# Commentarii ad Homeri Odysseam 1.143.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.143.1

τότε τῷ τοῦ Μενελάου οἴκῳ. Ἔτι ὅρα καὶ ὡς ἦν μὲν διὰ πλεῖον κάλλος, ἄπαιδα μεῖναι τὴν Ἑλένην. ἐπεὶ δέ φασι δύσδαιμον ἡ ἀτεκνία, γεννᾷ εἰσάπαξ, καὶ οὐκ εἰς δεύτερον, ἵνα τὸ κάλλος αὐτῇ ὡς ἐῤῥέθη φυλάττηται. θηλυγονεῖ δὲ, ὡς ἂν ἔχῃ χαίρειν αὐτὴ τῷ ὁμοίῳ. Ἰστέον δὲ ὅτι κατὰ Πορφύριον, καὶ ἕτερος Μεγαπένθης ἦν παλαιὸς, ἀπόγονός φησιν Αἰγύπτου ἀδελφοῦ Δαναοῦ. κληθεὶς οὕτω, διὰ τὸ πενθῆσαι τὸν Προῖτον ἐπὶ τῇ μανίᾳ τῶν θυγατέρων. ἃς ὁ Μελάμπους καθῄρας, ἔλαβε τὰ δύο μέρη τῆς ἐκείνου βασιλείας, καὶ τῷ ἀδελφῷ Βίαντι ἔδωκεν. ἔσται δέ τις μνήμη τῆς τοιαύτης ἱστορίας, καὶ ἐν τοῖς ἑξῆς. (Vers. 16.) Ὅτι ἐν τῷ, δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου τερπόμενοι, διαφορὰ δηλοῦται τῶν λέξεων. γείτονες μὲν γὰρ, οἱ πλησιασταὶ μόνοι. ἔται δὲ, οἱ καὶ ἄλλως συνήθεις. δῆλον δὲ ὅτι καὶ ὁ γείτων ὡς ἐθὰς, ἔτης ἂν εἴη καὶ αὐτός. διὸ πρὸ βραχέων ἐν τῷ, δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, οἱ ἔται, καὶ τοὺς γείτονας περιεῖχον εἰ καὶ ἐνταῦθα διωρίσθησαν. ψιλοῦται δὲ τὸ ἔτης κατὰ τοὺς παλαιοὺς, εἴτε ἐπὶ πολίτου εἴτε ἐπὶ ἑταίρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ ἔθους, οὐ μόνον ὁ ἑταῖρος καὶ ὁ ἔτης, ἀλλὰ φανερῶς καὶ ὁ ἐθάς. ὃν τινὲς, καὶ ἠθάδα λέγουσιν ὥς φησιν Αἴλιος Διονύσιος. ὅτι δὲ ψιλοῦται τὸ ἔτης, κάλλιον ἐν τῇ Ἰλιάδι γέγραπται. (Vers. 18.) Ὅτι ἐν τῷ τοῦ Μεγαπένθους γάμῳ, τοῖς δαινυμένοις ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων. δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσον. ὅ ἐστι κατὰ δῖνον ἐστρέφοντο. Καὶ ὅρα ὅτι τε θεῖόν τι κἀνταῦθα ὁ ἀοιδὸς, καὶ ὡς οὐδέν τι φορτικὸν καὶ ἀπᾷδον οὐδ' ἐν τούτοις ὁ βασιλικὸς ἔχει γάμος, ἀλλ' ἀρκεῖται ὀρχήσει καὶ μολπῇ. Τὸ δὲ ἐμέλπετο καὶ τὸ μολπὴ, τρόπος ἐτυμολογίας ἐστίν. Ἐνταῦθα δὲ, σημείωσαι τὰ τοῦ Ἀθηναίου. εἰπόντος ἐν τῇ κατὰ τὸν Μενέλαον γαμοποιΐᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διῃτῶντο οἱ βασιλεῖς. ἀλλ' ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου στίχου λέγοντος, τόν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔταισι, προσσυνῆψαν τοιαῦτα ἔπη. ὣς οἱ μὲν δαίνυντο. καὶ ἑξῆς πέντε στίχους τούτους. παραγράψαντές φησιν ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλιάδι ὁπλοποιΐας σὺν αὐτῷ τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντές φησιν οἱ κυβιστητῆρες ἀλλὰ πάντως ἐξάρχοντος τοῦ ᾠδοῦ, ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν, τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος ἐν ἀσπίδι φησί. θεαί δ' ἐξῆρχον ἀοιδῆς Μοῦσαι. Καὶ Στησίχορος δὲ, καλεῖ τὴν Μοῦσαν ἀρχεσίμολπον. καὶ Πίνδαρος, ἀγησίχορα τὰ προοίμια. ἔτι φησὶν ἐν τοῖς ῥηθεῖσιν, ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σώζεσθαι. κεῖται δέ φησιν κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ, πολύς δ' ἱμερόεντα χορὸν περιΐσταθ' ὅμιλος. Διόδωρος δέ φησιν ὁ Ἀριστοφάνειος, ὅλον τε τὸν γάμον περιγράφει. ἤγουν ἀθετεῖ. ἐκβάλλει. καὶ κελεύει γράφειν, δοιὼ δὲ κυβιστητῆρε καθ' αὐτούς. σολοικίζειν φησὶν ἀναγκάζων ὁ ῥηθεὶς δηλαδὴ Διόδωρος. τὸ μὲν γὰρ κατ' αὐτοὺς, κατὰ σφᾶς ἔστιν αὐτούς. τὸ δὲ λέγειν ἑαυτοὺς, σόλοικον. Καὶ ὅρα ὅτι λελήθασι σολοικίζοντες ὡς Ἀθήναιος βούλεται, οἱ λέγοντες ἑαυτοῖς καὶ ἑαυτοὺς καὶ ἑαυτῶν. αἴτιον δ' ὅτι ἐν ἑνικοῖς μὲν, τὸ ἑαυτοῦ καὶ ἑαυτῷ καὶ ἑαυτὸν, ἐκ δύο ἕκαστον ὁμοιοπτώτων γενικῶν σύγκεινται, οἷον ἕο αὐτοῦ. ἑοῖ αὐτῷ. ἓ αὐτόν. ὁποῖόν τι καὶ τὸ, ἓ ἕδ' αὐτὸν ἐποτρύνει μάχεσθαι. συναιρεθέντα δὲ, ποιοῦσι τὸ ἑαυτοῦ ἑαυτῷ ἑαυτὸν. ἐπὶ δέ γε πληθυντικῶν πτώσεων τοῦ, αὐτῶν αὐτοῖς αὐτοὺς, οὐκ ἔχει χώραν συνθέσεως ἡ ἀντωνυμία τὸ ἓ. ἀλλ' ὁ προσθέμενος αὐτὴν ἀνομοιόπτωτον οὖσαν τοῖς τοιούτοις πληθυντικοῖς, οὐ ποιεῖ καθ' Ἕλληνας. ὥσπερ οὐδὲ ὁ τολμήσας εἰπεῖν ἐμαυτοὺς ἢ σαυτῶν ἤ τι τοιοῦτον. διὸ κάλλιον ἐν τοῖς τοιούτοις ἀρκεῖσθαι τῇ τῆς ἀρχούσης δασείᾳ. καὶ ἀντὶ τοῦ, ἑαυτοῖς καὶ ἑαυτοὺς, δασύνειν τὸ ἄλφα πρὸς διαστολὴν τῶν κατ' ἄλλην ἔννοιαν ψιλουμένων. ὃ δὴ ποιοῦσιν ἀξιολόγως, οἱ γράφοντες τὸ καθ' αὑτοὺς καὶ καθ' αὑτὸ καὶ καθ' αὑτά. καὶ ὅσα τοιαῦτα. πλὴν ἐπειδὴ πολλῶν καὶ πολλοῦ λόγου ἀξίων ἀνδρῶν χρωμένων καὶ ταῖς εἰρημέναις συνθέτοις πληθυντικαῖς ἀντωνυμίαις, οὐκ ἔστι σολοικίαν καταλέγειν ἁπάντων, ῥητέον ὅτι οὐκ ἀναμφιλέκτως σύνθεσις ἀντωνυμιῶν δύο προήγαγε τὸ, ἑαυτῶν ἑαυτοῖς ἑαυτοὺς. ἀλλ' ὡς ἁπλαὶ λογίζονται μετὰ πάθους πλεονασμοῦ, δοκεῖ γὰρ δασυνθέντων ὡς ἐῤῥέθη τοῦ, αὑτῶν αὑτοῖς αὑτοὺς, προκαθεσθῆναι πλεονάσαν τὸ ε. καὶ αὐτίκα ἐφελκύσασθαι εἰς ἑαυτὸ τὴν δασεῖαν τῆς αυ διφθόγγου πρὸς ὁμοιότητα τοῦ, ὥρακα ἑώρακα. καὶ τῶν ὁμοίων. καὶ οὕτω παῤῥησιάσασθαι ὁμοίως ταῖς ὡς λέλεκται δασυνομέναις δισυλλάβοις ἀντωνυμίαις, καὶ τὰς τρισυλλάβους. (Vers. 24.) Ὅτι βιωτικὸν καὶ ἀφελὲς τὸ διὰ θεράποντος αὐτῷ δὴ τῷ βασιλεῖ ἀγγελθῆναι τὴν τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
