Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.142.1
Not analysed yet
σαι καὶ τὰ χοιρίδια τέθνηκεν. Ἴων δὲ ὁ τραγικὸς, ἀλέκτορα τὸν αὐτὸν εἶπε, διὰ τὸ ἡδύ. οὗ χάριν, οὐκ ἔχει ὁ ἀκροατὴς λέγεσθαι ἤγουν κοιμᾶσθαι. ἄλλῳ δὲ λόγῳ, ἀλέκτωρ καὶ ἡ ὁμόλεκτρος καθὰ καὶ ἀγάστωρ, ὁ ὁμογάστριος. ἄλλως δὲ πάλιν, παρθένος ἀλέκτωρ, ἡ μὴ πειραθεῖσα λέκτρου. κατὰ τὸ, γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος, ἡ τῆτες ἡμέρα. γριφώδεις δὲ λέξεις αὗται, δριμύτητος ἰδέαν ὑποκοριζόμεναι. διὸ οὔτε τὸ, ἀλέκτωρ Ἀθηνᾶ τέτριπται, οὔτε τὸ, ἄδικος ἡμέρα καθ' ἣν οὐ κροτεῖται δίκη. τοιοῦτον δὲ καὶ τὸ, ἐκ Δελφῶν ἐπανῆκεν ἄχρηστος. ἤγουν μὴ λαβὼν χρησμόν. καὶ τὸ, ναῦται δὲ, μηρύσαντο νηὸς ἰσχάδα. ἤγουν ἄγκυραν δι' ἧς ἴσχεται ἡ ναῦς. πρὸς ὅπερ ὁμόστοιχον, καὶ τὸ εἰπεῖν τὰς ἀγκύρας, Ἕκτορας πλημυρίδος ἤγουν κυμάτων ἐφεκτικάς. τούτων δὲ γλυκύτερον, τὸ εἰπεῖν ἰοχέαιραν, τὴν ἀσπίδα τὸ ζῷον. καὶ ταῦτα μὲν οὕτω εἰρήσθω. μνηστέον δὲ καὶ Ἀδαίου ὃς περιώνυμος ἦν ἐν τοῖς Φιλίππου ξένοις, ὅτι ἀλεκτρυὼν ἐπεκαλεῖτο. περὶ οὗ Ἡρακλείδης ὁ κωμικὸς παίζων ὡς περὶ ὄρνιθος, λέγει ὅτι ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου λαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον, κατέκοψεν, οὐ γὰρ εἶχεν οὐδέ πω λόφον. κἆτα κόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους. ὅτε δηλαδὴ ὁ τοιοῦτος Χάρης τοὺς Ἀθηναίους ἐν τῇ ἀγορᾷ εἱστίασε, θύσας ἐπινίκια μάχης τῆς πρὸς τοὺς Φιλίππου ξένους, ὧν ὁ ῥηθεὶς Ἀδαῖος ἡγεῖτο. ἔστι δὲ τὸ μὲν ἀωρὶ κοκκύζειν τὸν Ἀδαῖον ἀλεκτρυόνα, τὸ παρὰ καιρὸν ἐπιβαλεῖν τῇ μάχῃ. τὸ δὲ μήπω λόφον ἔχειν, τὸ ἄοπλον ἔτι ὄντα περιπεσεῖν κινδύνῳ. ὡς δὲ τὸ ὄρνεον ὁ ἀλεκτρυὼν, καὶ Ἄρεϊ ἀνέκειτο ὥς που καὶ ἐν τοῖς ἑξῆς φανεῖται, καὶ ὡς ἐν ἱεροῖς ἀνετίθετο, οἱ παλαιοὶ δηλοῦσιν. ἱστορεῖται δὲ καὶ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδή τινα θύραν, ἐπικλίνει τὸν λόφον. οὗ δὴ ἀλέκτορος καθὰ καὶ ἀλεκτρυόνος, καὶ παρ' ἄλλοις μὲν πολλοῖς χρῆσις. καὶ παρὰ Κρατίνῳ δέ φασιν ἐν τῷ, κοκκύζειν τὸν ἀλεκτρυόνα οὐκ ἀνέχονται. ἤγουν ᾄδειν ὡς αὐτῷ ἔθος. ἐξ οὗ δὴ κοκκύζειν, καὶ ὁ παρ' Ἡσιόδῳ κόκκυξ. καὶ ἐπίῤῥημα κόκκυ παρὰ τῷ κωμικῷ. ὑποβάλλει δὲ τοιοῦτον νοῦν καὶ Σοφοκλῆς φασὶν ἐν τῷ, κοκκοβόας ὄρνις. ἐναργέστερον δὲ, Δίφιλος ἐν τῷ καὶ νὴ Δί' ὄντως εὐθὺς ἐξέπεμπέ με ὀρθριόκοκκυξ ἀρτίως ἀλεκτρυών. καὶ Πλάτων δὲ ἐμφανῶς φασὶν ὁ κωμικὸς ἐν τῷ, σὲ δὲ κοκκύζων ἀλέκτωρ προκαλεῖται. Ὅρα δὲ ὅτι τῶν ἐκ τοῦ λέγω τὸ κοιμῶμαι γεγονότων, ἐνεργητικοῦ μὲν παρακειμένου, τὸ λέχος διὰ ε καὶ ἡ λεχώ. διὰ δὲ τοῦ ο, ἡ ἄλοχος καὶ τὸ λοχεύειν. παθητικοῦ δὲ τρίτου προσώπου, τὸ λέκτρον καὶ ὁ ἀλέκτωρ ἴσως δὲ καὶ ἡ Ἠλέκτρα. καὶ ὁ ἀλεκτρυὼν δέ. Τὸ δὲ ἤγετο κούρην, πάνυ σύνηθες ἐπὶ γάμου λέγεσθαι. τοιοῦτον γὰρ καὶ τὸ, ἠγαγόμην γυναῖκα. εἰς τὸ πᾶν δὲ εἰπεῖν, τὸ ἄγειν καὶ τὰ ἐξ αὐτοῦ, σεμναὶ λέξεις εἰσίν. εἰ δὲ ψεκτὸν ὄνομα ὁ προαγωγὸς ἔτι δὲ καὶ τὸ προαγωγεύειν, πάντως γὰρ οὐκ ἐπαινετὰ ταῦτα εἰσὶν, ἀλλ' αὐτὸ τὸ προάγειν, σεμνότητα ἔχει. ὥσπερ καὶ ἡ προαγωγή. τιμὴν γὰρ αὐτὴ δηλοῖ. οἷον. ὑποδραμὼν τὸν βασιλέα, τῶν φίλων ἐγένετο μεγίστης τυχὼν προαγωγῆς. (Vers. 11.) Περὶ δὲ τοῦ τηλύγετος, ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ. νῦν δὲ εἰς τοσοῦτον ῥητέον. ὡς τηλύγετος παῖς παρὰ τοῖς παλαιοῖς, οὐ μόνον μεθ' ὃν οὐκ ἔστι τεκνώσασθαι, ἢ ὁ μόνος υἱὸς ὡς ὁ Μεγαπένθης ἐνταῦθα τῷ Μενελάῳ, ἀλλὰ καὶ ὁ τῆλε ὄντι τῷ πατρὶ γεννηθεὶς, ἢ καὶ αὐξηθεὶς μετὰ γέννησιν. παράδειγμα τοῦ πρώτου, Τηλέγονος ὁ ἐκ Κίρκης τῆλέ που γεννηθεὶς τῷ Ὀδυσσεῖ. ὅθεν καὶ τοὔνομα ἔσχε. τοῦ δὲ δευτέρου, Ὀρέστης τε ὁ Ἀγαμεμνονίδης καὶ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος. ᾧ τοὔνομα οὕτως ἔπεσεν, ἐπειδὴ τῆλε μαχομένου τοῦ πατρὸς ἐτράφη. (Vers. 12.) Ἰστέον δὲ ὡς ἐπειδὴ τῇ Ἑλένῃ γεννησαμένῃ τὴν Ἑρμιόνην οὐκ ἔτι γόνος ἐφαίνετο, εἴη ἂν καὶ αὐτὴ τηλυγέτη τοῖς τεκοῦσιν, οἷα μόνη θυγάτηρ. ὡς καὶ ὁ Μεγαπένθης, μόνος υἱός. Ἔτι ἰστέον, καὶ ὡς ἐν τούτοις καινόσχημόν ἐστι κατὰ σύνταξιν τὸ, υἱέϊ δὲ ἤγετο κούρην ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης. τὸ γὰρ κοινῶς ἀκόλουθον ἦν, υἱέϊ κρατερῷ Μεγαπένθει. ὁ δὲ, καινότερον ἀπέδωκεν αὐτὸ πρὸς τὸ, ὃς τηλύγετος γένετο. Τὴν δὲ διαληφθεῖσαν δούλην, Ζευξίππου τέ τινος εἶπον θυγατέρα, καὶ κύριον αὐτῆς ἐξέθεντο ὄνομα. οὗ τὸ ἀκριβὲς, ἀφανὲς ἐν τοῖς παλαιοῖς ὑπομνήμασιν. καὶ ὁ τῶν νόστων δέ φασι ποιητὴς, κύριον ὄνομα λέγει τὸ, δούλης. διὰ τὸ μηδέ ποτε λέγειν τὸν ποιητὴν δούλας τὰς θεραπαίνας, ἀλλὰ δμωὰς ἢ δμωΐδας. διὸ καὶ τὸ, εἰσόκέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην, ἀθετεῖται κατὰ τοὺς παλαιούς. (Vers. 11.) Ὅρα δὲ καὶ ὡς εἰ καὶ μὴ ἐφαίνετο τῇ Ἑλένῃ γόνος ἐπεὶ ἐγείνατο τὴν Ἑρμιόνην, ἀλλ' ἐκ τῆς δούλης ἀνεπληρώθη τὸ ἐκ τῆς Ἑλένης ἐλλεῖπον τῷ Μενελάῳ. ἔσχε γὰρ ἐξ ἐκείνης υἱὸν τὸν Μεγαπένθην. ὃς ἔοικεν ἁρπαγείσης τεκνωθῆναι τῆς Ἑλένης. διὸ καὶ φερωνύμως ὠνομάσθαι διὰ τὸ μέγα πένθος εἶναι