# Commentarii ad Homeri Odysseam 1.157.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.157.1

ἐν ἰσοδυναμίᾳ τῶν συντεθεισῶν λέξεων, οὕτω ταυτὰ καὶ ἡ ἐπεσβολία καὶ ἡ βλασφημία καὶ ἡ λοιδορία. ὡς γὰρ ἡ ποτι πρόθεσις ἡ αὐτὴ οὖσα τῇ προς καὶ ὁ αἶνος ὅμοιος ὢν τῷ, φατὸς λόγος, ποιεῖ ποταίνιον, ὅπέρ ἐστι πρόσφατον. περὶ οὗ δηλαδὴ ἐγγὺς καὶ προσεχῶς ἐλέγετό τι, οὕτω ταυτὸν καὶ ἔπος καὶ φήμη καὶ λόγος. ἃ συντεθέντα μετὰ τοῦ δόρυ καὶ φήμη καὶ βολὴ, ἐποίησαν τὴν ἐπεσβολίαν καὶ τὴν βλασφημίαν καὶ τὴν λοιδορίαν. ἔστι γὰρ λοίδορος μὲν, ὁ λόγοις οἷον καταδορατίζων. ἐπεσβόλος δὲ καὶ βλάσφημος, ὁ ἔπεσι βάλλων καὶ φήμαις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι οὐχ' ὥσπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον, οὕτω κατ' εὐθὺ καὶ αἱ τοῦ ἐπεσβόλου καὶ τοῦ βλασφήμου ἰσοδύναμοι λέξεις κεῖνται, ἀλλὰ ἀναστρόφως. ἐν μὲν γὰρ τῷ ἐπεσβόλος, πρόκειται τὸ ἔπος. ἐν δὲ τῷ βλάσφημος, ἡ ἰσοδύναμος τῷ ἔπει λέξις, ὑστέρα κεῖται. τὸ δὲ ὅμοιον γίνεταί πως καὶ ἐν τῷ, βλάσφημος καὶ λοίδορος. τοιοῦτον καὶ τὸ ἀρχιερεὺς καὶ ἱεράρχης, καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ ὁ ἀλεξίκακος καὶ ὁ κηραμύνθης παρὰ Λυκόφρονι. ταυτὸν γὰρ τὸ ἀλεξῆσαι κακόν τι καὶ ἀναστρόφως εἰπεῖν, κῆρα ἀμῦναι. οὐκ ἀπέοικε δὲ τῶν τοιούτων, οὐδὲ τὸ θυμοραϊστὴς καὶ ῥαθυμία ἡ ῥαΐζουσα τὸν θυμόν. οὐδὲ τὸ ἀλεξάνεμος χλαῖνα καὶ χειμάμυνα. ἐπεὶ καὶ ὅμοια, ἀλέγειν ἄνεμον καὶ χειμῶνα ἀμύνεσθαι. οὕτω δέ πως καὶ ἐκ τοῦ πάλαι ἀρχαιρεσιάζειν, παραπεποίηται ὕστερον τὸ αἱρεσιαρχεῖν. ὅμοιον καὶ τὸ, ἀελλόπους καὶ ποδήνεμος. καὶ φερένικος καὶ νικηφόρος. καὶ Εἰδοθέα καὶ θεοειδείς. Ἰστέον δὲ καὶ ὡς ἡ λοίδορος ἐπεσβολία εἴτουν βλασφημία, καὶ αἰσχρὰ ἔπη λέγοιντ' ἂν Ὁμηρικῶς. ἐξ ὧν οἱ ὕστερον, τὴν αἰσχροῤῥημοσύνην καὶ τὴν αἰσχρολογίαν συνέθεντο. δῆλον δ' ὅτι κατὰ τὰς ἐκτεθειμένας προσεχῶς μεταθέσεις ἢ ἀναστροφὰς τῶν συνθέτων ἰσοδυνάμων λέξεων, καὶ τὴν ἐχενηίδα, ναυκράτην ἔγραψέ τις. τοιαύτη καὶ ἡ τοῦ γίγας καὶ γηγενὴς σκευωρία. γηγενὴς μὲν γὰρ, ὁ ἐκ γῆς γεγονὼς, ὅθεν καὶ διὰ τοῦ η ἡ ἄρχουσα. γίγας δὲ, παρὰ τὸ γίνεσθαι καὶ τὴν γῆν, διὸ καὶ διὰ διχρόνου ἔχει τὴν παραλήγουσαν. ὁμοίου δὲ τρόπου καὶ τὸ γακίνας ὁ σεισμὸς καὶ σεισίχθων ὁ Ποσειδῶν. καὶ τὸ χρονοτριβεῖν καὶ τριψημερεῖν περὶ οὗ προεγράφη καὶ τὸ, πόδας ἀργοὶ καὶ ἀργίποδες. καὶ τὸ, γυναικάνδρεσσι ποθεινοί. καὶ τὸ, ἀνδρογύνοις. οἳ καὶ ἀῤῥενόπαιδες λέγονται ὡς καὶ αὐτὸ ἐδηλώθη ἀλλαχοῦ. τὰς δὲ ἐπεσβολίας, ἐπιστομίας ὁ Ζηνόδοτος γράφει, ὥς φασιν οἱ σχολιασταί. (Vers. 161.) Ὅτι Τηλέμαχος μὲν, ἐκ περινοίας ἐγνωρίσθη τοῖς βασιλεῦσιν. ὁ δὲ Νεστορίδης μήτε ἐρωτηθεὶς μήτε ἄλλως γνωρισθεὶς, ἑαυτὸν ἀναφαίνει, εἰπών. αὐτὰρ ἐμὲ προέηκε Νέστωρ. καὶ τὰ ἑξῆς. ἵνα κἀν τούτῳ ποικίλως γράψῃ ὁ ποιητής. (Vers. 164.) Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς παῖς οἰχομένοιο, ἐν μεγάροις. ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ὅ ἐστι βοηθοὶ σπουδαῖοι, μὴ ἀναμένοντες ὄσσαν εἰς τὸ βοηθῆσαι. ἦν γὰρ ἔθος, ἐρωτᾶν τὸ θεῖον. καὶ βοηθεῖν μὲν, εἰ προτραπείη τις. ἡσυχάζειν δὲ, εἰ κωλύεται. τοὺς δὲ σπουδαίους βοηθοὺς, ἄλλως μάλιστα ἐδήλωσεν Ἡσίοδος ἐν τῷ. ἄζωστοι κίον. σπουδαιότεροι γὰρ ἀοσσητήρων οἱ προϊόντες εἰς ἄμυναν ἄζωστοι. τοὺς δὲ ἀοσσητῆρας ἑρμηνεύων ὁ ποιητὴς, ἐπάγει. οἳ ἀλάλκοιεν κακότητα. (Vers. 166.) Ὅτι στέρησιν ἀγαθοῦ οἰκοδεσπότου δηλοῖ τὸ, ὁ μὲν, οἴχεται. οὐδὲ οἱ ἄλλοι εἰσὶν, οἳ κατὰ δῆμον ἀλάλκοιεν κακότητα. (Vers. 169.) Ὅτι πρὸς υἱὸν φίλου εὐεργέτου ἐνδημήσαντα, καλὸν εἰπεῖν τὸ, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς, ἐμὸν δῶ ἵκεθ' ὃς εἵνεκ' ἐμοῖο πολεῖς ἐμόγησεν ἀέθλους. (Vers. 171.) ἐπὶ δὲ φίλῳ ἀγαθῷ ἀποδήμῳ ἐπὶ μακρὸν, ἔχοι ἄν τις εἰπεῖν κατὰ ὅρον φιλίας ἀληθοῦς τὸ, καί μιν ἔφην ἐλθόντα, φιλησέμεν ἤτοι φιλοφρονήσεσθαι, ἔξοχον ἄλλων. (Vers. 179.) Καί κεν θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθα. ὅ ἐστι συνῆμεν. οὐδέ κεν ἡμέας ἄλλο διέκρινε φιλέοντέ τε τερπομένω τε, πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ἐνταῦθα δέ τινος παλαιοῦ γράψαντος ὅτι γηράναι ἤθελεν ὁ Μενέλαος μετὰ Ὀδυσσέως ἤγουν εἰς γῆρας ἐλθεῖν πρὸς ὁμοιότητα τοῦ δειπνάναι καὶ ἀριστάναι περὶ ὧν καὶ ἑτέρωθι δηλωθήσεται. προσενθυμητέον καὶ Ἡσιόδου τὸ, γηράντεσσι τοκεῦσιν. ὧν θέμα σεσιγημένον, τὸ γήρημι κατὰ τὸ αἴτημι. οὗ χρῆσις παρὰ Πινδάρῳ ἐν τῷ, τί ἔρδων, φίλος σοί τε καρτεροβρόντα Κρονίδα, φίλος δὲ Μοίσαις, εὐθυμία τε μελῶν εἴην; τοῦτ' αἴτημί σε. καὶ τοῦτο μὲν, τοιόνδε. (Vers. 181.) Ὅμηρος δὲ τοῖς προειρημένοις, ἐπάγει καὶ τὸ, ἀλλὰ τὰ μέν που ἔμελλεν ἀγάσσεσθαι θεὸς αὐτός. ὃς κεῖνον δύστηνον, ἀνόστιμον ἔθηκε. Καὶ ὅρα τὸ ἀνόστιμον, κατὰ στέρησιν ῥηθὲν τοῦ νοστίμου, οὐ τοῦ ἡδέος ἀλλὰ τοῦ νοστήσαντος ὃς ἐν ἄλλοις ὑπότροπος λέγεται. (Vers. 180.) Τὸ δὲ εἰρημένον ἦθος τοῦ Μενελάου ἐθέλοντος εἰς ἑαυτὸν μετοικίσαι τὸν φίλον Ὀδυσσέα, ἔχοι ἂν ὁμοιούμενον καὶ τὸ τοῦ Ἀττικοῦ Θεμιστο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
