# Commentarii ad Homeri Odysseam 1.153.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.153.1

οὕτω καὶ ναιῶ ναιέσω, ναιέτης ὁ ἄλλως ναέτης. ἀφ' οὗ ῥῆμα τὸ ναιετῶ. ὁ δὲ εἰρημένος ναέτης, ὑποβάλλει νοεῖν, ὅτι ὥσπερ κλαίω κλάω καίω κάω, οὕτω δύναται καὶ ναίω νάω εἶναι ἀφ' οὗ ὁ ναέτης. ἴσως δὲ, ἀχρηστίαν ἐκύρωσε τοῦ νάω τὸ οἰκῶ, ἡ κοίνωσις τοῦ νάω τὸ ῥέω. εἴποι δ' ἄν τις, τούτων κατάρχειν θεματικὸν μονοσύλλαβον ῥῆμα τὸ, νῶ νήσω τὸ σωρεύω. ἐξ οὗ ὅλα τὰ τοιαῦτα. καὶ γὰρ καὶ οἱ ναίοντές που, σεσωρευμένοι εἰσί. καὶ πηγῆς δὲ ὕδωρ ἄθρουν σωρευθὲν, οὕτω νάει ἀπόῤῥυτον. ἢ καὶ ἄλλως, στατὸν μὲν, ἀένναον δέ. ἐκ τούτων δὲ, πολλὰ παρῆκται καὶ διάφορα. ὁ ναὸς ἐν ᾧ πολλοὶ συσσωρεύονται. ἡ ναῦς εἴτε νῆυς ἣν σωρὸς ἐγκείμενος βαρύνει. τὸ νᾶμα. αἱ νηΐδες. καὶ ἕτερα. Τὸ δὲ κεχανδότα, πλεονασμὸν ἔχει τοῦ ν μετρικῶς. φύσει γὰρ, δίχα τοῦ ν ἐστὶν ὡς δηλοῖ τὸ κέχαδεν. οὐ γὰρ ἀπὸ τοῦ χαίνω ἀλλ' ἐκ τοῦ χάζω, γίνεται. χρῆσις δὲ τοῦ κέχαδεν, ἐν τῷ, Ἥρῃ δ' οὐ κέχαδε χόλον θυμός. εἰ γὰρ καί τινες βούλονται γράφειν ἔχαδε λόγῳ δευτέρου ἀορίστου, ἀλλ' ἡ πλείων χρῆσις τῶν ἀντιγράφων, κέχαδεν αὐτὸ οἶδεν. (Vers. 100.) Ὅτι μνησθεὶς ὁ Μενέλαος τοῦ Ὀδυσσέως, λέγει ἅπερ ἄν τις παρῳδήσας ἐν καιρῷ προσαρμόσῃ ἀνδρὶ φίλῳ χρησίμῳ ἦν ὅτε. τῷ τέως δὲ, ἐπὶ μακρὸν ἀποδήμῳ. εἰσὶ δὲ ταῦτα. πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων, πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν, ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι. ἄλλοτε δ' αὖτε παύομαι. αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. τῶν πάντων, οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνὸς, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν μνωομένῳ. ἐπεὶ οὔτις Ἀχαιῶν τόσσ' ἐμόγησεν, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ ᾔρατο. τῷ δ' ἂρ ἔμελλεν αὐτῷ κήδε' ἔσσεσθαι. ἐμοί δ' ἄχος αἰὲν ἄλαστον κείνου. ὅπως δὴ δηρὸν ἀποίχεται. οὐδέ τι ἴδμεν ζώει ὅγ' ἢ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν Λαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια. Τηλέμαχός τε. καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς πολυσχήμων ὢν, τὸν μὲν Νέστορα, ἔπλασεν ἐρωτήσαντα καὶ οὕτω μαθόντα τίνες οἱ παραβαλόντες ξένοι. τὸν δὲ Μενέλαον, ποιεῖ δίχα τοῦ ἐρωτῆσαι, γνόντα τοὺς ξενισθέντας. ἅμα γὰρ μνήμη τῶν τοῦ πατρὸς περιῆλθε τὸν Τηλέμαχον ἐξ ὧν ὁ Μενέλαος ἔφη, καὶ εὐθὺς δακρύσας, γνωρίζεται. ὡς φανήσεται κατωτέρω. ἐν τούτοις δὲ καὶ πίστις λαμπρὰ τῷ νεανίᾳ γίνεται τοῦ, πάνυ τὸν Ὀδυσσέα ὑπὸ Μενελάου φιλεῖσθαι. οὐ γὰρ μαθὼν τίνες οἱ ξένοι, εἶτα ἐλάλησεν ἔπαινον τοῦ Ὀδυσσέως. ἦ γὰρ ἂν ἔδοξε πρὸς χάριν ἐπαινεῖν. ἀλλ' ἁπλῶς οὕτω ἀνέπλευσαν καθ' Ἡρόδοτον εἰπεῖν, τοιοῦτοι λόγοι τῷ Μενελάῳ διὰ φιλίαν ἄκραν καὶ μνήμην παλαιῶν χαρίτων. ἧς ὀφειλέται οἱ εὐγενεῖς ὅτε πρός τινος εὖ πάθοιεν. (Vers. 106.) Ὅρα δ' ἐν τούτοις τὴν τῆς πολλῆς φιλίας αἰτίαν. τὸ πολλὰ μογῆσαι ὑπὲρ τοῦ φίλου. καὶ ὡς μετ' ὀλίγα φησὶ, πολλοὺς μογῆσαι ἀέθλους. οὐ μὴν τὸ πολλὰ συμφαγεῖν καὶ συμπιεῖν, οἷς οἱ φορτικοὶ φίλοι κρίνονται. κατὰ τὸ, οἷόν μιν ἐγὼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε. Τὸ δὲ φρένα τέρπομαι, ἡδονήν τινα προσεῖναι καὶ τῷ δακρύειν δηλοῖ. Τὸ δὲ αἰψηρὸς κόρος γόου, γνωμικῶς ἐῤῥέθη. δηλοῖ δὲ οὐ παντελῆ παῦσιν θρήνου τοῦ ἐπὶ τοῖς φίλοις. ἀλλ' ὅτι ταχὺ κορεννύμενοι τοῦ σφοδρῶς γοᾶσθαι, εἶτα διαλιπόντες, ἀναλαμβάνομεν αὖθις γόον. ὡς ἐδήλωσε καὶ τὸ, ἄλλοτε μὲν γόῳ τέρπομαι ἄλλοτε δὲ παύομαι. οὕτω καὶ ἐδωδῆς αἰψηρός ποτε κόρος, ὡς ἄλλοτε μὲν ἐσθιόντων ἄλλοτε δὲ παυομένων. τῷ γὰρ κόρῳ, ἀντιπίπτει ἔνδεια, οὐ μὴν παῦσις παντελής. ἔτι δὲ, κάματός τις καὶ γόος. τοῦ δὲ καμάτου, τάχιον ἡ φύσις κορέννυται. (Vers. 102.) Ὅρα δὲ ὅτι τὸ σκυθρωπὸν τοῦτο χωρίον ἐκαλλώπισε διά τε ἐπαναφορᾶς τοῦ ἄλλοτε μὲν ἄλλοτε δέ. καὶ διὰ παρίσων τοῦ τέρπομαι παύσομαι. καὶ, αἰψηρὸς κόρος. καὶ, κρυεροῖο γόοιο. (Vers. 104.) Τὸ δὲ οὐ τόσσον ὀδύρομαι, καὶ τὸ ἀχνύμενός περ, δηλωτικὰ καὶ αὐτὰ τοῦ μὴ σβέσιν τελείαν γίνεσθαι γόου. μὴ δὲ ταχὺν οὕτω κόρον, ὡς εἰς τὸ πᾶν παύεσθαι τὸ θρηνεῖν. ἰδοὺ γὰρ τοῦ μὲν Ὀδυσσέως, ὑπεραλγεῖ αἰὲν ἄλαστα ὁ βασιλεύς. ἐπὶ δὲ τοῖς ἄλλοις εἰ καὶ μὴ τόσσον ὀδύρεται, ἀλλ' οὖν ἄχνυται. ὁ δὲ τόπος οὗτος, ἔχει τι καὶ ὑπερβολῆς ἐν τῷ, τῶν πάντων, οὐ τόσσον ὀδύρομαι. οὐ γὰρ δήπου καὶ τοῦ ἀδελφοῦ Ἀγαμέμνονος πλέον ὁ Μενέλαος ὀδύρεται τὸν Ὀδυσσέα. (Vers. 105.) Τὸ δὲ ἐχθαίρει, οὐ δηλοῖ ἄρτι τὸ μισεῖ, ἀλλὰ τὸ, μισητὸν ποιεῖ. ὅπερ, ἐχθραίνειν φασὶν οἱ μεθ' Ὅμηρον. Τὸ δὲ ἐμόγησε, δὶς ἔφη συναπτῶς διὰ τὸ τῆς λέξεως καίριον. (Vers. 107.) Τὸ δὲ ᾔρατο, οὐ μόνον ἀντὶ τοῦ ὑπέμεινε καὶ ἐβάστασεν οἱ παλαιοὶ νοοῦσιν, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπολέμησε, περὶ τὸν Ἄρην φασίν. εἰ δὲ εἶχε καὶ τὴν εν πρόθεσιν, ἦν ἂν σαφέστερον. δοκοῦν τότε ἀπὸ τοῦ ἐναίρειν γενέσθαι ἀφ' οὗ καὶ ἔναρα τὰ λάφυρα. Ἐν δὲ τῷ, ζῴει ὅγ' ἢ τέθνηκε, λείπει σύνδεσμος. ἵνα λέγῃ ἐνδοιαστικῶς ὅτι οὐκ ἴδμεν εἴπερ ζῇ ἢ τέθνη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
