# Commentarii ad Homeri Odysseam 1.166.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.166.1

μέντοι τολμηρῶς ἐθέλων φράζειν, καὶ βαθὺν δόλον προσεῖπεν ἂν αὐτόν. καὶ Ἅιδου ἕρκος. καὶ εἴ τι τοιοῦτον. ἀστείως δὲ καὶ Σοφοκλῆς, ὃς λέγεται ὕπουλον εἰπεῖν τὸν δούρειον ἵππον, παρενεγκὼν αὐτὸ ἐκ τοῦ σκωπτικῶς λεγομένου ὑπούλου ἤθους τοῦ κατ' ἄνθρωπον μὴ ὑγιῶς ἔχοντα τοῦ τρόπου, ὡς ἀπὸ ἑλκῶν ἃ δοκοῦντα ὑγιᾶσθαι, οὐκ εἰς παντελές φασι καθαρεύει. ἀλλὰ δηλαδὴ ὑπὸ τὴν προφαινομένην οὐλὴν, κακόν τι κρύπτει ὁ δὲ τοιοῦτος ὕπουλος, καὶ σκοτομήδης ὑπὸ τῶν παλαιῶν σκώπτεται. καὶ χθόνιος, ὡς διὰ δόλον στυγνὸς ὢν καὶ κατηφής. καὶ σκοτοιβόρος, ὡς ὑπὸ σκότῳ βιβρώσκων τὸν πολεμούμενον. αὐτὸ μέντοι, δύναταί ποτε δηλῶσαι καὶ τὸν κρύφα μονοφαγοῦντα. ἵνα ᾖ τότε αὐτὸς, συζυγῶν τῇ παρ' Ἡσιόδῳ δειπνολόχῳ γυναικί. ἀναλογία δὲ πάντως τοῦ σκοτοιβόρος, πρὸς τὸ ὁδοιπόρος, ὁδοιδόκος, καὶ τὰ ὅμοια. (Vers. 279.) Ἐν δὲ τῷ, πάντων Ἀργείων, ἢ ἔοικε παρέλκειν τὸ πάντων διὰ τὸ καὶ ἀπίθανον καὶ ἀδύνατον εἶναι τὸ λεγόμενον. ἢ καὶ ἄλλως πάντας Ἀργείους κἀνταῦθα λέγει, οὓς καὶ ἀνωτέρω εἶπεν ἐν τῷ. ἐνήμεθα πάντες ἄριστοι καὶ κατωτέρω δὲ ἐν τῷ, ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν. ἔχει δέ τι καὶ ἀμφίβολον ὁ τόπος οὗτος. οὐ γὰρ μόνον δύναται νοεῖσθαι φωνὴ ὁμοία ταῖς ἀλόχοις πάντων Ἀργείων, ἀλλὰ καὶ ἄλλως, ὅτι ὠνόμαζες ἀρίστους πάντων Ἀργείων. Ἐν τούτοις δὲ, ὅρα τὸ ἀλόχοισιν, ἁπλοϊκῶς ὡς ἐν σχεδιασμῷ ῥηθέν. ἐσκεμμένως γὰρ εἰπεῖν, οὐκ ἀλόχοις φωνὴν ἤϊσκεν ἡ Ἑλένη, ἀλλὰ πάντως ταῖς τῶν Ἑλληνικῶν ἀλόχων φωναῖς. ὑποκρινομένη δηλαδὴ κατὰ φωνὴν εἰ καὶ μὴ κατὰ σχῆμα. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ὑπόκρισις, διάθεσις φωνῆς καὶ σχήματος, πιθανή. πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι. Ἄντικλον δὲ, ὁ μὲν Ὁμηρικὸς οὐκ ἔχει κατάλογος ὡς εἶναι αὐτὸν γνώριμον κατὰ ἡγεμονίαν, ἀγαθὸς δὲ ἄλλως ἔοικεν εἶναι ἀνὴρ τὰ πολεμικὰ, διὸ καὶ ἐνεκρίθη εἰς λόχον. ὡς μὴ κατὰ ἡγεμόνας ἐπιλεγέντων ἀλλὰ ἀριστίνδην τῶν ἐν τῷ δουρείῳ ἵππῳ ἐνεδρευσάντων. (Vers. 287.) Μάσταξ δὲ, οὐ μόνον ἡ τροφὴ ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ μαστᾶσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ, καὶ τὸ χεῖλος οὕτω φασὶν. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ μάστακες αἱ ἀκρίδες, καὶ λέγεται κεῖσθαι τοῦτο παρὰ Σοφοκλεῖ ἐν Φινεῖ. ἐκεῖ δὲ, ἐμφέρεται καὶ ὅτι μάσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες. πάππος δ', αἱ ἐπὶ τοῦ κάτω. Ἔνθα σημείωσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς λεγόμενος μύσταξ διὰ τοῦ υ, μάσταξ ἐκεῖσε διὰ τοῦ α γράφεται. Αἴλιος δὲ Διονύσιος, καὶ μασταρύζειν φησὶ τὸ κακῶς μασᾶσθαι καὶ βλακικῶς. (Vers. 288.) Τὸ δὲ χερσὶ κρατεραῖς, ἐνταῦθα μάλιστα καιριώτατον, ἔνθα ἐγκρατῶς πιέζουσι. Τὸ δὲ σάωσε δὲ πάντας Ἀχαιοὺς, τὸ καίριόν ἐστι τοῦ διηγήματος, ὃ ἔρεξεν ὁ κρατερὸς Ὀδυσσεύς. οὗ μὴ ῥεχθέντος, κίνδυνος ἦν, καὶ τοῦ δορείου ἵππου βοὴν ἐξηχηθῆναι τότε ὀλέθριον, ἄλλον τρόπον ἤπερ ἐπὶ τοῦ ταύρου κατὰ τὸν Φάλαριν λέγεται. (Vers. 292.) Ὅτι ὁ μαθὼν οἰκείου τινὸς ἀνδραγαθίας μεγάλας μὲν οὐκ ἀλεξικάκους δὲ, δυνήσεται εἰπεῖν ὅτι, ἄλγιον. οὐ γάρ οἵ τι τά γ' ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. Τηλέμαχος δὲ τοῦτο λέγει ἐφ' οἷς ἔμαθεν ἀνδραγαθίσασθαι τὸν κρατερὸν πατέρα. Τὸ δὲ ἄλγιον, κατὰ τελείαν στιχθὲν, ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ, ἀλγεινόν ἐστι τὸ πρᾶγμα. (Vers. 293.) Ὅρα δὲ ὅτι πολλαχῶς τὴν φωνὴν στρέφων ὁ ποιητὴς, τὸ ἐν ἄλλοις χάλκεον καὶ σιδήρεον ἦτορ, ἐνταῦθα καρδίαν σιδηρέην ἔφη, δοκῶν εἰς ταυτὸν ἄγειν τὸ ἦτορ τῇ καρδίᾳ. Ἰστέον δὲ ὅτι κρατερὰς χεῖρας εἰπόντος Μενελάου τὰς τοῦ Ὀδυσσέως, ὡς πρὸς αὐτό φησιν ὁ Τηλέμαχος τὸ, κραδίην σιδηρέην. μονονουχὶ λέγων, ὡς οὐ μόνον ὤνησεν εἰ κρατερόχειρ ἦν ἐκεῖνος, ἀλλ' οὐδὲ εἰ σιδηροκάρδιος. (Vers. 294.) Ὅτι προτρεπτικὸν εἰς ἀνάπαυσιν, τὸ, ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἡμέας. ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. Καὶ ὅρα καὶ νῦν τὸ τράπετε καὶ τὸ ταρπώμεθα, κάλλός τι ποιοῦντα τῇ παραθετικῇ παρηχήσει. (Vers. 297.) Ὅτι τὸ τῶν βασιλικῶν ξένων παρὰ Μενελάῳ στρῶμα, οὕτω καθίσταται. δέμνι' ὑπ' αἰθούσῃ θέμεναι. στορέσαιτ' ἐφύπερθε τάπητας. καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν. χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. εἰ δὲ ὁ ποιητὴς μετὰ τὰ δέμνια ἐπάγει τὸ, ῥήγεα ἐμβαλεῖν, εἶτα τὸ, στορέσαι τάπητας, κατὰ τρόπον ὑστερολογίας τοῦτο ποιεῖ. ὑπόκεινται γὰρ τοῖς ῥήγεσιν οἱ τάπητες ὡς ἡ ἐτυμολογία δηλοῖ ἐν ἄλλοις ῥηθεῖσα. παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται. εἰ δ' ἴσως τὰ ῥήγεα οὐ καλά ποτε λαμπρότεροι δὲ οἱ τάπητες, τότε στορεσθεῖεν ἂν τὰ ῥήγεα ὑπὸ τοὺς τάπητας, ὅπερ ἐνταῦθα οὐκ ἂν εἴη. καλὰ γὰρ τὰ ῥήγεα ὄντα καὶ πορφύρεα, οὐκ ἂν κρύπτοιντο ὑπὸ τοὺς τάπητας. Τίς δὲ ἡ αἴθουσα καὶ τὰ ῥήγεα καὶ οἱ τάπητες καὶ αἱ οὖλαι χλαῖναι,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
