Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.152.1
Not analysed yet
ἀλληγορίαν. δηλοῖ γὰρ, ὡς ὁ τοῦ μύθου πλοῦτος ὑπόγειος πλάττεται εἶναι, οὐχ' ὅτι κατά τινας, ψυχαῖς πλουτεῖ, ἀλλ' ὅτι πλουτίζειν οἶδε τοῖς ἐκ γῆς μετάλλοις. τοῖς τε τιμιωτέροις, καὶ ὅσα δὲ, μὴ πολλοῦ τιμῶνται. (Vers. 90.) Ὅτι ἐπαναληπτικῶς μνησθεὶς ὁ Μενέλαος ὧν προεῖπεν, ἔτι δὲ καὶ καταστατικῶς, φησίν. Ἕως ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων ἠλώμην, τείως μοι ἀδελφεὸν ἄλλος ἔπεφνε λάθρῃ. ἀνωϊστί. δόλῳ οὐλομένης ἀλόχοιο. Καὶ ὅρα ὅτι θυμῷ καὶ λύπῃ ὁ ἥρως ἐχόμενος καὶ μισῶν τὸν μοιχὸν Αἴγισθον, οὐδὲ ὀνομάσαι αὐτὸν εἵλετο. ἀλλ' εἶπεν ἀορίστως ὡς ἄλλος αὐτὸν ἔπεφνε. (Vers. 92.) Καὶ οὐκ ὠνόμασε μὲν οὐδὲ τὴν Κλυταιμνήστραν. ὅμως δὲ δύο γοῦν λέξεις προσφυεῖς ἐδαπάνησεν εἰς αὐτήν. τὸ, οὐλομένης. καὶ τὸ, ἀλόχοιο. Σημείωσαι δὲ ὅτι Νέστωρ μὲν, πλεῖόν τι περὶ Ἀγαμέμνονος ἀφηγήσατο πρὸ βραχέων, ἔνθα καὶ περὶ ἀοιδοῦ τινος ἱστόρησε. Μενέλαος δ' ἐνταῦθα μνήμην ἐκείνου ἐν στενῷ ἔθετο ἐν οὐδὲ ὅλοις δυσὶ στίχοις, οἷα βαρυνόμενος, καὶ οὕτω πολυλογεῖν ὀκνῶν. διὸ οὐδὲ πρὸς ὄνομα ἐμνήσθη ὥσπερ οὐδὲ τοῦ Αἰγίσθου, οὕτως οὐδὲ τοῦ Ἀγαμέμνονος. ἀλλ' ἠρκέσθη, ἀδελφεὸν αὐτὸν προσειπών. ἃ δέ γε συνέβη περὶ τὸν Ἀγαμέμνονα, ταμιεύεται ὁ ποιητὴς αὐτῷ ἐκείνῳ τῷ βασιλεῖ ἐν ᾄδου, ἔνθα ἡ ἐκείνου ψυχὴ καταλέξει πάντα τῷ Ὀδυσσεῖ. ἐρεῖ δέ τι πρὸ αὐτοῦ καὶ ὁ Πρωτεὺς ἐν τοῖς ἑξῆς, ὡς μάντις. Καὶ ὅρα ποικιλίαν γραφῆς. τέτρασι γὰρ τόποις καταμερίσας ὁ ποιητὴς τὰ κατὰ τὸν Ἀγαμέμνονα, ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμε. (Vers. 90.) Τὸ δὲ κεῖνα, τοὺς τόπους δηλοῖ οὓς ἀνωτέρω ἐτοπογράφησεν. Ἐν δὲ τῷ, πολὺν βίοτον ἀγείρων, ἐσίγησε τὸν παρὰ τῷ Νέστορι χρυσόν. ἐκεῖνος γὰρ ἔφη, βίοτον καὶ χρυσὸν ἀγείρων, ποιεῖ δὲ Ὅμηρος οὕτως, οἷα τοῦ χρυσοῦ πρὸ βραχέων μνησθείς. ὃς οἷα ἡλίου αἴγλη τοῖς βασιλικοῖς ἐναπήστραπτε δώμασιν. Ἰστέον δὲ καὶ ὅτι ὁ ῥηθεὶς ἐκ πλάνης ἀγυρμὸς ἐκ πόνου δηλοῖ κατὰ τοὺς παλαιοὺς, πεπλουτηκέναι τὸν Μενέλαον, μείζω κτησάμενον ὧν ἔσχεν ἐκ προγόνων. Τὸ δὲ τείως, καθ' ὁμοιότητά ἐστι τοῦ εἵως ἕως. δηλοῖ δὲ τὸ τοσούτῳ. Τὸ δὲ λάθρῃ, ταυτόν ἐστι τῷ ἀνωϊστί. τουτέστιν ὡς οὐκ ἄν τις ὀΐσαιτο. ἀμφοτέρων δὲ διασαφητικὸν τὸ, δόλῳ ἀλόχου. πᾶν γὰρ ὃ λάθρα καὶ ἀνωϊστὶ γίνεται, δόλῳ γίνεται. (Vers. 93.) Ὅτι ὁ μετὰ λύπης πλουτῶν, εἴπῃ ἂν ὡς οὔτι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. Μενέλαος δὲ τοῦτο λέγει λελυπημένος ἐπὶ τῷ ἀδελφῷ. (Vers. 94.) Ὁ δὲ ἀναπέμπων εἰς ἀκοὴν γονέων ἃ λέγει πρός τινας, ἐρεῖ ἂν τὸ, καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὔμμιν εἰσί, δυστυχήσαντος δὲ ἀνδρὸς τὸ, ἐπεὶ μάλα πόλλ' ἔπαθον καὶ ἀπώλεσα οἶκον εὖ μάλα ναιετάοντα κεχανδότα πολλὰ καὶ ἐσθλά. (Vers. 97.) Ὁ δὲ προτιμώμενος ὀλίγα σχεῖν ἀπόνως ἐκ πολλῶν ὧν ἔσχεν ἐπικινδύνως, δύναται φάναι καὶ αὐτὸς, οὕτως. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν, ναίειν. καὶ μὴ παθεῖν τό δέ τι. Μενελάου δὲ λόγοι καὶ ταῦτα. ὃν τίς φασιν οὐκ ἂν ἀγαπῴῃ τά τε ἄλλα, καὶ ὅτι περ ὑποκατιὼν, οὕτω φιλίως διάκειται περὶ τοὺς κινδυνεύσαντας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα περὶ ἕνα τὸν Ὀδυσσέα; ὃν ὑπεξαιρεῖ τῶν ἄλλων, ἵνα μὴ δόξῃ κοινὸς ἐπίσης εἶναι πρὸς πάντας τοὺς εὐνοήσαντας. (Vers. 111.) Διὸ καὶ φιλοτιμεῖται μηδενὸς τῶν τοῦ Ὀδυσσέως παραμελεῖν, ἐν τῷ μεμνῆσθαι πάντων αὐτῶν πρὸς ὄνομα. ἤγουν τοῦ πατρὸς Λαέρτου. τῆς γυναικὸς Πηνελόπης. καὶ τοῦ υἱοῦ Τηλεμάχου. Ἐν οἷς ὅρα τὸ, ἀπώλεσα οἶκον, ἀμφιβόλως λεχθέν. (Vers. 95.) Δύναται γὰρ ὁ βασιλεὺς δηλοῦν καὶ τὸν ἑαυτοῦ καὶ τὸν τοῦ Πριάμου. καὶ συμβιβάζεται καὶ τὰ ἐφεξῆς πρὸς ταῦτα, διχῶς. ἵνα λέγῃ ὅτι ἀπώλεσα οἶκον ἐμὸν, ἔχοντα πολλὰ ὧν ὄφελον τριτάτην μοῖραν ἔχων ἐξ ἀρχῆς καὶ μὴ μετασχὼν τηλικαύτης, εὐδαιμονίας μὴ τοσούτους ἰδεῖν ὀλωλότας ἐν Τροίᾳ, μὴ δὲ στρατεύσασθαι ὅλως ἐκεῖ. ἢ καὶ ἄλλως, ἀπώλεσα οἶκον τὸν τοῦ Πριάμου, κεκτημένον πολλὰ ὧν ὄφελον τὰ τρίτα κτησάμενος κατά τινα θετέον συμβίβασιν ὡς εἰκὸς, μὴ προσμεῖναι τῇ ἁλώσει τῆς Τροίας περὶ ἣν τοσοῦτοι ὤλοντο, ἐνταῦθα δὲ, προσεκτέον καὶ τῇ τοῦ παραφραστοῦ Δημοσθένους μεταβολῇ, ἐχούσῃ οὕτως. ἀντί γε τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐκ ἂν ἐδεξάμην τὰ πάντων χρήματα πάντως, εἰ καὶ τὴν τρίτην μοῖραν τῶν νῦν ὄντων μοι, ἔχειν τις προὔτεινεν ἐφ' ᾧ τε σώζεσθαι τοὺς ἐν Τροίᾳ ἀπολωλότας. Ἔνθα ὅρα τὸν τε σύνδεσμον Ἀττικῶς πλεονάσαντα τὸ παρέλκον, ὡς ἐν καὶ τῷ, ἄλλως τε καὶ εἰ οἷον τε. (Vers. 96.) Τὸ δὲ ναιετάοντα, συνήθως ἔφη ἀντὶ τοῦ οἰκούμενον. συνηθέστερον δὲ τὸ, εὖ ναιομένην πόλιν. ἅπερ ἔπαινός ἐστιν εὐνομουμένης καὶ εὐδαίμονος πόλεως. ὥσπερ εὐτειχίστου, τὸ, ἐϋκτίμενον πτολίεθρον. δοκεῖ δὲ τὸ ναιετάειν, προϋποκείμενον ἔχειν θέμα, οὐ βαρύτονον τὸ ναίω, ἀλλὰ τὸ ναιῶ ναιέσω. ἐξ οὗ καθὰ αἰνῶ αἰνέσω αἰνέτης καὶ αἰνετὸς,