Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.163.1
Not analysed yet
σύνῃ ἀλέεινε. ἀλλ' ὅτε δή φησιν αὐτὸν ἐγὼ ἔλουον, καὶ ἔχριον ἐλαίῳ. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον μὴ πρὶν αὐτὸν ἐν Τρώσιν ἀναφῆναι πρὶν εἰς νῆας ἀφικέσθαι, καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. πολλοὺς δὲ Τρώων κτείνας ταναηκέϊ χαλκῷ, ἦλθε μετ' Ἀργείους. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθ' ἄλλαι Τρωαὶ λίγ' ἐκώκυον. αὐτὰρ ἐμὸν κῆρ χαῖρ' ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ἂψ οἶκον. ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη ἔδωκεν ὅτε μ' ἤγαγε κεῖσε φίλης ἄπο πατρίδος αἴης. παῖδα τ' ἐμὴν νοσφισαμένη. θάλαμόν τε. πόσιν τε οὔ τευ δευόμενον, οὔ τε φρένας οὔτέ τι εἶδος. Καὶ ὅρα ὅτι τὲ εἰς ἔπαινον τοῦ ἀνδρὸς ὁ λόγος τῇ ἡρωΐδι κατέληξε. καὶ ὅπως ἐπὶ τῇ ἁρπαγῇ μεταμέλεται. ὁμολογοῦσα καὶ ὡς ἑκοντὶ ἀφήρπαστο εἴγε τέτραπτο αὐτῇ ἡ ψυχὴ παλιννοστῆσαι καὶ μετέστενε τὸν φαῦλον ἔρωτα. Ὅρα δὲ καὶ τὴν ἱστορίαν ταύτην ἣν οὐδεὶς ἀκριβέστερον τῆς Ἑλένης οἶδεν. ὡς μὴ μάτην αὐτὴν παραχθῆναι εἰς θέαν τοῖς ξένοις ὑπὸ τοῦ ποιητοῦ. (Vers. 244.) Τὸ δὲ αὐτόν μιν ὅτι ἀντὶ συνθέτου ἀντωνυμίας κεῖται δηλοῦν τὸ ἑαυτὸν, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Πληγαὶ δὲ ἀεικέλιαι, δι' ὧν σῶμα αἰκίζεται. ὁποῖαί τινες καὶ αἱ ὕστερον τοῦ Σίνωνος. ὃς κατεμήνυσεν ὡς δῆθεν πρὸς καλοῦ ἐσόμενον τοῖς Τρωσὶ τὸν δούρειον ἵππον. ὡς δὲ καί τινες τῶν ὑστερογενῶν, ἐπ' ἀγαθῷ τῶν ὁμοφύλων ἑαυτοὺς ᾐκίσαντο κατὰ Ὀδυσσέα καὶ Σίνωνα, δηλοῖ καὶ ὁ Πέρσης Μεγάβυζος, κολοβώσας ἑαυτὸν καὶ ἄλλως αἰκίσας χάριν τοῦ δεσπότου βασιλέως. ἑτέρου δὲ βασιλέως Περσῶν θεράπων ὁ καλούμενος Φίλος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἄλλον τρόπον οὕτως εἶχεν. ὃς τραπέζης μέν φησιν οὐκ ἐκοινώνει, χαμαὶ δὲ ὑποκαθήμενος, τὸ παραβληθὲν κυνιστὶ ἐσιτεῖτο. καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου, ῥᾴβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς ἐμαστιγοῦτο. καὶ γενόμενος αἱμόφυρτος, πεσὼν εἰς ἔδαφος, προσεκύνει τὸν τιμωρησάμενον ὡς εὐεργέτην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ δαμάσας καὶ ἀμφιβαλὼν καὶ ἐοικὼς, συχναὶ ἀσύνδετοι μετοχαὶ οὐκ ἀσυνήθεις τῷ ποιητῇ. (Vers. 245.) Τὰ δὲ σπεῖρα περὶ ὧν καὶ προεγράφη, πτωχικά εἰσιν ἀμφιβλήματα. ἤτοι ῥάκη. ὅθεν ὁ μὲν ψευδοδέκτης Ὀδυσσεὺς σπεῖρα κακὰ ἀμφιβέβληται. τὸν δὲ ἀληθῆ Ὀδυσσέα, ἀμφὶ εἵματα ἕσσεν ἡ Ἑλένη. ἐνταῦθα δὲ φασὶν οἱ παλαιοὶ καὶ ὅτι ὁ νῦν σπεῖρα κακὰ φορῶν καὶ ἀγνοούμενος τῇ Ἑλένῃ καὶ τοῖς ἄλλοις, πιθανῶς ἂν λάθοι καὶ τοὺς μνηστῆρας, τοιοῦτον ἔχων σχῆμα. ὁ δὲ καὶ πληγάς φασι καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων, πῶς τῶν ἰδίων οὐ προστήσεται; καλῶς οὖν οἱ Λάκωνες ἐπαίδευον τοὺς νέους τὴν μαστίγωσιν, ἐθίζοντες καρτερεῖν τὰ δεινά. Τοῦ δὲ κατέδυ πόλιν, οὐκ ἔχει ὡς ἐν σχεδιασμῷ καιριωτέραν φράσιν ὁ ποιητής. διὸ εἰπὼν δυσμενέων κατέδυ πόλιν, μετ' ὀλίγα ἔφη, Τρώων κατέδυ πόλιν. Τὴν δὲ πολλαχοῦ εὐρυάγυιαν Τροῖαν, ἀλλαχοῦ εὐρεῖαν φησὶν ἐν ἁπλότητι. τὸ δὲ κατακρύπτων, πάνυ τὸ οἰκεῖον πρὸς κατέδυ πόλιν. ὁ γὰρ καταδὺς, κρύπτεται. (Vers. 247.) Δέκτην δὲ, Ἀρίσταρχος μὲν, τὸν ἐπαίτην λέγει, παρὰ τὸ δέχεσθαι. ὁ δὲ κυκλικός φασιν ἤγουν ὁ τῶν κυκλίων ποιητὴς ὀνοματικῶς ἀκούει τὴν λέξιν. Δέκτην τινὰ κατὰ κυριολεξίαν εἰπὼν παρ' οὗ τὸν Ὀδυσσέα λαβόντα τὰ ῥάκη, ἀμφιβαλέσθαι. πανδήμιον ἴσως τοῖς ἐν Τροίᾳ Ἕλλησιν ὄντα πτωχόν. ὁποῖος ἦν καὶ τοῖς Ἰθακησίοις ὁ Ἶρος. (Vers. 248.) Τὸ δὲ ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν, διττὴν ἔχει ἔννοιαν. ἢ γὰρ ὅτι τοιούτῳ Δέκτῃ Ὀδυσσεὺς εἰκάσθη οἷος Δέκτης δηλαδὴ οὐκ ἦν ἄλλος ἐν τοῖς ἐκεῖ κατ' οὐδέν. ἢ ὅτι Δέκτῃ ἑαυτὸν εἴκασεν Ὀδυσσεὺς ὁ κατὰ μηδὲν τοιοῦτος ἐν τῇ Τροίᾳ. ἀλλὰ δηλαδὴ εὐσχήμων καὶ λαμπροφόρος καὶ ὅλως εἰπεῖν, ἡρωϊκός. (Vers. 249.) Τὸ δὲ ἀβάκησαν, ἅπαξ μὲν καὶ αὐτὸ ἐῤῥέθη παρὰ τῷ ποιητῇ. ἔστι δὲ ἀβακεῖν, τὸ ἀγνοεῖν καὶ διατοῦτο μὴ ἔχειν τι βάζειν, ἀλλ' ἀπορεῖν ἐπὶ τῷ βλεπομένῳ. καὶ γίνεται καθ' ὁμοιότητα τοῦ ἀτακτεῖν ὡς οἱ ἐτυμολόγοι φασί. τὰ μέντοι ἐναντία τοῦ ἀβακεῖν, βάβαξ, ἤτοι λάλος. μαινόμενος ἄσωτος γάλλος, κατὰ τοὺς παλαιούς. οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι. ὁ δ' αὐτὸς, καὶ βαβάκτης ἐκ τοῦ βάζειν. ὅθεν καὶ βάκχος φασὶν ὁ μανιώδης καὶ ἀκρατής. ὁ μέντοι ἄβαξ, ἀνάπαλιν ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ, τὸν ἄλαλον δηλοῖ καὶ ἀσύνετον καὶ ἄπειρον, παρὰ τὸ μὴ βάζειν. δῆλοι δέ φασι καὶ σανίδιον ὁ ἄβαξ, ὅθεν ἀβάκιον ἐφ' οὗ ψηφίζουσι. δῆλον δὲ ὅτι οὐκ ἂν χρῄζοι τῆς λέξεως τοῦ ἀβακεῖν, ὁ καταλογάδην γράφων. (Vers. 250.) Τὸ δὲ ἐγώ μιν οἴη ἀνέγνων, τὸ πρὸς μορφὰς περίεργον τῆς Ἑλένης δηλοῖ ὡς καὶ προδεδήλωται. καὶ κεῖται τὸ ἐγὼ κἀνταῦθα, πρὸς διαστολὴν, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, οὐκ ἂν ἐγὼ μυθήσομαι. λέγει γὰρ ἡ Ἑλένη, ὡς ἐγὼ μόνη καὶ οὐδεὶς ἄλλος καί τοι τοιοῦτον σχηματισθέντα τὸν Ὀδυσσέα, ἐγνώρισα. πῶς δὲ οὐκ