# Commentarii ad Homeri Odysseam 1.151.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.151.1

τὸ τῆς χρόας λευκὸν, ἔτι δὲ καὶ τὸν τοῦ τιθυμάλλου, ἐξ οὗ γάλατος παρωνομάζουσιν ἐκεῖνοι αὐτὸ, ἡ ταπεινὴ διάλεκτος δηλοῖ. ὡς δὲ καὶ ὀρνίθων γάλα κατὰ Ἀναξαγόραν τὸ ἐν τοῖς ὠοῖς, ὁ Ἀθήναιος παραδίδωσιν. ἔχει δὲ καὶ ὁ κωμικὸς χρῆσιν αὐτοῦ. καὶ ἔστι παροιμία ἐπὶ εὐδαιμονίας, τὸ, ὀρνίθων γάλα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται καὶ ὅτι ὀπίας τυρὸς παρ' Εὐριπίδῃ, ὁ δριμύς. ὁ πηγνύμενος ὀπῷ συκῆς τῷ εἰρημένῳ. οἷον. καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. (Vers. 89.) Ἐπηετανὸν δὲ τὸ πολὺ καὶ ἐφ' ὅλον ἔτος, διὰ τὸ τρὶς ἐκεῖ τίκτειν τὰ μῆλα, τούτου δὲ ἐφερμηνευτικὸν καὶ τὸ αἰεί. ἔφη γάρ. ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανόν. Τὸ δὲ γάλα θῆσθαι, τὸ ἐν τοῖς ἑξῆς γαλαθηνὸν συντίθησι. θῆσθαι δὲ, οὐ μόνον τὸ θηλάζειν, ἀλλὰ καὶ τὸ ἀμέλγειν, ὡς νῦν. ἀμφότερα παρὰ τὴν θηλήν. τοῦ δὲ θῶ θήσω τὸ θηλάζω, παράγωγα καὶ ἡ τήθη καὶ ἡ τηθὶς ὡς ἐν ἄλλοις ἐῤῥέθη, καὶ τὰ τήθεα. περὶ ὧν κειμένων ἐν τῇ Ἰλιάδι καὶ ἀξιωθέντων λόγου, ἰστέον καὶ ὅτι εὐθεῖα τούτων παρὰ Ἀριστοτέλει, τὸ τῆθος. οἷον. πίννη ὄστρεον. μῦς. κτείς. κόγχη. λεπάς. τῆθος. βάλανος. καὶ πάλιν ὁ μὲν κτεὶς, τραχεόστρακος ῥαβδωτός. τὸ δὲ τῆθος, ἀῤῥάβδωτον. λειόστρακον. ἔστι δὲ καὶ πληθυντικὸν τούτου συνῃρημένον παρὰ Ἀθηναίῳ. οἷον. τὰ δὲ τήθη, παραπλήσια τοῖς προειρημένοις, καὶ πολυτροφώτερα. ἐπεὶ δὲ καὶ γενικὴ τούτου ἐστὶν ἀναλόγως τηθέων τηθῶν κατὰ τὸ στηθέων στηθῶν, παίζει παρὰ τοῦτο Ἀριστοφάνης ἐν Λυσιστράτῃ, εἰπών. ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. παραλαλῶν ἐκεῖνος τὸ παίγνιον, ὡς πρὸς φιλουμένας τροφοὺς καὶ μητέρας. ὧν τροφοὶ μὲν καὶ ὡς οἷον τῆθαι, τὰ τήθεα. μητρίδια δὲ, αἱ κατὰ θάλασσαν ἀκαλῆφαι. ὁμώνυμοι αὗται ταῖς περὶ γῆν βοτάναις, ἃς καὶ κνίδας φαμέν. ὧν τοὔνομα, κατ' εὐφημισμὸν ἀντιφράσεως. οὐ γὰρ ἔχει τι ἀκαλὸν αὐταῖς ἤγουν πραῢ καὶ ἁπαλὸν, ἡ ἁφὴ τραχεῖα οὖσα καὶ ἀηδής. καὶ ἡ μὲν χερσαία οἷα δρᾷ κνίζουσα, οἴδαμεν. ἡ δὲ θαλασσία, τοὺς θηρεύοντας καὶ αὐτὴ ἀνιᾷ, κνησμὸν ἐμποιοῦσα τοῖς συνάγουσιν, εἰ μὴ προαλείψονται. διὸ καὶ αὗται κνίδαι λέγονται. ὡς δὲ τοιαύτην ἐτυμολογίαν ἔχει καὶ ἐν Ἰλιάδι Τρωϊκὸς ἐπίκουρος Ἀσκάλαφος πλεονασμῷ τοῦ σίγμα διὰ τὸ ἀπρόσψαυστος καὶ ἀνέπαφος εἶναι κατ' ἀνδρίαν, ἐκεὶ ἐδηλώθη. ὅτι δὲ τῶν ἀνωτέρω εἰρημένων πίννης μὲν τὸ ἐντὸς, μήκων καλεῖται κατὰ Ἐπαίνετον. ὁ δὲ μῦς παραφθείρεται τοῖς πολλοῖς εἰς ὁμύδιον. ὁ δὲ κτεὶς, καὶ ἐπὶ κρυφίου σωματικοῦ λέγεται, τὴν κλῆσιν ἔχων διὰ τὰ περὶ αὐτὸν ῥαβδώματα. καὶ ὅτι βάλανος οὐ μόνον καρπὸς δρυὸς ἀλλὰ καὶ καυλοῦ τοῦ κατ' ἄνδρας ἄκρον, ἰδοῦ δὲ καὶ ὀστράκου εἶδος, οὐ λανθάνει τοὺς εἰδότας. οὕτω δὲ οὐδ' ὅτι σωλὴν ἄλλως μὲν, τὸ κατὰ βίον σκεῦος. ἐκεῖθεν δὲ, καὶ ὁ θαλάσσιος. οὗ καὶ ἄλλα ὀνόματα ἐξ ὁμοιότητος, κατὰ τὸν εἰπόντα. σωλῆνες, οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, ὧν τὸ μὲν αὐλοὶ καὶ δόνακες, πρὸς τὸ στενὸν ἴσως καὶ ἐπίμηκες. τὸ δὲ ὄνυχες, πρὸς τὸ στεγανόν. ἔτι δὲ καὶ τὴν χρόαν τοῦ περιέχοντος. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ εἰρημένου θῶ, γίνεται καὶ ὁ τιτθὸς καὶ τὸ τιτθίον. ἴσως δὲ, καὶ ἀπὸ τοῦ τιθῶ τὸ τίθημι, διὰ τὸ ἐντίθεσθαι τοῖς βρεφικοῖς στόμασι. καὶ ὅτι περὶ γαλαθηνῶν ζῴων φέρεται λόγος, ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ μὴ ἐξεῖναι θύειν εἰ μὴ γαλαθηνὰ μόνα κατὰ Ἡρόδοτον. Φάλαρις δέ φασιν ἐς τοῦτο ἤλασεν ὠμότητος, ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. ὁ δὲ ῥηθεὶς Βαβυλώνιος νόμος, ἀπεναντίας τῷ Ἑλληνικῷ ἔκειτο. ὃς κηδόμενος τῆς τῶν θρεμμάτων ἐπιγονῆς, ἐκώλυσεν οὐ μόνον τὴν τῶν γαλαθηνῶν σφαγὴν, ἀλλὰ καὶ τὸ ἄπεκτόν φασιν ἢ ἄτοκον πρόβατον θύεσθαι. καὶ τὴν ἱέρειαν δὲ τῆς Ἀθηνᾶς ἔθος ἦν, φασι, μὴ θύειν ἀμνήν. Σημειωτέον δὲ καὶ τὴν γραφὴν τοῦ θῆσθαι διὰ τοῦ ἦτα φερομένην ὁμοίως τῷ χρῆσθαι. χρῆσις δὲ σύστοιχος αὐτῷ, καὶ τὸ θήσατο μαζὸν ἐν Ἰλιάδι. ὅθεν καὶ θηλὴ καὶ θηλάζειν. θηλὴ δέ ἐστι, τὸ ἀκρότατον τοῦ μαστοῦ. ἡ παρὰ τοῖς ἰδιώταις ῥὰξ θηλυκῶς ἀπὸ τῆς κατὰ τὴν σταφυλὴν ῥαγὸς οὐ μὴν ῥωγός. ῥὼξ γὰρ εἰπεῖν, βαρβαρισμὸς καὶ σολοικισμός ἐστιν ὥς φησιν Αἴλιος Διονύσιος. Ἰστέον δὲ καὶ ὁ τῶν εἰρημένων μετάλλων περιουσιασμὸς ἐκ τῶν ποῤῥωτέρω βαρβαρικῶν τόπων, οὐκ ἀπιθάνως ἐπὶ τῷ Μενελάῳ πλάττεται. εἴπερ ἀληθὴς, ἀληθὴς δὲ πάντως, ὁ ἱστορήσας ὅτι ἐν ἐσχατιαῖς οἰκουμένης, καὶ ποτάμια τὰ τυχόντα, ψήματα χρυσοῦ καταφέρει. καὶ τὰ μὲν Ἰνδικὰ, σιγάσθω. ἐκεῖνος δὲ λέγει ὡς τὰ πάλαι μὲν ῥιπαῖα ὄρη τῆς Γαλατίας, ὕστερον δὲ ὄλβια, νῦν δὲ ἄλπια καὶ ἄλπεις, φησὶ Ποσειδώνιος, αὐτομάτως ὕλης ἐμπρησθείσης, ἀργύρῳ διαῤῥυῆναι. οὗ τὸ πολὺ, βαθείαις καὶ κακοπάθοις μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον. ἐλπιζούσης φησὶ τῆς πλεονεξίας, ἀνάξειν ἐκ μυχῶν γῆς αὐτὸν τὸν Πλούτωνα, καὶ σημείωσαι εἰς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
