# Commentarii ad Homeri Odysseam 1.159.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.159.1

περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι ἔφασκεν ὁ δεῖνα ὅτ' ἐπιμνησαίμεθα σεῖο. τὸ δὲ καὶ νῦν εἴ τι που ἔστι πίθοιό μοι, καλὸν εἰς παραίνεσιν. (Vers. 194.) Ὅτι γνωμικῶς λέγεται τὸ, οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος. ἤγουν ἐπ' αὐτῷ τῷ δόρπῳ ἐν ᾧ ἀνέσεως μάλιστα χρεία. ἀλλὰ καὶ ἠώς φησιν ἔσσεται. τὴν δὲ αἰτίαν, ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. ἵνα δηλαδὴ μήτις νεμεσήσηται καὶ εἴπῃ δακρυπλώειν βεβαρημένον τὰς φρένας οἴνῳ. (Vers. 195.) εἶτα ἵνα μὴ δόξῃ ἀποτρέπειν καθόλου τοῦ κλαίειν ἐπὶ νεκροῖς, φησίν. νεμεσσῶμαι γέ μιν οὐδὲν, κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἷον βροτοῖς. κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν. οὔκουν καθάπαξ ἀναιρεῖ ὁ Νεστορίδης τὸ ἐπὶ τεθνεῶσι κλαίειν. ἀλλὰ μεταληπτικῶς, συγχωρεῖ μὲν τὸ πρᾶγμα, μέμφεται δὲ τὸν καιρόν. ἤτοι τὸ ὀδύρεσθαι τινὰ ἐνδόρπιον. (Vers. 196.) Τὸ δὲ κλαίειν ὅς κε θάνῃσιν, ἔχει τι ἀμφιβολίας σχεδιαστικῆς. ὅμως δὲ οὐκ ἂν λέγοι ὡς χρὴ τὸν θανόντα κλαίειν ἤτοι κλαυθμὸν ποιεῖσθαι, ἀλλ' ὅτι ἡμᾶς κλαυστέον ἐπὶ τῷ θανόντι. Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ὃ πολλαχοῦ λέγεται, τὴν αὐτὴν ἔννοιαν παλιλλογεῖ. (Vers. 197.) Τὸ δὲ γέρας οἷον, ἢ θαυμαστικῶς εἴρηται καὶ δασύνειν τὸ οἷον, ἢ ἴσως καὶ ἀντὶ τοῦ μόνον, ὅτε καὶ ψιλωθήσεται. (Vers. 199.) Ὅτι ὥσπερ ἐν Ἰλιάδι τὸ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, τῷ ἀποφατικῷ κατάφασιν δηλοῖ ἀνδρικὴν ἵνα λέγῃ οὐκ ἀφαυρότατον, τὸν πάνυ ἀνδρεῖον. οὕτω καὶ ἐνταῦθα τὸ, ἐμὸς τέθνηκεν ἀδελφεὸς οὔτι κάκιστος Ἀργείων, ἀντὶ τοῦ ἀνδρειότατος εἴληπται. Πεισίστρατος δὲ περὶ Ἀντιλόχου τοῦτο φησὶ τοῦ ἀδελφοῦ. λέγων καὶ ὅτι περὶ ἄλλων φασὶ γενέσθαι ἐκεῖνον. (Vers. 202.) Περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχήτην. ὡς οἷον ἑρμηνεύων τὸ, οὔτι κάκιστος. εἰ δὲ ὁ Νέστωρ πρὸ τούτων ὡσαύτως ἐπαινέσας τὸν Ἀντίλοχον, εἶπεν ἐκεῖνον καὶ κρατερὸν καὶ ἀμύμονα, ἔχει καὶ ὁ υἱὸς Πεισίστρατος ἐνταῦθα εἰπὼν ἀντὶ τοῦ κρατερὸς, τὸ, οὔτι κάκιστος Ἀργείων. Ἀμύμονα δέ γε, αὐτὸς ὁ ποιητὴς πρὸ ὀλίγου εἶπε τὸν Ἀντίλοχον. (Vers. 204.) Ὅτι καθάπερ ἐν τῷ, ὦ φίλ' ἐπεί μ' ἔμνησας ὀϊζύος, μακροαπόδοτος ἡ σύνταξις καὶ ὑποδύσκολος, οὕτω καὶ νῦν ἐν τῷ, ὦ φίλ' ἐπεὶ τόσα εἶπες καὶ ἑξῆς. μετὰ ὀκτὼ γὰρ στίχους ἀποδέδοται τὸ ἀκόλουθον τῆς συντάξεως ἐν τῷ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν. νοουμένου τοῦ δε συνδέσμου, ἀντὶ τοῦ δή. Ἰστέον δὲ ὅτι κατὰ παλαιὰν παρατήρησιν, ἐν πολλοῖς εὑρίσκεται καὶ μάλιστα παρὰ τῷ ποιητῇ, ὁ ἐπει σύνδεσμος δυσαπόδοτος κατὰ σύνταξιν, ὅτε καθὰ καὶ ἄλλαι λέξεις, οὕτω καὶ αὐτὸ κεῖσθαι δοκεῖ ἐκ περισσοῦ. (Vers. 205.) Ὅτι καλὸν εἰς ἐγκώμιον τὸ, τόσα εἶπες ὅσ' ἂν πεπνυμένος ἀνὴρ εἴπῃ καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη. Καὶ ὅρα ὡς ἀντὶ τοῦ εἰπεῖν καὶ γέρων, εἶπε περιφράσας τὸ, καὶ ὃς προγενέστερος εἴη. πρὸς Πεισίστρατον δὲ ὁ λόγος. ὃς ἔφη τὲ μὴ χρῆναι δακρύειν ἐπιδόρπια, καὶ ἔρεξε πρῶτος αὐτὸ τοῦτο, παύσας αὐτίκα τὸ δάκρυον. εἰ δὲ καὶ πατέρα ἔχει ἀγαθὸν ὁ ἐπαινούμενος καὶ ἑτέρους ἀξιεπαίνους υἱοὺς, προσαρμόσει καὶ τὰ ἐφεξῆς. τοίου γὰρ καὶ πατρός. ὃ καὶ πεπνυμένα βάζεις. ῥεῖα δ' ἀρίγνωτος γόνος ᾧ θεὸς ὄλβον ἐπικλώσει γαμέον τί τε γεινομένῳ τε. ὡς νῦν τῷ δεῖνι ἔδωκεν οἷον τῷ Νέστορι διαμπερὲς ἤματα πάντα. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, υἱέας αὖ, πινύτους τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἤγουν φρονίμους τὲ καὶ ἀνδρείους. (Vers. 206.) Ἰστέον δὲ ὅτι τὸ, τοίου, γὰρ πατρὸς, οἱ γλωσσογράφοι, ἀντὶ τοῦ ἀγαθοῦ φασιν ὡς τὰ παλαιὰ σχόλια λέγει. (Vers. 208.) Τὸ δὲ γαμέοντί τε γεινομένῳ τε, τὸ πεπρωμένον παραλαλεῖ. διά τε τὰ γενεθλιακὰ, καὶ τὴν μετὰ τὸν γάμον ζωήν. καὶ ἔστι πρωθύστερον. πρῶτον γάρ τις γεννηθεὶς, εἶτα εἰς γάμον ἥκει. κρεῖττον δὲ κατὰ τοὺς παλαιοὺς, νοεῖν τὸ, γεινομένῳ, ἀντὶ τοῦ γεννῶντι. τεκνοποιοῦντι. περὶ τούτου γὰρ καὶ ὁ λόγος. τέως γε μὴν, οὐ δὲ τῷ γαμέοντι, ἐστέρηται τῆς τοιαύτης ἐννοίας. Τὸ δὲ ἀρίγνωτος γόνος, γράφεται καὶ ἀρίγνωτον γένος. (Vers. 209.) Τοῦ δὲ διαμπερὲς, ἑρμηνεία τὸ ἤματα πάντα. ἵνα χρονικῶς δηλοῖ, τὸ μέχρι πέρατος καὶ δι' ὅλου βίου. ἄλλως δὲ, καὶ σωματικῶς λέγεται τὸ διαμπερές. οὕτω γάρ τις διαμπερές που βέβληται. Τὸ δὲ ἤματα ψιλοῦται, οὐ μόνον ὡς ἀπὸ τροχαϊκοῦ τοῦ ἦμαρ, ἀλλὰ καὶ πρὸς διαστολὴν τοῦ ἤματα τὰ ἀκοντίσματα. (Vers. 210.) Εἰς δὲ τὸ λιπαρῶς γηράσκειν ἐξ οὗ καὶ γῆρας λιπαρὸν, συμβάλλεταί τι καὶ τὸ, λιπαροὺς πόδας. καὶ τὸ, λιπαρὸν κρήδεμνον. ἔστι δὲ λιπαρῶς γηράσκειν, τὸ εὐδαιμόνως καὶ ὡς ἄν τις εἴπῃ, τρυφερῶς. ἀνενδεῶς. ὡς ἐκ μεταφορᾶς τῶν λιπώντων ζῴων. καὶ ἄλλως δὲ λιπαρῶς γηράσκει, ὁ ἐκ γενετῆς ὄλβιος. ὃ ἐδηλώθη πρὸ βραχέων ἐν τῷ, ὄλβον ἐπικλώ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
