# Commentarii ad Homeri Odysseam 1.156.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.156.1

καὶ μῆκος αὐτῆς ἡ λέξις δηλοῖ. (Vers. 135.) Ἰοδνεφὲς δὲ, τὸ μέλαν φασίν. ἢ πορφυροῦν. ἢ τὸ λεγόμενον κατὰ παλαιοὺς, ἰάνθινον. σύγκειται δὲ κατὰ πλεονασμὸν τοῦ δ ἀπὸ ἴου καὶ νέφους. ἀμφοτέρων μελάνων σωμάτων. Τὸ δὲ εἶρος, πρωτότυπόν ἐστι τοῦ εἰρίον ὡς τειχίον. ὅθεν ἔριον ὡς ἴχνιον. παραβλητέον δὲ τὴν ἐνταῦθα τῆς ἡρωΐδος Ἑλένης ταλασιουργίαν, τῇ τοῦ ἐπιτρίπτου βασιλέως Σαρδαναπάλου. ἡ μὲν γὰρ εὐγενῶς προῆλθε ἐπιδεικνυμένη τὰ γυναιξὶ προσήκοντα, καὶ λαλεῖ σπουδαῖα καὶ θαυμάζεται. ὁ δὲ, ἐψιμυθιώμενος φασὶ καὶ κεκοσμημένος γυναικιστὶ, μετὰ τῶν παλλακίδων ἔξαινε πορφύραν, γυναικείαν στολὴν ἔχων, καὶ κατεξυρημένον πώγωνα, καὶ κατακεκισσηρισμένον. ἦν δέ φασι καὶ γάλατος λευκότερος, καὶ ὑπογέγραπτο τοὺς ὀφθαλμούς. (Vers. 141.) Ὅτι οὕτω πρὸς θέαν προσώπου περίεργος ἡ Ἑλένη καὶ μνήμων ὄψεως, ὥστε πολλῶν εἰκασμοὺς ἐναποκειμένους φέρειν τῇ ψυχῇ. φησὶ γοῦν, ὡς οὔπω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι οὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει εἰσορόωσαν, ὡς ὅγ' Ὀδυσσῆος υἱῷ ἔοικε Τηλεμάχῳ. τοῦτο δὲ, ἀφελῶς ἐῤῥέθη καὶ ἐνδιαθέτως. ἢ καὶ ὡς εἰπεῖν, ἐκ περισσοῦ. ἤρκει γὰρ εἰπεῖν μόνον τὸ, Ὀδυσσέως υἱῷ ἔοικεν. ἐπεὶ οὐχ' ἁπλῶς Τηλεμάχου σημεῖα τὰ ῥηθέντα. υἱοῦ δὲ Ὀδυσσέως. εἰκὸς δὲ πάντως, τὴν οὕτως ἐρωτικὴν Ἑλένην πολλὰς μορφὰς ἐναπομάξεσθαι τῇ ψυχῇ. Ἀθήναιος δὲ ἄλλως τὸ τοιοῦτον πιθανευόμενος ἤγουν τὸ τὴν Ἑλένην ἐκ τῆς ὁμοιότητος τεκμαίρεσθαι, λέγει ὅτι πάνυ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην, δειναί εἰσι τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι. ἐν τούτοις δὲ καθὰ καὶ ἐν Ἰλιάδι, καταλέγει ἑαυτῆς. (Vers. 145.) εἰποῦσα, ὡς ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες. παραμυθουμένη οὕτω τὸν ἄνδρα τῆς εἰς Τροίαν ἑκουσίου ἀπελεύσεως. ὅτι δὲ ἑκοῦσα ἡρπάγη, αὐτὴ ἐρεῖ σαφῶς ἐν τοῖς ἑξῆς. ἡ δὲ εἰσβολὴ τοῦ λόγου τῇ Ἑλένῃ, κατ' ἐρώτησιν. (Vers. 139.) ἴδμεν δὴ οἵ τινες οἵ δε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; τοῦτο δὲ δύναται λέγεσθαι ὅτέ τινες ἀγνοούμενοι ἐνδημήσουσί που. ὥσπερ αὖ πάλιν στοχαζόμενός τις ἐρεῖ τὸ, ψεύσομαι, ἢ ἔτυμον ἐρέω. κέλεται δέ με θυμός. (Vers. 146.) Τὸ δὲ ὑπὸ Τροίην, τὸ ταπεινὸν τοῦ ναυστάθμου ἐμφαίνει, κειμένου ὑπὸ τὴν ἠνεμόεσσαν Τροίαν. Πόλεμον δὲ θρασὺν, τὸν ἀναιδῆ λέγει. ἐκ τῶν θρασυνομένων στρατιωτῶν ὀνομάσας τὸ ἔργον αὐτῶν. (Vers. 148.) Σημείωσαι δὲ καὶ ὅτι τῆς Ἑλένης ἀρχὴν ἐνδούσης ἀναγωρισμοῦ, ἀνακινήσας τὸ φανταστικὸν τῆς ψυχῆς ὁ Μενέλαος καὶ πορισάμενος ἐπὶ τῷ Τηλεμάχῳ πλείω τεκμήρια, φησίν. οὕτω νῦν καὶ ἐγὼ νοέω γύναι ὡς σὺ ἐΐσκεις. κείνου γὰρ, τοιοίδε πόδες. τοιαί δέ τε χεῖρες. ὀφθαλμῶν τε βολαί. κεφαλή τ', ἐφύπερθέ τε χαῖται. ὧν μηδὲν ὁ ῥήτωρ Νέστωρ ἐν τοῖς πρὸ τούτων παρασημηνάμενος, ἐκ τῆς ἐν λόγοις μάλιστα ὁμοιότητος πατρῴζειν ἔγνω τὸν Τηλέμαχον, ἐμφήνας ἠρέμα καὶ αὐτὸς τὸν ἐκ μορφῆς γνωρισμὸν ἐν τῷ, σέβας μ' ἔχει εἰσορόωντα. ὁ δέ γε Μενέλαος, τοῖς ῥηθεῖσι προσεπιτίθησιν εἰς σημεῖον, καὶ τὸ πρὸ βραχέων δάκρυον τοῦ Τηλεμάχου, ὅτε μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. Ἔνθα σημείωσαι ὅτι δίκην ἀγαθοῦ ζωγράφου, πάντῃ ἐξομοιῶν Ὅμηρος τῷ πατρὶ τὸν υἱὸν Τηλέμαχον, πεποίηκεν ἀμφοτέρους τὸν μὲν, ἐνταῦθα τῷ Μενελάῳ, ἐκεῖνον δὲ παρὰ Φαίαξι τῷ Ἀλκινόῳ, διὰ δακρύων γνωριζομένους. ὅτι δὲ καὶ τὸν Ὀδυσσέα μόνη ἀνέγνω ἡ Ἑλένη περὶ Τροίαν, ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (Vers. 141.) Σημείωσαι δὲ ὅτι κατὰ τὴν τοῦ Ἀριστοτέλους ἱστορίαν, ἔστι πλέον ἀνδρῶν εἰς μνήμην ταῖς γυναιξί. φησὶ γὰρ ὅτι γυνὴ, ἀνδρὸς ἐλεημονέστερον. καὶ ἀρίδακρυ μᾶλλον. ἀπατητικώτερόν τε καὶ μνημονικώτερον· εἰ δὴ τοιαύτη καὶ ἡ Ἑλένη, ἔστιν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ θεωρεῖν. (Vers. 149.) Ἰστέον δὲ ὡς ὁ μὲν κανὼν τῆς ἐκφράσεως ἐκ κεφαλῆς εἰς πόδας προάγει τὸν ῥήτορα. ἐνταῦθα δὲ, ἀνάπαλιν ἔφρασεν ὁ Μενέλαος, ἐπεὶ μὴ λαλεῖ πρὸς ἔκφρασιν. (Vers. 158.) Ὅτι πεπαιδευμένου ἀνδρὸς ἔπαινος καὶ σιωπηλοῦ ἐν τοῖς καιρίοις καὶ μάλιστα ὅτε σοφὸς παρείη τις ἄνθρωπος, τὸ, ἀλλὰ σαόφρων ἐστί. νεμεσσᾶται δ' ἐνὶ θυμῷ ὧδ' ἐλθὼν τοπρῶτον, ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν. οὗ θεοῦ ὣς τερπόμεθ' αὐδῇ. (Vers. 159.) Ἐπεσβολίας δὲ λέγει φασὶν, ἢ τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχὰς, οἷον ὅτι διὰ σωφροσύνην οὐ βούλεται προκατάρχειν λόγου. ἢ τὰς κατὰ τῶν βιαίων μνηστήρων ὕβρεις, ἢ τὰς παρ' ἐκείνων εἰς τὸν οἶκον τοῦ Ὀδυσσέως καὶ εἰς τὸν αὐτοῦ υἱὸν γινομένας φλυαρίας. ἢ μᾶλλον καιριώτερον εἰπεῖν, λοιδορίας καὶ βλασφημίας. ἐπειδὴ ὥσπερ λοιδορία, λόγος ὡς δόρυ πλήττων. καὶ βλασφημία, βολή τις ἐν φήμαις, οὕτω καὶ ἐπεσβολία, τὸ ἔπεσι βάλλειν. καὶ ἔστιν εἰπεῖν, ὅτι καθάπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον ταυτά εἰσιν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
