Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.158.1
Not analysed yet
κλέους. ὃς τρίκλινόν φασιν οἰκοδομησάμενος περικαλλέστατον, ἀγαπᾶν ἔφησεν εἰ τοῦτον φίλων πληρώσειεν. οἱ δὲ ὕστερον ἄνθρωποι, τοιοῦτον μὲν οὐδὲν φιλήσουσιν. εὔξαιντο δ' ἂν μὴ δ' αὐτοὶ κατ' οἴκους εἶναι εἰ μόνον πλησθεῖεν ἀργύρου καὶ χρυσοῦ καὶ λοιπῆς φλυαρίας βιωτικῆς. Τὸ δὲ νέφος ἀμφεκάλυψεν, ὅτι καὶ ἐπὶ δικτύων λέγεται καλυπτόντων ὄρνιθας ἃ καὶ νεφέλας λέγει ὁ κωμικὸς, ἐν ἄλλοις δηλοῦται. (Vers. 181.) Τὸ δὲ ἀγάσεσθαι, ταυτόν ἐστι τῷ ἀγαίεσθαι καὶ μεγαίρειν καὶ φθονεῖν. Ἐν δὲ τῷ, διέκρινε φιλέοντε, ὅρα ὅτι καθ' ὁμοιότητα τοῦ εἴρειν ἐξ οὗ ποτὲ μὲν, ἡ φαύλη ἔρις ποτὲ δὲ ἡ ἀγαθὴ ἔρις καὶ ἡ εἰρήνη. οὕτω δὴ καὶ τὸ διακρίνειν, ἐσθ' ὅτε μὲν, φιλητῶς λαλεῖται, ὡς ὅτε διακρίνει τις μάχιμον συμπλοκὴν καὶ νείκεα. ποτὲ δὲ, ἀνάπαλιν. ὡς ὅτ' ἂν, φιλικήν τις ἕνωσιν ἀπαγαγὼν, διακρίνει τοὺς φιλοῦντας χωρίσας ἀπ' ἀλλήλων. ἡ γὰρ τοιαύτη διάκρισις, οὐκ ἂν φιλοῖτο. παρὰ δέ γε τοῖς ὕστερον, ἐπαινεταὶ λέξεις τὸ διακρίνειν καὶ ἡ διάκρισις. ἀντίκεινται γὰρ, πρὸς τὸ συγκρίνειν ἤγουν συγχέειν καὶ πρὸς τὴν σύγχυσιν. (Vers. 174.) Ὅτι φιλίαν πολλὴν πρὸς Ὀδυσσέα ὁ Μενέλαος ἐνδεικνύμενος, λέγει ὡς ἐβούλετο μετοικίσαι αὐτὸν τῆς Ἰθάκης καὶ εἰς τὴν κατ' αὐτὸν γῆν ἀγαγεῖν. φησὶ γὰρ καί κέν οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσι λαοῖσι τοῖς οἰκειακοῖς δηλαδὴ ἢ ὅσοις ἤθελεν ὁ Ὀδυσσεὺς, μίαν πόλιν ἐξαλαπάξας αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ. χρὴ δὲ νοεῖν ὡς ἡ τοιαύτη μετοίκησις ἐφύλαττε τῷ Ὀδυσσεῖ καὶ τὴν αὐτοῦ βασιλείαν. τὸ γὰρ ἄλλως μετοικῆσαι, ὅμοιον ἦν φασι φυγῇ. Ἰστέον δὲ ὅτι Ἄργος κἀνταῦθα φησὶν, ἢ τὴν Πελοπόννησον. ἢ καὶ τὴν ὑπὸ τῷ Μενελάῳ χώραν. ὅθεν καὶ Ἑλένη Ἀργεία ἔν τε Ἰλιάδι καὶ μετ' ὀλίγα δὲ, ἡ ἄλλως μὲν, Λάκαινα, κατὰ δὲ τὸ ὅλον, Πελοποννησία. Τὸ δὲ νάσσα, ἀντὶ τοῦ κατώκισα. οὐ γὰρ ναίω μόνον, ἀλλὰ καὶ νάω. ὅθεν καὶ ναέτης ὁ ἐγκάτοικος. καὶ τοιοῦτον μὲν, τὸ νάω νάσω. τὸ μέντοι νάξαι, ἄλλό τι ἐστίν. ὥς που ἐν τοῖς ἑξῆς φανήσεται. (Vers. 176.) Τὸ δὲ ἀλαπάξαι, ἀντὶ τοῦ ἁπλῶς ἐκκενῶσαι εἴληπται νῦν. οὐ γὰρ ἂν ὁ Μενέλαος ἐκπορθήσοι πόλιν ὑφ' ἑαυτῷ οὖσαν. ἐκκενώσει μέντοι εἰς μετοικίαν ὅτέ τι κατεπεῖγον εἴη. ὅτι δὲ τὸ ἀλαπάξαι πλεονασμὸν ἔχει τὸ α, εὕρηται γὰρ καὶ λαπάζειν, εἴρηται καὶ ἐν ἄλλοις. ὥσπερ καὶ ὅτι παρὰ τὴν λάπαθον παρῆκται δι' ἧς κενοῦται γαστήρ. ἀμέλει φασὶ, Δημόκριτος τοὺς βόθρους οὓς οἱ κυνηγοὶ σκάπτοντες, φρύγανα καὶ κόνιν ἐπ' αὐτοῖς ἐπιβάλλουσιν ἵνα τὰ θηρία ἐμπίπτωσι, λαπάθους καλεῖ. διὰ τὸ κεκενῶσθαι ὀρυχθέντας. (Vers. 177.) Τὸ δὲ ἀνάσσονται δ' ἐμοὶ αὐτῷ, πρὸς ἀκρίβειαν κεῖται καὶ σαφήνειαν τοῦ ὡς ἐῤῥέθη ἀλαπάξαι. περίοικον μὲν γὰρ πόλιν ἐχθρὰν, ἀλαπάξοι τις ἂν ἐκπορθητικῶς, οὐ μὲν καὶ ἧς αὐτὸς ἀνάσσει. (Vers. 183.) Ὅτι περιπαθῶς εἰπόντος τοῦ Μενελάου τὰ κατὰ τὸν Ὀδυσσέα καὶ οἶκτον κινήσαντος, τοῦτο γὰρ δηλοῖ τὸ, πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο, κλαῖε μὲν ἀργείη Ἑλένη. κλαῖε Τηλέμαχος καὶ Μενέλαος. οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔσχεν ὄσσε. μνήσατο γὰρ κατὰ θυμὸν, ἀμύμονος Ἀντιλόχοιο. ὃν δὴ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. ὁ Αἰθίοψ δηλαδὴ Μέμνων. περὶ οὗ λέγει τι καὶ ὁ περιηγητής. ὡραιότητα δὲ οὐ μόνον τοῦ Μέμνονος αἰνίττεται τὸ, Ἠοῦς αὐτὸν υἱὸν λέγεσθαι, ἀλλὰ καὶ τοῦ Τιθωνοῦ. ᾧ μιγεῖσα ἡ Ἠὼς, τεκεῖν τὸν Μέμνονα λέγεται. πολὺς δὲ ὁ περὶ Τιθωνοῦ λόγος τοῖς παλαιοῖς. Ὅρα δὲ ὅτι φαεινῆς μητρὸς, ἀγλαὸς ἦν οἰκείως οὗτος υἱὸς ὡς ἡλιώδης τὴν θέαν. (Vers. 184.) Ἰστέον δὲ ὅτι Ἑλένη μὲν πρῶτον κλαίει, ἐπειδὴ κάρτα φιλοίκτιστον γυνὴ κατὰ τὴν τραγῳδίαν. (Vers. 185.) Τηλέμαχος δὲ μετ' ἐκείνην, ὡς υἱὸς πατέρα, καὶ ὡς τοῦ πάθους πρωτοστατῶν. μεθ' οὓς Μενέλαος, ἐπειδὴ οὐδ' αὐτὸν ἐχρῆν εἶναι ἀδάκρυτον ἐπὶ τῷ πάνυ πεφιλημένῳ. (Vers. 186.) ὁ δὲ ὡς ἐν δορυφορήματός φασι τρόπῳ παρὼν Νεστορίδης εἰ καὶ μὴ κατ' ἐκείνους ἴσως ἔκλαιεν, ἀλλ' οὖν οὐκ ἦν ἀδάκρυτος. παρείλετο δὲ αὐτῷ τοῦ κλαυθμοῦ τὸ πολὺ, διότι τὲ οὐκ ἐξορθοῦ καὶ αὐτὸς ἀλλ' Ὀδυσσέα πρόφασιν ἔκλαιε, καὶ ὅτι οὐδὲ συνήθης ἦν τῷ ἀδελφῷ ἐν Τροίᾳ πεσόντι, αὐτὸς ἐν Πύλῳ τραφείς. καὶ διότι δὲ εὐκλεῶς ἐκεῖνος ἀπέθανεν. ἀπαθέστερον οὖν ὑποτίθεται τὸν Πεισίστρατον ὁ ποιητὴς, ὡς ἂν ἔχοι προκατάρξαι παραμυθίας. εὐθὺς γὰρ αὐτὸς παύει τὸν κλαυθμὸν εἰπὼν φίλα καὶ ἐπαινετὰ τῷ Μενελάῳ. Ὅρα δὲ καὶ τὴν ἐξαλλαγὴν τοῦ σχήματος. εἰπὼν γὰρ ἔκλαιε μὲν Ἑλένη. ἔκλαιε δὲ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἐσχημάτισεν ἀποφαντικῶς, οὐδ' ἄρα Νέστορος υἱὸς ἀδάκρυτος ἔμενεν. οὐ διατρίβων δηλαδὴ ἐν τῷ κλαίειν ἀλλὰ πρὸς βραχὺ δακρύων. ὅτι δὲ ἀγνώριστος ἦν ὁ Νεστορίδης οὗτος τῷ ἀδελφῷ Ἀντιλόχῳ, δηλώσει ὑποκατιὼν, ἔνθα οὔτε ἀντῆσαι φησὶν ἐκείνῳ οὔτε ἰδεῖν. (Vers. 190.) Ὅτι χρήσιμόν ποτε εἰς φρονίμου ἔπαινον τὸ,