# Commentarii ad Homeri Odysseam 1.145.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.145.1

ὕψους κατάβασιν πρὸς τὸ ταπεινότερον. ἔδει γάρ φασι σελήνην εἰπεῖν πρῶτα, εἶτα εἰς τὸν ἥλιον ἐπαναβῆναι, ὡς ἂν προκόπτῃ τὰ τῆς συγκρίσεως. ἔστι δ' εἰπεῖν, ὅτι πιθανῶς ὁ ποιητὴς ἐκ τοῦ μείζονος εἰς τὸ ἧττον κατέβη, ὡς ἂν μᾶλλον ὁ λόγος πιστεύοιτο. (Vers. 46.) Τὸ δὲ ὑψερεφὲς, κατὰ φύσιν γέγραπται καθὰ καὶ ὁ ἐρετμός. ὅτε μέντοι γράφοιτο ὑψηρεφὲς, ἐκτέταται ὡς τὸ ἐπήρετμοι. (Vers. 47.) Ὅτι ἐπὶ τῶν μετὰ θέαν λουομένων εἶτα δαινυμένων, καλὸν εἰπεῖν τὸ, αὐτὰρ ἐπὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δ' ἐπεὶ οὖν αἱ δεῖνα λοῦσαν ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας, ἔς ῥα θρόνους ἕζοντο καὶ τὰ ἑξῆς. φιλόφρονος δὲ ἀνδρὸς λόγος τὸ, σίτου ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα δείπνου παυσαμένω, εἰρησόμεθα. ἔστι δ' ἐν τούτοις τὸ κατὰ σιωπὴν σχῆμα, καθὸ λούονται οἱ βασιλικοὶ ξένοι κατὰ σιωπηρὰν τοῦ βασιλέως κέλευσιν. Ὅρα δὲ τὸ, τάρπησαν ὁρώμενοι ὀφθαλμοῖς, ἀντὶ τοῦ ὁρῶντες. παθητικῶς ῥηθὲν καθ' ὁμοιότητα τοῦ, θνήσκοντας ὁρᾶτο. διττὸς δὲ ὁ νοῦς. ἢ γὰρ ἐτάρπησαν ἐν ὀφθαλμοῖς. ἢ ὁρῶντες τοῖς ὀφθαλμοῖς. (Vers. 48.) Ἀσάμινθος δὲ, ἡ πύελος ἤτοι λεκάνη, παρὰ τὸ τὴν ἄσιν ὅ ἐστι τὸν ῥύπον μινύθειν ἤγουν ἐλαττοῦν. τὴν δὲ ἄσιν, ἧς ἡ χρῆσις ἐν Ἰλιάδι, διφοροῦσιν οἱ παλαιοί. καὶ διὰ διχρόνου γράφοντες καὶ διὰ τοῦ η. καὶ ἔχει καὶ ἡ διὰ τοῦ ἦτα γραφὴ λόγον, διὰ τὸ ἄλφα τὸ κείμενον ἐν τῇ προπαραληγούσῃ τοῦ ἀσάμινθος δωρικώτερον. ὅσον γὰρ ἐκ τοῦ ἄσις, ἀσίμινθος ὤφειλεν εἶναι. ὅτι δὲ χαίρουσι Δωριεῖς τῇ τοῦ η εἰς α μεταποιήσει, δῆλον μὲν καὶ ἐξ ἄλλων. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἐκ τῶν Αἰλίου Διονυσίου. ὃς ἀχέτην ἐκτίθησι τὸν ἠχητικὸν τέττιγα. καὶ κάλην τὴν κήλην. καὶ καλήτην φησὶν οὐχὶ κηλήτην. εἰ δὲ αὐτὸς Ἀττικὰ ταῦτα εἶναι φησὶν, ἀλλὰ τὸ δᾶμος ἐπὶ δήμου καὶ κλᾶρος ἐπὶ κλήρου καὶ ὅσα τοιαῦτα φανερῶς Δωρικά. Ὅρα δὲ ὡς οὐ παρεσημῄνατο μὲν ὁ ποιητὴς ἐνταῦθα ὁποίῳ ὕδατι λούονται οἱ βασιλικοὶ παῖδες, εἴτε δηλαδὴ θερμῷ εἴτε ψυχρῷ. ὑποβάλλουσι δὲ αἱ κατ' οἶκον ἀσάμινθοι, θερμὰ νοεῖν λουτρὰ, ὁποίοις ὡς μάλιστα οἱ Φαίακες ἔχαιρον, ψεκτοῖς γε οὖσιν ὡς τὰ πολλά. ὡς δηλοῖ καὶ Ἀθήναιος ψόγον γράφων τοῦ θερμολουτεῖν. ἱστορῶν δὲ καὶ ὡς τὰ βαλανεῖα, οὐδ' ἐντὸς τῆς πόλεως ἤθελον εἶναι οἱ παλαιοί. αὐτὸς δὲ καὶ εἰς ἔπαινον ἄλλως λουτροῦ στρέφων τὴν γλῶσσαν, λέγει ὅτι ἴσασιν ἥρωες καὶ λουτρὰ ἄκη πόνων, παντοῖα. κόπον μὲν, θαλάττῃ λύοντες. ἢ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος. ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι, τὰς τῶν μυῶν συντάσεις. εἶτα ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρύνθαι τὰ σώματα. ὡς οἱ ἀπὸ τῆς σκοπιᾶς ἐπανελθόντες ἐν Ἰλιάδι ποιοῦσι. λύει δὲ κάματον, καὶ καταιόνησις ἡ κατὰ κεφαλῆς. οἷον θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμου. αἱ γὰρ ἐμβάσεις περικεχυμένου πάντοθεν τοῖς πόροις τοῦ ὕδατος, φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν. καθά περ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθῇ. διέξεισι γὰρ οὐδὲν, εἰ μή τις αὐτὸν μετεωρίσας, ἀναψυχὴν τοῖς πόροις καὶ διέξοδον εἰς τὰ ἔξω παράσχῃ. Ὅτι δὲ τὸ λούειν καὶ λοέειν διαλελυμένως λέγεται καθὰ καὶ τὰ λουτρὰ λοετρὰ, καὶ ὁ τόπος αὐτῶν οὐ μόνον βαλανεῖον ἀλλὰ καὶ λουτρὼν οὗ γενικὴ λουτρῶνος τύπῳ περιεκτικῷ κοινότερον, δῆλον ἐκ τῶν παλαιῶν. (Vers. 51.) Οὔλαι δὲ χλαῖναι τίνες οἰσὶ, καὶ ἀλλαχοῦ δηλοῦται. ὅτι δηλαδὴ αἱ ὑγιεῖς, παρὰ τὸ ὅλον. ἢ τριχωταὶ, παρὰ τὸ τῆς τριχὸς οὖλον. ἢ εὔκλωστοι παρὰ τὸ εἰλεῖν. ἃς ἀμφιβάλλονται οἱ Ὁμηρικοὶ ἄρτι νεανίαι ἤγουν ἐνδύονται. ἄλλως γὰρ τὸ ἀμφιβάλλειν ἐπὶ ἐνδοιασμοῦ, οὐκ οἶδεν ὁ ποιητής. Θρόνος δὲ ὅτι ἐλευθέριός ἐστι καθέδρα σὺν ὑποποδίῳ. καὶ ὅτι θρῆνυν τὸ ὑποπόδιον καλοῦντες, ἐντεῦθεν καὶ τὸν θρόνον ὠνόμασαν, τοῦ θρήσασθαι χάριν ὅπερ ἐπὶ τοῦ καθέζεσθαι λέγουσιν, ὁ Ἀθήναιος λέγει. παρ' ᾧ καὶ χρῆσις Φιλήτα, τὸ θρήσασθαι δὲ πλατάνῳ γαίη ὕπο. ὁ δέ γε κλισμός φησι, περισσοτέρως κεκόσμηται ἐπὶ ἀνακλίσει. διορισμὸς δὲ τούτων, ἐν τῷ, κατὰ κλισμούς τε θρόνους τε. τούτων δ' εὐτελέστερον, ὁ δίφρος. τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι, δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε τράπεζα. ἴσως δὲ ἐκεῖ τὸ ἀεικέλιος, διαστολήν τινα δηλοῖ. ὡς ὄντος δίφρου καὶ μὴ ἀεικελίου. (Vers. 59.) Ἐν τούτοις δὲ κεῖται ὡς καὶ ἀλλαχοῦ, τὸ δείκνυσθαι ἀντὶ τοῦ δεξιοῦσθαι, ἀπὸ τοῦ δέκω δέξω ὅθεν καὶ ἡ δεξιά. φησὶ γάρ. τὼ καὶ δεικνύμενος, προσέφη Μενέλαος. (Vers. 62.) Ὅτι φυσιογνωμικῶς ἀπὸ τοῦ εἴδους στοχάζεται ὁ Μενέλαος, εὐγενεῖς εἶναι τοὺς παραβαλόντας νεανίας. εἰπών. οὐ γὰρ σφῷν γε, γόνος ἀπόλωλε τοκήων. ἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων σκηπτούχων. ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. ἐπὶ εὖ δὲ γεγονότων καὶ περιφανῶν ἁρμόζει ὁ λόγος. Ἰστέον δὲ ὅτι ἐν τῷ οὐ γὰρ σφῷν γε,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
