Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.154.1
Not analysed yet
κεν. ἢ καὶ ἄλλως, οὐκ ἴδμεν ἢ ζῇ ἢ τέθνηκεν. ὥσπερ κατωτέρω ἐρεῖ. ἢ πατρὸς ἐάσει μνησθῆναι, ἢ πρῶτα ἐξερέοιτο. Τὸ δὲ ὀδύρονται ὁ δεῖνα καὶ ὁ Τηλέμαχος, ἐπιτυχῶς εἶπεν ὁ Μενέλαος. πίστις γὰρ αὐτῷ τοῦ λόγου, τὰ εὐθὺς προλεχθέντα τῷ Τηλεμάχῳ δάκρυα. (Vers. 114.) Ὅτι δαψιλῆ δηλοῖ κλαυθμὸν τὸ, δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούων. μετ' ὀλίγα δὲ τὸ αὐτὸ ἄλλως ἐρεῖ. αὐτὰρ ὃ, πυκνὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν. Ὅτι δὲ πολυπενθὴς ὁ χαμαὶ βάλλων ὅ ἐστι ῥίπτων δάκρυα, καὶ ἡ Ἰλιὰς ἔδειξεν. (Vers. 117.) Ὅτι προσεκτικὸν ἡ μακρὰ ἐκ πλάνης πολυπειρία τὸν Μενέλαον ἔθετο. διὸ οὐ μόνον ἡσυχῆ λαλῶν πρὸ βραχέων ὁ Τηλέμαχος οὐ διέλαθεν αὐτὸν, ἀλλὰ καὶ νῦν ἐκεῖνος μὲν, ἐδάκρυε, χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖσιν ἀνασχὼν ἀμφοτέραις χερσί. Μενέλαος δὲ νοήσας αὐτὸν, ἐβουλεύετο ἢ ἐάσει τὸν παῖδα μνησθῆναι τοῦ πατρὸς, ἢ πρῶτα ἐρωτήσει. ἐν τοσούτῳ δὲ τῆς Ἑλένης ἐξελθούσης ὡς εὐθὺς εἰρήσεται, γίνεται ὁ ἀναγνωρισμὸς δεξιώτερον. πορφυρὰν δὲ χλαῖναν ὁ ποιητὴς πλάττει τῷ Τηλεμάχῳ, οἷα βασιλέως υἱῷ. ἀνέχει δὲ αὐτὴν πρὸ ὀφθαλμῶν, αἰδούμενος εἰ δακρύων φαίνοιτο ἀνὴρ ὤν. (Vers. 121.) Ὅτι τὴν τῆς Ἑλένης ἔξοδον φράζων ἐνδιασκεύως, φησίν. ἐκ δ' Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ εἰκυῖα. τῇ δ' ἂρ Ἀδρήστη κλισίην ἐΰτυκτον ἔθηκεν. Ἀλκίππη δὲ, τάπητα φέρεν μαλακοῦ ἐρίοιο. Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη Πολύβοιο δάμαρ. ὃς ἔναιεν ἐνὶ Θήβῃς Αἰγυπτίῃς. ὅθι πλείστα δόμοις ἐνὶ κτήματα κεῖται. ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρίς δ' αὖθ' Ἑλένῃ, ἄλοχος πόρε κάλλιμα δῶρα. χρυσῆν τ' ἠλακάτην, τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο. ἤγουν ἐπὶ χρυσῷ τὰ χείλη ἀπήρπιστο καὶ τετελείωτο. ἐκ τοῦ κραιαίνω. ἢ τὰ χείλη χρυσῷ ἐκέκρατο. τοῦτον ἡ Φυλὼ τὸν τάλαρον παρέθηκε φέρουσα, νήματος ἀσκητοῖο βεβυσμένον αὐτὰρ ἐν αὐτῷ, ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Καὶ ὅρα ἐν τούτοις περιουσισμὸν Θηβαϊκῆς ὕλης τιμίας. ἧς βραχύ τι ἀποῤῥυὲν εἰς τὸν Μενέλαον, ἔπεισεν εἰπεῖν, πολλά τε ἀγαγέσθαι καὶ ἀμφήριστον ἐν ἀνθρώποις ἐπὶ κτήμασιν εἶναι. ὅτι δὲ πολὺς ἐν ταῖς Αἰγυπτίαις Θήβαις ὁ πλοῦτος, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. (Vers. 123.) Ἐν δὲ τῷ περὶ τῶν δουλίδων ἐνταῦθα λόγῳ, φασὶν οἱ παλαιοὶ ὡς ἄλλαι μὲν ἐν Ἰλιάδι θεράπαιναι τῇ Ἑλένῃ. ἄλλαι δὲ νῦν. οὐ γὰρ ἔδει φασὶ τὰς μετασχούσας τοῦ ἁμαρτήματος, ἐᾶν συνεῖναι τῇ γυναικί. (Vers. 121.) Θυώδης δὲ θάλαμος, ὁ εὐώδης. καθ' ὁμοιότητα τοῦ ἐν Ἰλιάδι θυόεντος νέφους. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, κηώεις. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, τὸ θύος ἢ τὸ θύον, οὐ μόνον τὸ θυώδης καὶ τὸ θυόεν γίνεται, ἀλλὰ καὶ ῥῆμα θυῶ θυσώσω, συγγενές τι δοκοῦν εἶναι τῷ θειῶ θειώσω. ἐξ οὗ τό. θειώσωμεν μέγαρον ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ προῤῥηθέντος θυῶ τοῦ διὰ μόνου διχρόνου, καὶ θυώματα παρὰ Ἡροδότῳ, τὰ εὐώδη θυμιάματα. φησὶ γάρ. σμύρνης ἀκηράτου καὶ κασίης καὶ τῶν ἄλλων θυωμάτων. (Vers. 121.) Ἀρτέμιδι δὲ χρυσηλακάτῳ τὴν Ἑλένην ὁ ποιητὴς εἰκάζει, διὰ τὴν κατὰ σῶμα φυήν. ἐντεῦθεν δὲ λαβόντες ἀρχὴν, οἱ μεθ' Ὅμηρον διὰ τὸ εἰς σελήνην ἀλληγορεῖσθαι τὴν Ἄρτεμιν, σεληναίαν ἄνθρωπον τὴν Ἑλένην ἐπλάσαντο. ὡς ἐκ τοῦ κατὰ σελήνην κόσμου πεσοῦσαν. καὶ αὖθις δὲ ἄνω ἁρπαγῆναι αὐτὴν ἐμυθεύσαντο, ἐπειδὰν δι' ἐκείνης αἱ τοῦ Διὸς ἠνύσθησαν βουλαί. καὶ τὴν Πηνελόπην δὲ Ἀρτέμιδι ἐν τοῖς ἑξῆς που εἰκάζει. ἔτι δὲ καὶ Ἀφροδίτῃ. τὸ μὲν, διὰ σωφροσύνην. τὸ δ' ὅτι οὐκ ἀδμὴς ἀλλ' ὑπὸ ἄνδρα ἦν. ὅλως δὲ, φιλεῖ καὶ τὴν Ἑλένην ὁ ποιητής. ἧς καὶ ἐν πολλοῖς ὑπεραπολογεῖται. φιλεῖ δὲ καὶ τὴν Πηνελόπην οὐχ' ἥκιστα. ἐξ ὧν αὐτῷ ἡ τῶν ἀξιολόγων ποιήσεων ἀφορμή. διὸ καὶ τοιούτοις αὐτὰς ἐπιθέτοις κοσμεῖ. (Vers. 131.) Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ διαλελυμένως χρυσῆν ἠλακάτην τὴν ἐκ τῆς εἰρημένης Ἀλκάνδρης ἡ Ἑλένη μεταχειρίζεται, ἀλλ' οὐκ ἂν ὁ ποιητὴς τολμήσῃ καὶ χρυσηλάκατον συνθέτως εἰπεῖν. τοῦτο γὰρ, ἀποκεκλήρωται τῇ Ἀρτέμιδι ὡς ἐργατικῇ καὶ τοξικῇ κατὰ τοὺς παλαιούς. Πίνδαρος δὲ, ἐθάῤῥησε συνθέτως ἐντεῦθεν χρυσηλάκατον Ἀμφιτρίτην εἰπεῖν, οὐ κατὰ τὴν Ἄρτεμιν. αὐτὴ μὲν γὰρ χρυσᾶ ἠλάκατα ἔχει ὅ ἐστι τόξα. Ἀμφιτρίτη δὲ, χρυσῆν ἠλακάτην ὁμοίως τῇ Ἑλένῃ. Ἐνταῦθα δὲ μνηστέον ζητήσεως λόγῳ, εἴπερ ἀπὸ τῆς ἠλακάτης εἴτε τῶν ἠλακάτων οἱ παρὰ τῷ δειπνοσοφιστῇ ἠλακατῆνες ἰχθύες ἐῤῥέθησαν. περὶ ὧν μυθικὸς λόγος, ὅτι Ἰχθύος καὶ Ἡσυχίας τῆς ἀδελφῆς, Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατήν. ὧν ὁμώνυμα τὰ κατὰ θάλασσαν. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ὡς εἴρηται ὁ τοῦ Μενελάου οἶκος περιττῶς ἐσκεύασται ὡς οὐδεὶς ἕτερος τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ ἡ Ἑλένη πολλὴν ἐξήρτη-