεύσαντος τοῦ πατρὸς κατὰ τὸ σιωπώμενον, ἔλουσε τὸν νεανίαν ἡ βασιλικὴ παῖς. Πεισίστρατον δ' ἐν τοῖς ἑξῆς καὶ αὐτὸν δὲ Τηλέμαχον, αἱ δμωαὶ τοῦ Μενελάου ὁμοίως λούουσι. καὶ ἦν ἔργον γυναικῶν τὸ τοιοῦτον ἀνεπιφθόνως τότε γινόμενον. Ὅμηρος γὰρ, ἔθη καταλέγει οὐ μόνον ὅσα πολιτείας ἐστὶν ἀστείας καὶ ἀπηκριβωμένης καὶ ἐμβριθοῦς, ἀλλὰ καὶ ὅσα ἐπεχωρίαζε τοῖς τότε. εἰ καὶ ἁπλουστέρως ἔχοντα, πρὸς ἐκλογισμὸν τοῖς ὕστερον ἔκκεινται. καὶ τὸν Ὀδυσσέα δὲ, ἔλουσαν ἂν ἐν Φαιακίᾳ γυναῖκες, εἰ μὴ αὐτὸς αἰδεῖσθαι εἶπε κούραις εὐπλοκάμοις μετελθών. Πολυκάστη δὲ, ἀναλογεῖ μὲν πρὸς τὸ Ἰοκάστη. δηλοῖ δὲ, τὴν πάνυ κοσμίαν ἢ πολυκόσμητον. (Vers. 466.) Ὅρα δὲ τὸ, ὁπλοτάτη θυγάτηρ. εἰ γὰρ καὶ κυριολεκτεῖται ἡ λέξις ἐπὶ ἀνδρῶν, ἀλλ' ἰδοὺ καὶ ἐπὶ γυναικὸς κεῖται. (Vers. 467.) Τὸ δὲ λίπα, ἐκ τοῦ λιπαρὸν ἀποκέκοπται. Ἐλαίῳ δὲ ἐχρίοντο οἱ λουσάμενοι, ἐμπλάττοντες τοὺς σωματικοὺς πόρους ὡς ἂν μετὰ λουτρὸν στέγοιεν τὴν ὑγρότητα. (Vers. 468.) Τὸ δὲ φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ὑστερολογίας τρόπον ἔχει. πρῶτον γάρ τις χιτῶνα περιδύεται εἶτα φᾶρος. ὁμοίου δὲ τρόπου ἐστὶ καὶ τὸ, ἐπεὶ φᾶρος καλὸν ἀμφέβαλεν αὐτὸν ἡ παῖς καὶ χιτῶνα, ἔκ ῥ' ἀσαμίνθου ἔβη. ἤγουν ἐξέβη τῆς κατὰ τὸ λουτρὸν πυέλου. πρῶτον γάρ τις ἔξεισι τῆς ἀσαμίνθου εἶτα ἐνδύεται. διὸ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, φησὶν ὁ ποιητὴς οὕτως. ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δ' ἐπεὶ δμωαὶ λοῦσαν καὶ ἔχρισαν ἐλαίῳ. ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας. (Vers. 471.) Ὅτι καὶ ἐνταῦθα, κρέα ὑπέρτερα λέγει ὡς καὶ πρὸ μικροῦ. καὶ ὅτι ὡς καὶ πρὸ ὀλίγων δεδήλωται, οἶνον ἐνοινοχοεῖν φησὶν, οὐ πρὸς διαστολήν. οὐ γάρ ἐστι καὶ ὕδωρ οἰνοχοεῖν. ἀλλ' ἁπλούστερον ἀντὶ τοῦ ἐγχέειν. ὡς καὶ ὅτε εἴπῃ νέκταρ ἐῳνοχόει. καὶ μὴν, ἐκεῖνο κατὰ παράχρησιν ἐῤῥέθη ὡς καὶ τὸ, ἵπποι ἐβουκολοῦντο ἀντὶ τοῦ, ἁπλῶς ἐνέμοντο. καὶ ἕτερα ὅμοια καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. ἔστι δὲ ἡ περὶ τοῦ, οἶνον οἰνοχοεῖν φράσις, αὕτη. ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσι. δῆλον δὲ ὅτι περιττὴ ἐνταῦθα πρόθεσις, ἢ τοῦ ἐνοινοχοεῖν ἢ τοῦ ἐν δεπάεσσιν. Ἐσθλοὺς δὲ ἀνέρας λέγει, τοὺς ἀλλαχοῦ κήρυκας. (Vers. 475.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ ἅρμα πληθύνει σεμνότερον καὶ ἡρωϊκώτερον, εἰπών. ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους. τὸ δὲ ἀνωτέρω τούτου ζεύξαθ' ὑφ' ἅρματ' ἄγοντες, οὐ πάνυ δῆλον εἴτε ζεύξατε ὑφ' ἅρματα, εἴτε καὶ ἑνικῶς ὑπὸ τῷ ἅρματι. ὃ καὶ κρεῖττον δοκεῖ. εὑρίσκεται γὰρ καὶ ἑνικῶς παρὰ τῷ ποιητῇ τὸ ἅρμα, εἰ καὶ σπανίως. Κεῖται δ' ἐνταῦθα καὶ τὸ πρήσσειν ὁδοῦ, ἐπὶ ξηρᾶς. καὶ οὐ κατὰ τὸ, διαπρήσσουσα κέλευθον. (Vers. 480.) Ὅτι πολυτελείας ἔνδειξις τὸ, ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν, ὄψά τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες. (Vers. 483.) ἡνιοχείας δὲ διασκευὴ τὸ, ἐς δίφρον ἀνέβαινε καὶ ἡνία λάζετο χερσί. μάστιξε δ' ἐλάαν. τώ δ' οὐκ ἄκοντε πετέσθην ἐς πεδίον. (Vers. 480.) Ἰστέον δὲ ὅτι ὄψα λέγονται τὰ τοῦ σίτου ἡδύσματα, παρὰ τὸ ὀψέ. καὶ τοῦτο, διχῶς. ἢ γὰρ ὅτι ὀψὲ ὥρας εἰς δόρπον προσεφέροντο αὐτὰ παυσάμενοι ἤδη τῶν ἔργων. ἢ ὅτι ὀψὲ χρόνου ἐξευρέθησαν μετὰ τὰς ἀναγκαίας ἐξ ἀκροδρύων καὶ σπορίμων τροφάς. ὅτι δὲ κατά τινα ἐξοχὴν ἡ λέξις κληρωθεῖσα τοῖς ἰχθύσι παρήγαγε τὸ ὀψάριον, ὁ Ἀθήναιος δηλοῖ. Τὸ δὲ οἷα ἔδουσι βασιλεῖς, ἔμφασιν ἔχει, μὴ κοινὰ εἶναι ταῦτα καὶ συνήθη τοῖς πλείοσιν ὄψα, βασιλεῦσι δὲ πρέποντα. Ὅρα δὲ ὡς ἐπὶ Τηλεμάχου μὲν πλατύτερον διεσκεύασε τὰ περὶ τῶν ἐφοδίων, ἐνταῦθα δὲ στενῶς εἶπε, διὰ τὸ δυσὶ μόνοις στίχοις ἐπιμετρηθῆναι τὰ εἰς ὁδόν. οὕτω καὶ δῶρα βασιλικὰ προϊὼν μὲν, ἐξονομάσει. ἐνταῦθα δὲ, μετ' ὀλίγα ἐπὶ Ὀρτιλόχου, ἀρκεσθήσεται εἰπὼν ὡς τοῖς ἐνδημήσασι νέοις πὰρ ξείνια θῆκε. (Vers. 485.) Τὸ δὲ μάστιξε δ' ἐλάαν καὶ