# Commentarii ad Homeri Odysseam 1.177.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.177.1

ὅρα τὸ, τίς συμφράσατο, οὐ δι' ἄγνοιαν ἐρωτηθέν. οὐ γὰρ εἰκὸς ἀγνοεῖν τὸν μαντικώτατον Πρωτέα τίς ὁ συμφρασάμενος τὸν ἐπ' αὐτῷ λόχον, ἀλλ' ἁπλῶς οὕτω κατὰ θάμβος ῥηθέν. εἰ δὲ καὶ μὴ προέγνω ἐλλοχώμενος, καινὸν οὐδὲν εἶναι δοκεῖ, οὐ γὰρ προεσκέψατό φασιν. οὐκ ἂν οὖν εἴη μὴ εἰδὼς ὁ προειπὼν υἱὸν Ἀτρέος τὸν λοχήσαντα Μενέλαον ὃν οὔπω εἶδε. διὸ καὶ ὁ Μενέλαος φησίν. οἶσθα γέρον. οὕτω καὶ ἡ Θέτις ἐν Ἰλιάδι γινώσκουσα, ὅμως ἐρωτᾷ τὸν υἱὸν Ἀχιλλέα. καὶ αὐτὸς, οἶσθα φησί. (Vers. 450.) Τὸ δὲ ἔνδιος, δηλοῖ μὲν τὸν μεσημβρινὸν, ἤτοι τὸν ἐλθόντα περὶ μεσημβρίαν, ὥραν ταύτην θερμὴν, ὅτέ ἐστιν ἰδίειν ὅ ἐστιν, ἱδροῦν ἡλίου καίοντος, ἵνα εἴη ἔνδιος, ὁ οἱονεὶ ἐνίδιος. ὅθεν καὶ ἴδος φασὶ τὸ θερινὸν κατάστημα. οἷον, ἴδει ἐν αἰνοτάτῳ. καὶ καῦμα ἰδάλιμον. ὅτι δὲ ἔνδιος ὁ μεσημβρινὸς, ἐδήλωσεν αὐτὸς Ὅμηρος. προειπὼν, ὅτι ἦμος ὁ Ἥλιος μέσον οὐρανὸν ἀμφιβαίνει, τότε ἁλὸς εἶσιν ὁ γέρων. εἶσι δὲ ἀμφὶ μέσον οὐρανὸν Ἥλιος, περὶ μεσημβρίαν. ὅτι δὲ ἔνδιον οὐδετέρως λέγεται καὶ ἡ διατριβὴ, δηλοῖ Ὀππιανὸς, ἔνδια πέτρης εἰπὼν τὰς διατριβάς. οὐκ ἂν δὲ ἀπᾴδοι, ἔνδιον ἑρμηνεῦσαι καὶ τὸν ὡς εἰπεῖν ἐναέριον. ἵνα ἦ ὁ Πρωτεὺς, ἐνάλιος μὲν, τὰ πρῴην. ἔνδιος δὲ, τὰ περὶ μεσημβρίαν, ὡς τηνικαῦτα ἐνδιὸς ἤτοι ἀέρος ἐλθὸν, Ἀττικῶς φάναι. διὸ καὶ ἔνδια οὐχ' ἁπλῶς αἱ ὅπου δήποτε διατριβαὶ, ἀλλ' αἱ πρὸς γῆν καὶ τὸν κατ' αὐτὴν ἀέρα. ἔνθα μυθικῶς ἡ ἀρχὴ κεκλήρωται τῷ Διΐ. ὥστε, ἀντιθετικῶς ἔχει πρὸς ἄλληλα τὸ ἐξ ἁλὸς καὶ τὸ ἔνδιος. ἵνα λέγῃ ὅτι ἐξ ἁλίου εἴτουν ἐναλίου, ἔνδιος γέγονεν. ἀναλογεῖ οὖν τὸ ἔνδιος, πρὸς τὸ εὔδιος εἴτουν εὐαέριος. οὗ θηλικὸν εὐδία ὅ ἐστιν εὐαερία. ἐν τούτοις δὲ, φασὶν οἱ παλαιοὶ καὶ ὅτι δεῖ τὸν σοφὸν τεταγμένῃ διαίτῃ χρᾶσθαι καὶ μὴ ἄλλοτε ἄλλῃ. ὡς καὶ Πρωτεὺς ποιεῖ φασὶν εἰς τὸν αὐτὸν τόπον ἰὼν καὶ φώκας μετρῶν συνήθω καὶ συναναπίπτων. Ὅρα δὲ ὅτι τὸ λέκτο δὶς ἐνταῦθα κείμενον, διττὴν ἑρμηνείαν ἔχει. τὸ μὲν γὰρ λέκτο δ' ἀριθμὸν, ἀντὶ τοῦ ἠρίθμησε. τὸ δὲ λέκτο καὶ αὐτὸς ἀντὶ τοῦ εὐνάσθη ὡς εἰς ὕπνον. (Vers. 454.) Τὸ δὲ ἡμεῖς δ' ἰάχοντες ἐπεσσύμεθα ἕως τοῦ, ἐπελύθετο τέχνης, οἰκεῖον ῥηθῆναι ἐπὶ γέροντος ἀτρέστου ἐν τοῖς δεινοῖς. (Vers. 456.) Τὸ δὲ ἠϋγένειος, οὐ πρός τι φοβερὸν ἀλλ' ὡς λέοντος ἁπλῶς ἴδιον ἐκπεφώνηται. καθὰ καὶ τὸ, φώκας ζατρεφέας, αἷς πολλὴ πιμελή. (Vers. 457.) Τὸ δέ γε μέγας σῦς, καὶ τὸ δένδρεον ὑψιπέτηλον, διὰ πιθανότητα ἐῤῥέθη. ἵνα μὴ πρὸς μικρά τινα εἰκάζῃ ἑαυτὸν ὁ θέλων ἐκφοβεῖν. (Vers. 468.) Τὸ δὲ ὑγρὸν ὕδωρ, οὐ μόνον ἀφελῶς οὕτω, ἀλλὰ καὶ πρὸς διαστολὴν εἰρῆσθαι δόξει τοῦ παγετοῦ. ὃς ῥηθείη ἂν τολμηρῶς, ὕδωρ ξηρόν. καθὰ καὶ ὁ τυρὸς, γάλα ξηρόν. (Vers. 457.) Ὅτι δὲ ἡ μὲν πάρδαλις διφορεῖται, λέγεται γὰρ καὶ πόρδαλις, ἡ δὲ παρδαλέη ἀεὶ διὰ τοῦ α, δηλοῖ καὶ ἡ Ἰλιάς. (Vers. 465.) Ὅτι τὸ οἶσθα γέρον, τί με ταῦτα παρατροπέων ἀγορεύεις, λεχθήσεταί ποτε πρὸς ἄνδρα συνετὸν ἐθέλοντα παραλογίζεσθαι. τοιοῦτον γάρ τι δηλοῖ τὸ παρατροπέων. ὃ παρῆκται μὲν καθ' ὁμοιότητα τοῦ, περιτροπέων ἐνιαυτός. κεῖται δὲ ἀντὶ τοῦ παρατρέπων καὶ οἷον παραπλανῶν. (Vers. 466.) Ὅτι ὁ ἐν τόπῳ ἀκουσίως βραδύνων, εἴποι ἂν τὸ, ὡς δὴ δηθὰ ἐν νήσῳ τυχὸν ἢ πόλει ἢ ὁπουδήποτε ἐρύκομαι, οὐδέτι τέκμωρ εὑρεῖν δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. Μενελάου δὲ ταῦτα λόγοι ἐφ' οἷς ἐπλανᾶτο. (Vers. 473.) Ὅτι ἀναβαίνειν καὶ ἐνταῦθα, τὸ ἐκ τοῦ λιμένος ἀνάγεσθαι ὅ ἐστιν ἀναπλέειν. φησὶ γάρ. ἀλλὰ μάλ' ὤφελες ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα σὴν ἐν πατρίδα ἵκοιο πλέων. (Vers. 474.) Καὶ νῦν μὲν, πατρίδα εἶπεν ἁπλῶς. εὐθύς δ' ἐν τοῖς ἑξῆς ἐντελέστερον ὡς καὶ ἐν ἄλλοις, πατρίδα γαῖαν ἐρεῖ, εἰπών. (Vers. 476.) οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ὅπερ εἰκὸς εἰπεῖν ἐπὶ τοῦ μήπω εὐοδουμένου ἐπανελθεῖν οἴκαδε. (Vers. 477.) Ὅτι διϊπετῆ ποταμὸν λέγει, τὸν Αἴγυπτον ἤγουν τὸν ὡς προεῤῥέθη Νεῖλον. καὶ φασὶν οἱ παλαιοὶ, τὸ διϊπετὲς προσαρμόττειν τῷ Νείλῳ, εἴπέρ τῳ ἄλλῳ. χειμάῤῥων γάρ φασιν ἐπίθετον τὸ διϊπετές. τοιοῦτος δέ πως καὶ ὁ Νεῖλος ἐξ ὄμβρων δοκῶν θερινῶν πληροῦσθαι ὥς τινες ἐδόξαζον. ὅτι δὲ τοιοῦτος ὁ διϊπετὴς δηλοῖ καὶ ὁ γεωγράφος ὅτε λέγει ὡς χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τ' ἐκπίπτοντος ἐκ τοῦ Διὸς, καὶ τοῦ ποταμίου, δῆλον γὰρ ὡς τὸ ἐκπίπτον ὕδωρ ἐκ Διὸς ὅ ἐστιν ἀέρος, ποιεῖ διϊπετῆ ποταμόν. παρὰ δὲ τοῖς παλαιοῖς, φέρεται καὶ ὅτι πολλῶν εἰπόντων περὶ τῆς Νείλου ἀναβάσεως, Ὅμηρος πρῶτος τὸ ἀληθὲς εἶπε, διϊπετῆ προσαγορεύσας αὐτόν. ὅ ἐστιν ὑετῷ πληρούμενον. ἐκ γὰρ τῶν ἐν Αἰθιοπίᾳ γινομένων θέρους σφοδρῶν ὑετῶν, πληροῦται ὡς καὶ Ἀριστοτέλης καὶ Εὔδοξός φασι. λέγον-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
