# Commentarii ad Homeri Odysseam 1.162.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.162.1

κατεπιχειρῆσαι αὐτῆς πρὸς βίαν. καὶ τὸν Μενέλαον γνόντα, ἀνελεῖν αὐτόν. ἀφ' οὗ καὶ πόλιν Θῶνιν ὀνομασθῆναι. καὶ τὸν παρ' Αἰγυπτίοις δὲ πρῶτον μῆνα τὸν θὼθ', ἀπ' αὐτοῦ κληθῆναι. Αἰλιανὸς δὲ ἱστορεῖ παραθήκην γενέσθαι Θώνιδι, τὴν Ἑλένην πρὸς Μενελάου, ἀνιόντος εἰς Αἰθίοπας. καὶ ὡς ἠράσθη αὐτῆς ὁ Θῶνις. καὶ ὡς ἐζήλωσεν ἡ Πολυδάμα ἢ Πολύδαμνα, καθ' ἑτέρους. καὶ ὡς ἐξέθετο τὴν Ἑλένην εἰς φάρον οἴκτῳ καὶ ζήλῳ. δοῦσα καὶ βοτάνην ἐχθρὰν τοῖς ἐκεῖ πολλοῖς ὄφεσιν ἢ φυτευθεῖσα καὶ βλαστήσασα, Ἑλένιον ἐκλήθη. ὁ δὲ γεωγράφος λέγει ὅτι περὶ τὸν Κανωβικὸν πλοῦν, Θῶνις ποτέ τις ἦν πόλις, ἐπώνυμος βασιλέως δεξαμένου Μενέλαον καὶ Ἑλένην. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι Θῶνις, φύλαξ ἦν τοῦ Κανωβικοῦ στόματος. ὃς καὶ ἀνήνεγκεν εἰς Πρωτέα τὴν ἀδικίαν τοῦ Ἀλεξάνδρου ὅτε καὶ ἀφῃρέθη τὴν Ἑλένην. ἀρέσκεται γὰρ Ἡρόδοτος, μὴ εἶναι τὴν Ἑλένην ἐν τῇ Τροίᾳ, ὡς καὶ ἐν ἄλλοις εἴρηται. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ἐν τῷ ῥηθέντι Κανωβικῷ στόματι, ἱερόν ἐστιν Ἡρακλέος, εἰς ὃ εἴ τις καταφυγὼν ἐπιβάληται στίγματα ἱερὰ δοὺς αὑτὸν τῷ θεῷ, οὐκ ἔστι τούτου ἅψασθαι. ὁ δὲ Πρωτεὺς τίς ἐστιν, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (Vers. 229.) Τὸ δὲ Αἰγυπτίη, ἢ κατὰ δοτικὴν νοητέον ἵνα λέγῃ ὅτι ἐν τῇ Αἰγυπτίᾳ χώρᾳ ἔνθα πλεῖστα φάρμακα. ἢ κατὰ ὀρθὴν καὶ εὐθεῖαν. ἵνα ᾖ Θῶνος παράκοιτις ἡ ἐξ Αἰγύπτου, ᾗ πλεῖστα γῆ ἐδίδου φάρμακα ὡς περὶ αὐτὰ ἠσχολημένη. (Vers. 230.) Τὰ δὲ τοιαῦτα φάρμακα, μέσος εἴρηται, διὸ καὶ ἐπήγαγε. πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Σημείωσαι δὲ ὅτι τὸ, φάρμακα ἔχειν πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ, καὶ περὶ ἀνθρώπου λεχθείη ἂν ἔκ τε ἀγαθῶν τινων συγκροτουμένου, καὶ εἰς ἐναντία δὲ ἀποκλίνοντος. (Vers. 231.) Τὸ δὲ ἰητρὸς δὲ ἕκαστος καὶ ἑξῆς, ἐγκώμιον τῶν Αἰγυπτίων ὡς τοιούτων ὄντων. τοῦτο δὲ, πρὸς πιθανότητα ἐῤῥέθη τοῦ ἐγνῶσθαι τὰ ἐκεῖ πολλὰ φάρμακα. ἅπερ οὐκ ἂν διέγνωστο εἰ μὴ ἰατροὶ ἦσαν ἀκριβεῖς ἅπαντες. τὸ παράδοξον. ὡς δὲ καὶ ἄλλως πολλὴ σοφία τοῖς κατ' Αἴγυπτον ἐπεχωρίαζεν, αἱ ἱστορίαι δηλοῦσιν. αἳ καὶ κακοήθειαν αὐτοῖς ἐπιμαρτυρόμεναι τὴν καὶ ἐν ἄλλοις δηλουμένην, λέγουσιν ἐξ αὐτῶν καὶ αἰγυπτιάζειν τὸ πανουργεύεσθαι. συλλαλεῖ δὲ εἰς τοῦτο, καὶ παροιμία αὕτη. δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. (Vers. 232.) Παιήων δὲ, θεῶν ἰατρὸς ὡς καὶ ἡ Ἰλιὰς μυθεύεται. ἕτερος ὢν Ἀπόλλωνος ὡς καὶ Ἡσίοδος δηλοῖ. εἰπών· εἰ μὴ Ἀπόλλων Φοῖβος ἐκ θανάτου σώσει ἢ Παιήων ὃς πάντων φάρμακα οἶδε. τινὲς δὲ τὸν Παιήονα, τὸν αὐτὸν ὑπέλαβον εἶναι κἀνταῦθα τῷ Ἀπόλλωνι. δῆλον δὲ καὶ ὅτι καὶ ὕμνος εἰς Ἀπόλλωνα ὁ Παιήων. ὃν παιᾶνα φασὶν οἱ μεθ' Ὅμηρον. (Vers. 237.) Ὅτι γνωμικὸν τὸ θεὸς ἄλλο τε ἄλλῳ ἀγαθόν τε κακόν τε διδοῖ. δύναται γὰρ ἅπαντα. Καὶ ὅρα τὴν πρωτοτυπίαν τοῦ διδοῖ. ἐκ τοῦ διδῶ γάρ. ἐξ οὗ τὸ δίδωμι. (Vers. 238.) Ὁ δὲ λέξων τί σπουδαῖον ἐπὶ τραπέζης, ἐρεῖ ἂν τοῖς ἀκροαταῖς τὸ, ἤτοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι καὶ μύθοις τέρπεσθε, ἐοικότα γὰρ καταλέξω. (Vers. 240.) Εἰ δέ τις ἐν ἐγκωμίῳ προοιμιάζεται, προσφυῶς ἂν εἴπῃ ὡς πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, ὅσσοι τοῦ δεῖνος ταλασίφρονός εἰσιν ἄεθλοι. ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ. Ἑλένη δὲ καὶ τοῦτο φησίν. ἔνθα καθ' ὑποβολήν φασι διηγεῖται ἡ ἡρωΐς. σχήματι χρησαμένη πρὸ τοῦ διηγήματος, παραλειπτικῷ τὲ καὶ θαυμαστικῷ. παραλειπτικῷ μὲν, ἐν τῷ, πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσα ὁ Ὀδυσσεὺς ἀέθλευσεν. ἐνδιαθέτῳ δὲ κατὰ θαυμασμὸν, ἐν τῷ ἀλλ' οἶον τόδ' ἔρεξε δήμῳ ἐνὶ Τρώων. εἶτα ὑποβαλοῦσα τὸ διήγημα. αὐτόν μιν πληγῇσι δαμάσας καὶ ἑξῆς. (Vers. 239.) Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ καταλέξω. ἀφ' οὗ μετ' ὀλίγα τὸ, πάντα νόον κατέλεξεν. οὗ φασὶν ὁ ποιητὴς τὸ ὄνομα οὐκ οἶδεν ἤτοι τὸν λόγον ἢ τὸν κατάλογον. ὥσπερ καὶ τὸ ἔτυχε καὶ ἐτύχησεν εἰδὼς, τύχην οὐ λέγει. (Vers. 240.) Τὸ δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, πρὸς διαστολὴν κεῖται. ἄλλος μὲν γάρ τις μυθήσεται ἴσως. ἐγὼ δὲ οὔ. (Vers. 242.) Τὸ δὲ πάντα οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσῆος ἄεθλοι, καινότητα ἔχει ἐν τῷ πάντα καὶ ἐν τῷ ἄεθλοι. ἀπὸ γὰρ οὐδετέρου μετέβη ἀνακολούθως εἰς ἀρσενικόν. Τὸ δὲ ἔρεξε, δι' ἑνὸς γράφεται ρ οὐ κατὰ Ἀττικοὺς ἀλλὰ φύσει. Τὸ δὲ ἔτλη, καλὸν εἰς Ὀδυσσέα τὸν ταλασίφρονα καὶ πολύτλαν καὶ τλήμονα. (Vers. 244.) Ὅτι Ὀδυσσεὺς κατὰ τὴν τῆς Ἑλένης ἱστορίαν αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν. τὴν Τροίαν δηλαδή. ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων, ἤϊσκε. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. τῷ, ἴκελος Τρώων κατέδυ πόλιν. οἵδ' ἀβάκησαν πάντες. ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα. καὶ ἀνειρώτων φησὶν αὐτόν. ὁ δὲ, κερδο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
