Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.165.1
Not analysed yet
αἱρέσεσιν. ὅτε δηλαδὴ αἴσθονται ὑπ' ἄλλων παρ' εὐδοκιμούμενοι παρ' αὐταῖς. ὅθεν Ἑλένη ἐπαινεῖ τὸν ἄνδρα τὸ εἰς εἶδος εἰς ὃ ἐξημαρτηκέναι διαβάλλεται ὡς ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. (Vers. 266.) Ὅτι διαδεξάμενος τὸν τῆς γυναικὸς Ἑλένης λόγον ὁ Μενέλαος, λέγει τι καὶ αὐτὸς περὶ τοῦ Ὀδυσσέως μεμιγμένον ἔκ τε μόνων ὧν αὐτὸς εἶδε, καὶ ἐξ ὧν δὲ ἡ Ἑλένη μόνη. καὶ ἔτι ἀφ' ὧν ᾔδεισαν ἀμφότεροι. καὶ τέως μὲν, συναινεῖ τῇ συγγραφῇ τῆς γυναικός. εἰπών. ναὶ δὴ ταῦτά γε πάντα γύναι κατὰ μοῖραν ἔειπες. ὃ παρῴδηται ἀπὸ τοῦ, ναὶ δὴ ταῦτά γε πάντα γέρον. (Vers. 267.) εἶτα καὶ αὐτὸς ὁμοίως τῇ Ἑλένῃ προοιμιασάμενος, ὑποβάλλει διήγημα τὸ κατὰ τὸν δούρειον ἵππον. χρησάμενος καὶ στίχῳ ἑνὶ ἀπαραποιήτως ὡς ἐλάλησεν ἡ γυνὴ μὴ μόνον τὴν τοῦ εἰπεῖν μέθοδον ἐξ ἐκείνου κερδήσας, ἀλλὰ καὶ ἔπος ἀκέραιον. ἡ δὲ προοιμιακὴ τοῦ Μενελάου ἔννοια, ἔπαινός ἔστι καὶ αὐτὴ ἀνδρὸς ἁπλῶς ἀγαθοῦ μέγά τι ἆθλον ἐργασαμένου. ἔχει δὲ ὁ λόγος τῷ Μενελάῳ, οὕτως. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε ἀνδρῶν ἡρώων. πολλήν δ' ἐπελήλυθα γαῖαν. ἀλλ' οὔπω τοῖον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσχε φίλον κῆρ. (Vers. 271.) εἶτα θαυμαστικῶς ἐπεισβάλλων τῷ διηγήματι κατὰ τὴν Ἑλένην καὶ αὐτὸς, φησίν. οἷον καὶ τό δ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ἵππῳ ἐνὶ ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι Ἀργείων, Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἦλθες ἔπειτα σὺ κεῖσε, κελευσέμεναι δέ σ' ἔμελλε δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῆδος ὀρέξαι. καίτοι Δηΐφοβος θεοείκελος ἕσπετ' ἰούσῃ. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα. ἐκ δ' ὀνομακλήδην Δαναῶν ὠνόμαζες ἀρίστους, πάντων Ἀργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν. Αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος Ὀδυσσεὺς, ἥμενοι ἐν μέσσοισιν, ἀκούσαμεν ὡς ἐβοήσας. καὶ ἡμεῖς μέν φησιν ἀμφότεροι, μενεήναμεν ὁρμηθέντες, ἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἶψ' ὑπακοῦσαι. ὅ ἐστιν ἀποκριθῆναι. ὅπερ ὑποκρίνεσθαί φησιν ἀλλαχοῦ ὁ ποιητής. ἀλλ' Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. εἶτα διηγεῖται καὶ ὡς οἱ μὲν ἄλλοι πάντες ἡσύχως ἦσαν ἔσω. Ἄντικλος δὲ μόνος ἀμείψασθαι λόγοις τὴν Ἑλένην ἤθελεν. ἀλλ' Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε κρατεραῖς, σάωσε δὲ πάντας Ἀχαιοὺς κατέχων. ἕως ἀπήγαγέ σε ἡ Ἀθηνᾶ. τουτέστιν ἡ παρὰ σοὶ φρόνησις. ἐθέλει γὰρ ὁ Μενέλαος ἐπαινεθεὶς ὑπὸ τῆς γυναικὸς, ἀντεπαινεῖν αὐτὴν ὡς καὶ προμηθῶς ὑποχωρήσασαν, καὶ τὴν ἀρχὴν δὲ, βίᾳ ἐλθοῦσαν εἰς τὸν δούρειον ἵππον καὶ λαλήσασαν. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ εἰπεῖν, ὡς ἔμελλε τουτέστιν ἐῴκει δαίμων τις ἐπίκουρος Τρώων ἀγαγεῖν σε ἐκεῖ. ἄλλως γὰρ, οὐκ ἐχρῆν τοιοῦτόν τι ποιῆσαι οἴκοθεν τὴν Ἑλένην. ἧς ἡ καρδία τέτραπτο οἴκαδε παλιννοστῆσαι μεταστενούσης τὴν ἐξ Ἀφροδίτης ἄτην. (Vers. 279.) Καὶ ἔστιν ὁ Ὁμηρικὸς οὗτος τόπος λυτικὸς πολλῶν ἀποριῶν. ἡ εἰς τὸ δαιμόνιον δηλαδὴ μετάστασις τῆς αἰτίας τοῦ κακοῦ. αἰτιῶνται γὰρ ἄλλως οἱ παλαιοὶ τὴν τῆς ἱστορίας ταύτης διάθεσιν, ἀπίθανον εἰπόντες εἶναι τὸ τὴν Ἑλένην οὕτω στρογγύλλεσθαι τὴν φωνὴν καὶ μεταβάλλειν πρὸς τοσαύτην μίμησιν. καὶ ἄλλως δέ φασι, πῶς ἡ πρὸ μικροῦ εἰποῦσα ὡς ἤδη μοι θυμὸς ἐτέτραπτο νέεσθαι εἰς τὴν πατρίδα, οὕτω δολερῶς κεράννυσι τὴν φωνὴν, ὡς παρὰ βραχὺ ἂν σχεδιάσαι κακὸν τοῖς Ἀχαιοῖς ὅπερ οὐδὲ ὁ δεκαετὴς κατειργάσατο πόλεμος; πῶς δὲ καὶ ἐπίστευον οἱ ἐν τῇ πολεμίᾳ γῇ, ὡς πάρεισιν αὐτῶν αἱ γυναῖκες. γελοῖα οὖν φασιν ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. λύεται δὲ ὡς ἐῤῥέθη τὸ ἄπορον, ἐκ τοῦ, δαίμονα ἐχθρὸν τοῖς Ἀχαιοῖς μεσολαβῆσαι. καὶ τοῦτο μὲν ῥητορικώτερον. ὁ δέ γε μῦθος φωνόμιμον παραδίδωσι τὴν Ἑλένην. ὅθεν καὶ ἠχώ φασι καλεῖσθαι αὐτήν. καὶ δῶρον αὐτὸ λαβεῖν ἐξ Ἀφροδίτης ὅτε εἰς γάμον ἐξεδόθη τῷ Μενελάῳ, ὡς ἂν εἴποτε πρὸς ἄλλην ὁ ἀνὴρ ἀπονεύσει, ἐξελέγχειν ἔχῃ αὐτὸν τῷ τῆς φωνῆς εἰκασμῷ, ὑποκρινομένη τὴν ἐρωμένην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (Vers. 272.) Ἵππον δὲ ξεστὸν, τὸν δούρειον λέγει ὅ ἐστι τὸν ξύλινον. ξύλου δὲ ἴδιον τὸ ξέεσθαι, καθὰ καὶ λίθου. ὅθεν καὶ τὸ, ξεστοῖσι λίθοισι. καὶ τὸ, ἀσαμίνθους ἐϋξέστας. ἐπεὶ δὲ καὶ τὸ ξύεσθαι ἐπὶ ξύλου λέγεται, εἰκότως καὶ δόρυ ξυστὸν φαμέν. Τὸ δὲ ἐνήμεθα πάντες ἄριστοι, ἀνεπαχθῶς ἐῤῥέθη διὰ τὸ τοῦ ἐπαίνου κοινόν. καθὰ καὶ Νέστωρ ἐμεθώδευσεν ἐν τῷ, ἀνέτλημεν μένος ἄσχετοι Ἀχαιοί. Τὸν δὲ Δηΐφοβον νοητέον ἀκολουθεῖν τῇ Ἑλένῃ, ὡς ἂν εἴ τις ἔνδοθεν φωνήσοι, μὴ ἔχοι κρύψαι τὸ γενόμενον ἡ Ἑλένη. φασὶ δὲ αὐτὸν θανόντος Πάριδος ἀγαγέσθαι τὴν Ἑλένην, ὡς τῶν περιλειφθέντων ἀδελφῶν κρείττονα. ὃ καὶ Μενέλαος δηλοῖ, θεοείκελον ὀνομάσας αὐτόν. οὐ γὰρ ἔχει κρύπτειν τὸ ἀληθές. (Vers. 277.) Τὸ δὲ περίστειξας, ἀντὶ τοῦ περιῆλθες. περιώδευσας. Κοῖλον δὲ λόχον, ἀστείως εἶπε τὸν δούρειον ἵππον. ἕτερος