# Commentarii ad Homeri Odysseam 1.141.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.141.1

μεγάλην. παρὰ τὸ κῆτος. τινὲς δὲ ὧν καὶ Ζηνόδοτος, καιετάεσσαν γράφουσιν. ὅθεν παρὰ Καλλιμάχῳ τὸ, ἵππους καιετάεντας ἀπ' Εὐρώταο κομίσεαι. ποταμὸς δὲ Λακωνικὸς ὁ Εὐρώτας ὡς καὶ ὁ περιηγητὴς δηλοῖ. εἰ δὲ καί τι μόριον σώματος εὐρώτας λέγεται, δηλοῖ ὁ γράψας ἐλεγεῖον τὸ, οὐχ' ὅλον εὐρώταν ἀλλ' ὅσον ἠδύνατο. φασὶ δὲ λέγεσθαι καιετάεσσαν, τὴν καλαμινθώδη, ἢ τὴν πολλοὺς ἔχουσαν καιετοὺς, ὅ ἐστι σχισμὰς καὶ ῥωχμοὺς ἀπὸ σεισμῶν. εὔσειστος γὰρ ἡ Λακωνική. ἀπὸ δὲ τῆς τοιαύτης λέξεως, καὶ δεσμωτήριόν τι σπηλαιῶδες παρὰ Λάκωσιν ὁ καιέτας, ἢ διὰ τοῦ α καιάτας. οἱ δὲ, κώους φασὶ καλεῖσθαι τὰ τοιαῦτα κοιλώματα. ὅθεν καὶ τὸ, φηρσὶν ὀρεσκῴοις παρ' Ὁμήρῳ εἰρῆσθαι οἴονται. ὁ δὲ τὰ ἐθνικὰ γράψας, ἱστορεῖ ὅτι κῶς, ὄρυγμα ἐν Κορίνθῳ, ὅπου φῶρας καὶ δραπέτας καθείργνυον. καὶ οἱ ἐν αὐτῷ τραφέντες, κῶες ἐλέγοντο. κώους γὰρ, τὰ κοιλώματα τῆς γῆς καὶ πᾶν σπήλαιον ἔλεγον. Ἰστέον δὲ ὅτι παρὰ τὸ κῶ τὸ κεῖμαι γίνεται οὐ μόνον τὸ προσεχῶς ῥηθὲν ὄρυγμα, ἀλλὰ καὶ ὁ καιέτας καὶ ὁ κῶος. οὗτος μὲν, κατὰ πρόσληψιν συλλαβῆς, ὡς τὸ, ζῶ ζῷον. ἐκεῖνος δὲ, ἀπὸ τοῦ κῶ καίω ὡς κλῶ κλαίω. ἵστανται μὲν γὰρ, τὰ ὑπερκείμενα. κεῖνται δέ πως, τὰ κάτω καὶ ταπεινά. (Vers. 3.) Ὅτι εὐτυχῶς καταλύει Τηλέμαχος παρά τε Νέστορι θύοντα ἐκεῖνον ἐφευρηκῶς, παρά τε Μενελάῳ, ὃν εὗρε δαινῦντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρός. τῆς Ἑρμιόνης δηλαδή. ὧν τὴν μὲν, τῷ τοῦ Ἀχιλλέως υἱῷ ἔπεμπεν ἔνθ' ἵπποισι καὶ ἅρμασι Μυρμιδόνων προτὶ ἄστυ. ὡς ἐν Τροίᾳ πρῶτον οὐχ ἁπλῶς ὑπέσχετο ἀλλὰ καὶ κατένευσε δώσειν. τοῖσι δὲ θεοὶ γάμον ἐξετέλειον. τῷ υἱῷ Μεγαπένθει Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην. ἐγχωρίαν δηλαδή. οὐκ ἂν οὐδὲ τὴν Ἑρμιόνην πέμψων εἰς Μυρμιδόνας, εἰ μὴ φθάσας ὑπέσχετο καὶ κατένευσε. λέγει δὲ καὶ ὡς ὁ Μεγαπένθης, τηλύγετος αὐτῷ ἐκ δούλης ἐγένετο. Ἑλένῃ δὲ, θεοὶ γόνον οὐκ ἔτ' ἔφαινον ἐπειδὴ τοπρῶτον ἐγείνατο παῖδα ἐρατεινὴν Ἑρμιόνην. ἵνα φασὶν ἐπὶ πλέον ἀκμάζῃ μὴ δαπανωμένη πρὸς τέκνων τροφήν. ἢ καὶ ἵνα ἐξ Ἀλεξάνδρου παῖδα μὴ σχῇ πρὸς ἐπιγονὴν ἀναμνηστικὴν τῆς ἁρπαγῆς. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, καὶ υἱὸν τῷ Μενελάῳ γενεαλογοῦσι, Νικόστρατον. καὶ Ἀλεξάνδρου καὶ Ἑλένης, Κόριθόν φασιν υἱὸν ἢ Ἕλενον. γέγραπται δέ τι περὶ τούτων, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ τοιαῦτα. Ἀγαμέμνονος Ἀχιλλεῖ θυγατέρα ὑποσχομένου ἐν ταῖς λιταῖς, διέπεσεν ὁ γάμος ἀποθανόντων ἀμφοτέρων. συνέπεσε δὲ ἄλλως τὸ πρᾶγμα, Ἑρμιόνης τῆς Μενελάου εἰς γάμον ἐκδοθείσης Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως υἱῷ. Σοφοκλῆς δέ φασιν ἐν Ἑρμιόνῃ ἱστορεῖ, ἐν Τροίᾳ ὄντος ἔτι Μενελάου, ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ τοῦ Τυνδάρεω τῷ Ὀρέστῃ. εἶτα ὕστερον ἀφαιρεθεῖσαν αὐτοῦ, ἐκδοθῆναι τῷ Νεοπτολέμῳ κατὰ τὴν ἐν Τροίᾳ ὑπόσχεσιν. αὐτοῦ δὲ Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως ὅτε τὸν Ἀπόλλω τινύμενος τὸν τοῦ πατρὸς ἐξεδίκει φόνον, ἀποκαταστῆναι αὖθις αὐτὴν τῷ Ὀρέστῃ. ἐξ ὧν γενέσθαι τὸν Τισαμενόν. φερωνύμως οὕτω κληθέντα, παρὰ τὴν μετὰ μένους τίσιν. ἐπεὶ ὁ πατὴρ Ὀρέστης ἐτίσατο τοὺς φονεῖς τοῦ Ἀγαμέμνονος. (Vers. 9.) Ὅρα δὲ καὶ ἐν τῷ ῥηθέντι χωρίῳ τὸ ἐπαινετικὸν εἶδος. ἐν ᾧ περικλυτὸν μὲν λέγει τὸ τῶν Μυρμιδόνων ἄστυ, ὅ ἐστιν ἴσως, ἡ Φθία. κρατερὸν δὲ, τὸν Μεγαπένθην. τὴν δὲ Ἑρμιόνην, οὐ μόνον ἀμύμονα, ἀλλὰ καὶ περικαλλεστάτην. φησὶ γάρ. ἡ εἶδος ἔσχε χρυσῆς Ἀφροδίτης. (Vers. 8.) Τὸ δὲ πέμπειν, πρωτότυπόν ἐστι τῆς θριαμβικῆς πομπῆς. καιρία δὲ ἡ λέξις. διὸ καὶ δὶς αὐτὴν ἐνταῦθα εἶπεν ὁ ποιητής. πρῶτον μὲν, ἁπλῶς εἰπὼν τὴν μὲν ἔπεμπεν. εἶτα καὶ περιφραστικῶς, ἐν ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι. ὃ καὶ μάλιστά ἐστι πομπή. Ἔνθα καὶ ὅρα τὸ νέεσθαι, οὐ νόστον δηλοῦν ἀλλὰ πορείαν ἁπλῶς. (Vers. 7.) Τὸ δὲ θεοὺς τὸν γάμον ἐκτελεῖν, σύνηθες ἐπὶ εὐδαιμόνων γάμων τῷ μύθῳ, οὕτω γὰρ καὶ οἱ τοῦ Πηλέως γενέσθαι μυθεύονται. Καὶ ὅρα ὅτι τὸ ἐξετέλειον, τελετὴν εἶναί τινα καὶ τὸν γάμον ἐμφαίνει. (Vers. 10.) Ὁ δὲ ῥηθεὶς Ἀλέκτωρ, Ἀργείου γενεαλογεῖται τοῦ Πέλοπος καὶ Ἡγησάνδρας τῆς Ἀμύκλα. θυγάτηρ δ' αὐτοῦ, Ἰφιλόχη φασὶν ἢ Ἐχέμηλος. Ἰστέον δὲ ὅτι τὸ ἀλέκτωρ, ἐπὶ ὀρνέου οὐκ ἔστιν εὑρεῖν παρὰ τῷ ποιητῇ. ἐπὶ δὲ ἡλίου, δοκεῖ αὐτὸ εἰδέναι μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Ἠλέκτωρ γάρ. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι τοῦ ἀλέκτωρ ὁ ὄρνις ὃς οὕτω λέγεται διὰ τὸ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρειν, ἔστι καὶ θηλυκὸν ἡ ἀλεκτορίς. ἤδη δὲ καὶ ἡ ἀλεκτρύαινα ὡς ἐμφαίνει ὁ κωμικός. καὶ ὅτι καθὰ ὁ ὄρνις καὶ ἡ ὄρνις διγενῶς, οὕτω διχῶς καὶ ἀλεκτρυών. καὶ τοῦ μὲν ἀρσενικοῦ, χρήσεις πολλαί. τοῦ δὲ θηλυκοῦ, αὗται παρὰ τῷ Ἀθηναίῳ. πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια τίκτουσι. καὶ, αἱ δ' ἀλεκτρυόνες ἅπα-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
