# Commentarii ad Homeri Odysseam 1.176.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.176.1

συριγμοῦ ὁ κλωγμὸς, ὡς δηλοῖ καὶ τὸ περικλώζεσθαι καὶ περισυρίττεσθαι. τὸ μέντοι ἐρηρέδαται καὶ ἐληλέδαται, ἑτεροῖον μέν τι φανήσεται ἐν τοῖς ἑξῆς. λειότερον δὲ ὅμως καὶ ἐκεῖ τὸ ἐληλέδαται. (Vers. 439.) Τὸ δὲ ἧστο μένουσα, εὐεργετικὸν ἦθος ὑπογράφει. οὐ γὰρ οἱ περὶ Μενέλαον, προλαβόντες ἀνέμενον. ἀλλ' ἡ Εἰδοθέα, ἐκείνους. ἡ καὶ τὰς εὐνὰς φθάσασα διαγλάψαι. (Vers. 441.) Τὸ δὲ ἔνθα αἰνότατος λόχος, ἀντὶ τοῦ, ἐνταῦθα περὶ τὴν τῶν δερμάτων ἐπιβολήν. τὰ γὰρ ἄλλα ἡδὺς ὢν, τοῦτό γε αἰνότατος ἦν διὰ τὴν ὀλοώτατον καὶ πικρὸν ὀδμήν. (Vers. 441.) Ὅρα δὲ ὅτι διγενὲς καὶ τὸ ὀλοώτατος. οὐ γὰρ μόνον κοινότερον ἀρσενικὸν, ἀλλὰ καὶ θηλυκὸν ἰδοὺ Ἀττικῶς. ὡς δὲ πολλὰ καὶ ἄλλα τοιαῦτα, πολλαχοῦ παρεσημάνθη. ὧν καὶ τὸ, ἡ πηλὸς κατὰ τὸν γραμματικὸν Διόδωρον. καὶ τὸ, ἡ λιμός. καὶ τὸ, ἡ σκώληξ. καὶ τὸ, ἡ μαργαρίτις λίθος. καὶ τὸ, ἡ χοῦς παρὰ Στράβωνι καὶ ἑτέροις. Τὸν δὲ λόχον, καὶ δόλον προέφη ἐν τῷ, δόλον δ' ἐπεμήδετο πατρὶ ἐπαινετὸν δηλαδή. Τῆς δὲ κατὰ Δωριεῖς ὀδμῆς, προϋπάρχει τὸ ὄζειν. ἐξ οὗ κατὰ παλαιὰν μὲν ἐκφώνησιν, ὀζμὴ διὰ τοῦ ζ. κατὰ δὲ ὑστερογενῆ προφορὰν, ὀσμὴ διὰ τοῦ σ. τούτων δὲ, τῆς μὲν ὀδμῆς, οὐδέν τι πρόεισιν εἰς παραγωγήν. τῆς δὲ ὀσμῆς, παράγωγόν ἐστι τὸ ὀσμηρόν. Νίκανδρος. σισύμβριον ὀσμηρόν. καινότερον δὲ τούτου τὸ, ὕδωρ νοσηρόν. ἐκεῖνο γὰρ, ἀναλογεῖ τῷ, ζωὴ ζωηρόν. (Vers. 443.) Τὸ δὲ εἰναλίῳ κήτεϊ, περιφραστικῶς φώκην δηλοῖ, οὐ μὴν τὸ ἁπλῶς κῆτος. (Vers. 446.) Τὸ δὲ ὤλεσε κήτεος ὀδμὴν, ἀντὶ τοῦ ἠλλοίωσεν ἢ ὀλίγωσεν. οὐ γὰρ ἦν αὐτὴν ἄλλως ἀπολωλέναι τέλεον. (Vers. 447.) Ὅτι ἐν τῷ, πᾶσαν ἠοίην μένομεν τετληότι θυμῷ, ἠοίαν λέγει, τὴν ἀπὸ πρωΐας ἕως ἕκτης ὥρας ἡμέραν. ὁμοίως τῷ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ. ταυτὰ γὰρ ἐκεῖ τὸ ἠὼς καὶ ἐνταῦθα τὸ ἠοίη. πλὴν ὅσον ἐκεῖνο μὲν, πρωτότυπον καὶ ἀνελλιπές. τοῦτο δὲ, παράγωγον καὶ κατ' ἔλλειψιν νοούμενον. ἀπὸ γὰρ τοῦ ἠὼς ἠόος, γίνεται ἠοῖος ὁ πρωϊνός. ὡς τὸ, πρωΐ δ' ὑπ' ἠοῖοι. ἔτι δὲ καὶ ὁ ἀνατολικός. ὡς τὸ, οἴχονται πρὸς τοὺς ἠοίους τῶν λιβύων. καὶ ἠὲ, πρὸς ἠοίων ἢ ἐσπερίων ἀνθρώπων. ἐκ δὲ τοῦ ἠοῖος, ἠοίη ἐλλειπτικῶς, ἡ τῆς ῥηθείσης ἠοῦς κατάστασις ἢ αὔξησις ἤτι τοιοῦτον. Ὅτι κατὰ τὸν Πρωτέα οὕτω φράζει. ἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός. εὗρε δὲ φώκας ζατρεφέας. πάσας δ' ἂρ ἐπῴχετο λέκτο δ' ἀριθμόν. ἐν δ' ἡμέας πρώτους λέγε κήτεσσιν. οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι. ἔπειτα δὲ λέκτο καὶ αὐτός. (Vers. 454.) ἡμεῖς δ' ἰάχοντες ἐπεσσύμεθα, διὰ τὸ φοβερώτερον, ἀμφὶ δὲ χεῖρας βάλλομεν. οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης. ἀλλ' ἤτοι πρώτιστα, λέων γένετ' ἠϋγένειος. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς. γίνετο δ' ὑγρὸν ὕδωρ, καὶ δένδρεον ὑψιπέτηλον. περὶ ὧν προεῤῥέθη τὸ κατὰ τόπον ἀρκοῦν. (Vers. 450.) Ἐνταῦθα δὲ, προσθετέον εἰπεῖν, ὅτι καθάπερ ἐκεῖ τὸ τοῦ μύθου καχεκτοῦν εὗρέ τι θεράπευμα, οὕτω καὶ τὰ ἐκεῖσε παραπεπηγότα τέρατα τὸ πολυκέφαλον τὸ μυριόφθαλμον καὶ τὸ τῶν ἑκατογχείρων, ἔχουσι καὶ αὐτὰ τοὺς θεραπεύοντας. ὁποῖοί τινες, ὁ Παλαίφατος. ὁ Ἡράκλειτος οὐχὶ ὁ σκοτεινὸς ἀλλ' ἕτερός τις ὁ τοῖς ἀπίστοις προθέμενος ἐμφῆναι πίστιν. ὁ Χάραξ. καὶ ἄλλοι, καὶ οἱ μὲν πολλοῖς ὀφθαλμοῖς βλέπον τοῖς διὰ παντὸς δηλαδὴ σώματος, ὀξυωπίᾳ σεμνύνεται. καὶ περιέργου δὲ ὄψεως ἁλίσκεται. ὁ δὲ χερσὶ πολλαῖς πεπλουτισμένος, εἰς πολυδύναμον ἢ καὶ ἄλλως πρακτικώτατον ὑπενοήθη καθὰ καὶ ἡ Ἰλιὰς ἔδειξεν. ἡ δὲ τῶν πολυκεφάλων θεραπεία, πλατεῖαν τὲ φιλαρχίαν ὑποβάλλει νοεῖν, καὶ τὸ ἐν σκέμμασι πολύβουλον. καὶ τὸ ποικίλον ἐν μηχαναῖς. καὶ μάλιστά φασι ταῖς κακοποιοῖς. φαντάζει δέ που, καὶ κόλακας ἐπιτρίπτους. οἳ ὅσα καί τινες κεφαλαί φασιν ἀρχικαὶ, τοῖς αὐτῶν ἡττωμένοις ἐπίκεινται. τοιοῦτον γάρ τι ὡς εἰκὸς, ὁ τυφὼς καὶ ἡ ὕδρα. καθὰ τὰ ἐς πολυμορφίαν, εἰς ὅμοιον ἥκουσι Πρωτεύς τε καὶ Ἔμπουσα. Ἑρμῆς δὲ τρικέφαλος, ἄλλως τὸ τριττὸν τοῦ φιλοσόφου λόγου αἰνίττεται. δοκοῦσι δὲ πολυκέφαλοι, καὶ οἱ μεθύοντες καὶ οἷον πολλὰ βλέποντες τῇ συγχήσει τῆς ὁράσεως. ἔμπορος γοῦν τις μέθυσος παρὰ Μενάνδρῳ παίζει κατὰ τὴν ἱστορίαν τοῦ Ναυκρατίστου σοφοῦ, οὕτως. ὅλην ἐπίνομεν τὴν νύκτα. καὶ σφόδρα ἄκρατόν μοι δοκῶ. ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. ὅτι δὲ τὰς ὄψεις ὁ οἶνος πλανᾷ ὥς φησι Τίμων, δειχθήσεταί που ἐν τοῖς ἑξῆς. καὶ οὕτω μὲν καὶ ταῦτα. (Vers. 460.) Ὅμηρος δὲ τὴν τοῦ Πρωτέως δολίαν τέχνην δι' ὀλίγων φράσας, εἶτα ἐπάγει καὶ ὡς ἐπεὶ ἀστεμφέως εἶχον αὐτοὶ καὶ ὁ γέρων ἀνίαζε, καὶ τότε δὴ γνοὺς μαντικῶς τὸν λοχήσαντα, ἀνείρετο. τίς δή τοι Ἀτρέος υἱὲ θεῶν συμφράσατό φησι βουλὰς, ὄφρά μ' ἕλοις ἀέκοντα λοχησάμενος; ὅπερ δύναται παρῳδῆσαι εἰς ἑαυτὸν, ὁ πρός τινος ἐπιβουλευθείς. (Vers. 463.) Καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
