# Commentarii ad Homeri Odysseam 1.140.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.140.1

ἑξῆς, δὶς λέγει ἐνταῦθα ταυτολογῶν. (Vers. 486.) Τὸ δὲ ἐς πεδίον, ἀσφαλῶς πρόσκειται εἰς διαστολὴν τῶν ἐν ἀέρι πετομένων. δῆλον δὲ ὡς τὸ οὕτω πέτεσθαι, ἡ μάστιξ ἐνεποίησε τοῖς ἵπποις. οἳ ἄλλως μὲν, οὐκ ἀέκοντες ὥδευον. ὑπὸ δὲ μάστιγος, καὶ ἐπέτοντο. εἰ δὲ οὗτοι παραβολικῶς πέτεσθαι λέγονται, οὐκ ἂν, οὐδὲ ὁ τοῦ Βελλεροφόντου πήγασος, ἄλλως πέτοιτο. (Vers. 487.) Ὅτι τὸ, πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες, ἀντὶ τοῦ, ἐῤῥωμένως ἐκινοῦντο. καὶ εἴρηται ἀπὸ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς οὕτω κινουμένοις ζῴοις, σείειν τὸν ζυγὸν ὑφ' ὃν εἰσί. καὶ φασὶν οἱ παλαιοὶ ὅτι παρεκδοχικῶς ἐῤῥέθη ἀπὸ τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον. Ἰστέον δὲ καὶ ὅτι τὸ πανημέριοι, παρὰ ἑτέροις ποιηταῖς, εὕρηται πανήμεροι ὁμοίως τῷ ἐφήμεροι, ἐκβληθέντος τοῦ Ὁμηρικοῦ ἰῶτα. ὥσπερ αὖ πάλιν τὸ Ὁμηρικὸν νήδυμος, νηδύμιος λέγεται προσλήψει τοῦ ἰῶτα. ὡς δηλοῖ παρὰ τῷ Ὀππιανῷ τὸ, πνοιῇ νηδυμίῃ. (Vers. 489.) Ὅτι Φεραὶ μὲν, πόλεις Θεσσαλίας. Φειαὶ δὲ Ἤλιδος αἱ καὶ Φεαί. Φηραὶ δὲ, τῆς Λακωνικῆς. εἰς ταύτας ἵκοντο κατὰ πρώτην ἡμέραν ἐφ' ἅρματος ὁ Τηλέμαχος καὶ ὁ Νεστορίδης Πεισίστρατος. καὶ ἀναπαυσάμενοι τὴν νύκτα Διοκλῆος ποτὶ δῶμα υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα ὥς που καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ξένια λαβόντες ἀπ' αὐτοῦ, ἅμα ἡμέρᾳ ἵππους τ' ἐζεύγνυντο, ἀνά τε ἅρματα ποικίλα ἔβαινον. καὶ ἐξελάσαντες προθύροιο, ἦλθον ἐς πεδίον πυρηφόρον τὸ ἐγγὺς Λακεδαίμονος. λεγόμενον οὕτως, ἢ ὀνομαστικῶς, ἢ ὡς εὔφορον σίτου. ἐκεῖθεν δὲ, αἶψα ἦνον ὁδόν. τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. δύντος δὲ ἡλίου, εἶχεν ἡ Λακεδαίμων αὐτούς. δευτέραν ἡμέραν ἐκ Πύλου ἐλθόντας ἐκεῖ. (Vers. 497.) Καὶ ὅρα τὸ ἦνον, ἐκ τοῦ ἄνω ῥήματος. ἐξ οὗ ἐν τῇ α ῥαψῳδία τὸ πολλὰ κατάνεται. πλὴν ὅσον ἐκεῖνο μὲν, τὸ καταδαπανᾶν δηλοῖ καὶ εἰς ὄλεθρον τελειοῦν, καθ' ὁμοιότητα τοῦ καταφαγεῖν. καὶ ἐκεῖθεν τὸ εἰς ὄλεθρον ἀνύειν. ὡς τὸ, ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. ἐνταῦθα δὲ τὸ ἦνον, τὸ ἁπλῶς ἤνυον καὶ ἐτελείουν δηλοῖ. Τὸ δὲ τοῖον ὑπέκφερον, σπουδαῖον δρόμον σημαίνει. ἔστι δὲ τὸ ὑπέκφερον, ἀντὶ τοῦ ἐκινοῦντο, ἐκ τοῦ φέρω. ἀφ' οὗ καὶ φυρὰ ἡ κατὰ τόπον κίνησις. Ὅτι δὲ τὸ ἐκφέρειν, καὶ ἐκκομιδὴν δηλοῖ ἑτεροίαν τέ τινα καὶ νεκρικὴν δὲ ὅθεν καὶ ἐκφορὰ ἡ ταφὴ, πολλαχοῦ φαίνεται. σημαίνει δέ ποτε καὶ αὔξησίν τινα. οὕτω γὰρ τὸ μικρὸν, μέγα τι ἐκφέρει ἔστιν ὅτε. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ ὑπέκφερον, ἐπίτασιν ἡ ἐκ πρόθεσις ἐμφαίνει καὶ ὑπεροχήν. ἵνα ᾖ, ὅτι ὄντες ὑπὸ τῷ ζυγῷ οἱ ἵπποι, λίαν ταχὺ ἐκινοῦντο. καὶ ὡς εἰπεῖν, ὑπερφερῶς. Τοῦ δὲ σπουδαίου δρόμου τῶν τοιούτων ἵππων, δηλωτικὸν ἐν τοῖς ἑξῆς καὶ τὸ, ἔλυσαν ἱδρώοντας. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα πρωθύστερον ἐν τῷ, ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. οὐδεὶς γὰρ προεξελαύνει προθύρου εἶτα αἰθούσης, ἀλλὰ ἀνάπαλιν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος, ἀπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων, καὶ τῆς Πρωτέως μαντείας, δι' ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ δι' ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. ΟΔΥΣΣΕΙΑΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (Vers. 1. sqq.) Ὅτι ἐπιγραφὴ τοῦ γράμματος τούτου, αὕτη. Τηλεμάχου ἄφιξις εἰς Σπάρτην. Ὅτι κοίλην τὴν Λακεδαίμονα καλεῖ καὶ κητώεσσαν. ἐκεῖνο μὲν, διὰ τὸ κύκλῳ μακροῖς ὄρεσι περιειλῆφθαι, ὥσπερ καὶ ἡ κοίλη Συρία δι' ὁμοίαν αἰτίαν τὴν τοιαύτην κλῆσιν εἴληχε. κητώεσσαν δὲ, ὡς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
