# Commentarii ad Homeri Odysseam 1.155.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.155.1

ται πολυτέλειαν, τρυφὰς τραγικῶς εἰπεῖν ἔχουσα τρωϊκάς. ᾗ καὶ ὁ ἀργύρεος τάλαρος καὶ ἡ χρυσῆ ἠλακάτη καὶ τὸ ἀσκητὸν νῆμα, πομπικῶς ἐκφέρονται πρὸς φαντασίαν ταλασιουργίας καὶ πλούτου ἐπίδειξιν. οὐ γὰρ παραδέδοται νήθουσα τῷ τέως, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ὡς ἔθος τῷ ποιητῇ. (Vers. 123.) Κλισίαν δὲ εὔτυκτον καὶ ἐνταῦθα, τὸν προλεχθέντα κλισμὸν λέγει. ἤγουν θρόνον ἔχοντά τι ἀνάκλιντρον. ᾧ καὶ τάπης ἐξ ἐρίου ἐπίκειται, προσκεφάλαιον δηλαδή. λέγει γοῦν ὑποκατιὼν ἕζετο δ' ἐν κλισμῷ ᾧ καὶ θρῆνυς ὑπέκειτο. περὶ δὲ κλισίας ὅτι τὲ ἐδιφορεῖτο κατὰ τὴν ἄρχουσαν καὶ ὅτι ὡς ἐπὶ πολὺ σκηνὴν δηλοῖ, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. ἔχει δὲ ἡ Ἰλιὰς καὶ περὶ ταπήτων καὶ δαπίδων, τὸ ἀρκοῦν. (Vers. 124.) Τὸ δὲ φέρειν, καιρία λέξις ἐπὶ βαστάγματος οὖσα, τρὶς ἐνταῦθα κατ' ἐπιμονὴν εἴρηται. ἀπ' αὐτοῦ δὲ σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλουμένοις, καὶ φερέπονος. οὕτω δὲ καὶ φερέκακος ὁ καρτερικός. καὶ φερνὴ ἡ προῖξ. ἣν καὶ φέρνην τινές φασι βαρυτόνως. καὶ φέρτρον, κλίνη νεκρικὴ ἐν Ἰλιάδι. καὶ φορεῖον. ὃ καὶ φέρεθρον φασί τινες λέγεσθαι, ὡς ῥέεθρον καὶ πύρεθρον. οἷον φέρεθρα ἔχοντα εἰκόνας βασιλέων. ἔν τινι δηλαδὴ πομπῇ βασιλικῇ. (Vers. 126.) Ὅρα δὲ καὶ ὅτι Πόλυβος οὐ μόνον ὄνομα Ἑλληνικὸν, ἀλλ' ἰδοὺ καὶ Αἰγύπτιον. Καὶ ὅτι ἐν μὲν Ἰλιάδι, ἔφη τι πλατύτερον περὶ τοῦ Θηβαϊκοῦ πλούτου. καὶ ὅλως, περὶ Αἰγυπτίων Θηβῶν. (Vers. 127.) Ἐνταῦθα δὲ, ἠρκέσθη ἐν ὀλιγίστῳ εἰπεῖν, ὡς πλεῖστα ἐκεῖ δόμοις ἐν κτήματα κεῖται. ἅπερ ἂν εἴη κειμήλια. πολὺν πλοῦτον οὕτω δηλώσας τῆς πόλεως. οὐ μὴν καὶ δύναμιν ὡς ἐκεῖ ἐποίησεν. Ὅρα δὲ καὶ ὅτι τὸ Αἰγυπτίαις, συστέλλει τὴν προπαραλήγουσαν διὰ μέτρον ὡς καὶ ἐν τοῖς ἑξῆς. καθὰ καὶ πρὸ βραχέων ἐν τῷ παράκοιτις Θῶνος Αἰγυπτίη. καὶ Αἰγυπτίους ἐπαληθείς. αἰτία δὲ τῆς τοιαύτης συστολῆς τοῦ υ, οὐ μόνον ἡ ἀσθένεια τῶν μετ' αὐτὸ κειμένων δύο ψιλῶν συμφώνων κατὰ τοὺς παλαιοὺς, ἀλλὰ μάλιστα ἡ ἀνάγκη τοῦ μέτρου. οὐ γὰρ ἦν ἄλλως ποδίζεσθαι τὰ ἐξ Αἰγύπτου ταῦτα παράγωγα, εἰ μὴ ἐν συστολῇ τοῦ ῥηθέντος διχρόνου. αὐτοῦ δὲ συσταλέντος, γίνεται δάκτυλος. ἡ τοιαύτη δὲ ἀνάγκη, καὶ τοῦ Σκαμάνδρου καὶ τῆς Ζελείας, ἀφείλετο τὸ δύνασθαι ἐκτείνειν τὰ πρὸ αὐτῶν βραχέα ὡς ἐν Ἰλιάδι ἐφάνη. (Vers. 128.) Αἱ δὲ ἀργύρεαι ἀσάμινθοι καὶ τὰ ἐφεξῆς, τῶν κειμένων ἐν Θήβαις κτημάτων δείγματα, οἷα ἐκεῖθεν εἰς Σπάρτην ἐλθόντα. (Vers. 129.) Περὶ δὲ ταλάντων, πολλαχοῦ διείληπται. (Vers. 130.) Τὸ δὲ χωρὶς, ἀντὶ τοῦ, ἰδίᾳ καὶ ἐν μέρει. ἀγαθὸν δὲ πάντως τοιαύτη ἔρις γυναικὸς πρὸς ἄνδρα, δωρεῖσθαι καὶ αὐτὴν ὁμοίως τῷ ἀνδρὶ, ὡς εὐεργετικοὺς ἀμφοτέρους εἶναι καὶ οὕτω τὴν κατὰ βίον ἐξισάζεσθαι πορείαν αὐτοῖς. (Vers. 131.) Τάλαρος δὲ, ὡς μὲν γίνεται ἀπὸ τοῦ τάλας καὶ τοῦ αἴρειν οἱονεὶ ὁ τλήμων φέρειν τὰ ἐν αὐτῷ, δῆλον. ἴσως δὲ λεχθείη ἄν ποτε καὶ κάλαθος. εἰ καὶ ἄλλως, δημητρειακοῦ καρποῦ συγκομιστὴς ὁ κάλαθος ὡς καὶ ὁ παρὰ τῷ Καλλιμάχῳ δηλοῖ. ἦν δέ τις φασὶ τάλαρος, καὶ τυροκομεῖον λεγόμενος. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ, φέρεται ὅτι Τίμων ὁ σιλλογράφος καὶ τὸ μουσεῖον τάλαρόν που φησίν, ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους ὅτι ὡς ἐν πανάγρῳ τινὶ σιτοῦνται. καθά περ οἱ πολυτιμότατοι ὄρνιθες πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλλῳ βυβλιακῇ χαρακίται ἀπείριτα δηριόωντες μουσάων ἐν ταλάρῳ. τοῦτο δὲ χρήσιμον καὶ εἰς τὸ ἀποφώλιος, ὅπερ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ Ὅμηρος· οἱ γὰρ ἐν τοιούτῳ ταλάρῳ τοιοίδε ὄρνιθες, προσφυῶς ἂν καὶ ἐν φωλεῷ μουσῶν εἶναι λεγόμενοι, ἀποφώλιοι ἂν εἶεν εἴπερ ἀποῤῥιψεῖεν ὡς ἀπῳδοί τινες καὶ παράμουσοι. ὑπόκυκλος δὲ τάλαρος, ὁ περίτροχος καὶ περιφόρητος τοῖς ὑποκάτω τροχίλοις, ἢ κυκλοτερής. (Vers. 134.) Νῆμα δὲ ἀσκητὸν, τὸ πεφιλοκαλημένον καὶ ἐπιμεμελημένον. ἔστι δὲ καὶ ἔριον εἰπεῖν ἀσκητὸν, ὡς ἐκ τοῦ ἤσκειν εἴρια καλά. καὶ χιτῶνα δὲ, διὰ τὸ, πτύξασα καὶ ἀσκήσασα χιτῶνα. καὶ λέχος δέ που ἀσκητὸν ἐρεῖ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτα. κυριολεκτεῖται δὲ μάλιστα τὸ ἀσκεῖν, ἐπὶ ἀνδρῶν ἀθλητῶν ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Βεβυσμένος δὲ, ὁ γέμων καὶ μετὰ ὠθισμοῦ τινος μεστὸς, παρὰ τὸ βύω. ὅθεν καὶ ὁ κωμικός φησιν, τὸ στόμ' ἐπιβύσας κέρμασι, τῶν ῥητόρων. καὶ ξύλα δὲ οὕτω παραβύει τις ὑποκαιόμενα, τρίποδι. ἐντεῦθεν καὶ παράβυστος ὃς ἑαυτὸν παρέβυσε τόπῳ τινὶ ἐπικρύψας. καὶ τὸ ἐν παραβύστῳ, ἀντὶ τοῦ ἐν τόπῳ καὶ γονίᾳ ᾧ τις οὕτω πως παραβέβυσται. καὶ ὠτίον δὲ βλαβὲν τοὺς πόρους, βεβύσθαι λέγεται μέχρι καὶ νῦν παρά τισι τῶν ὑπὲρ Σινώπην Λευκοσύρων. ἐκεῖθεν δὲ καὶ ἡ ἀκροβυστία καὶ ὁ ἀκρόβυστος. Τὸ δὲ τετάνυστο, δηλοῖ μὴ ὀρθὴν ἵστασθαι τὴν ἠλακάτην, ἀλλὰ περὶ τὸν τάλαρον κεῖσθαι ἀπὸ χείλους εἰς χεῖλος διήκουσαν. ἴσως δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
