Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.179.1
Not analysed yet
τοῦ, ὅτι τῶν Τρωϊκῶν τὰ μὲν τῆς μάχης, φθάσας εἶπον ἤδη. τὰ δὲ μετὰ τὸν πόλεμον ἐν τῷ νόστῳ, οὐ δέον κρίνω πάντα εἰπεῖν. (Vers. 500.) Ὅρα δὲ ὅτι τὲ κοσμεῖ παρίσοις τὸ διήγημα, τῷ, ἐπέλασεν, ἐξεσάωσεν. ἔτι δὲ τῷ, γυρῇσι πέτρῃσι μεγάλῃσι. καὶ ὅτι τὰς γυρὰς ταύτας, καὶ γυρέην πέτρην ἔφη ἑνικῶς. ὁμοίως τῷ, Μάλειαν καὶ Μαλείας. καὶ τῷ Κρήτη τις νῆσος ἐστί. καὶ Κρητάων γένος εὔχομαι εἶναι. καὶ ἑτέροις τοιούτοις. ἐν οἷς καὶ τὸ, ἂψ ἀπ' Ἀθηνάων. καὶ, Ἀθήνην εὐρυάγυιαν. δῆλον δὲ ὡς ἐκ τοῦ γυρῆ, παράγωγον ἡ γυραία. ὡς ἀρχὴ ἀρχαία. ἀνάγκη ἀναγκαία. σελήνη σεληναία. πέτραι δέ φασι περὶ Μύκονον εἰσὶν αἱ γυραί. Νῆσος δὲ κυκλὰς ἡ Μύκονος. εἰκὸς δὲ καὶ στρογγύλην εἶναι τὴν πέτραν καὶ οὕτω κεκλῆσθαι γυρήν. (Vers. 502.) Τὸ δὲ καὶ ἐχθόμενός περ Ἀθήνῃ, ἐμμαρτύρως ἔχει. οὔτε γὰρ Ἀθηνᾶ ἐάσει ἀπολωλέναι τὸν Ὀδυσσέα εἰ καὶ Ποσειδῶν αὐτῷ κεχόλωται, οὐδ' ἂν ὁ Ποσειδῶν ἀφῆκε κινδυνεῦσαι τὸν Λοκρὸν εἰ καὶ ὀργὴν εἶχεν αὐτῷ ἡ Ἀθηνᾶ. νῦν δὲ εἰπὼν, ἀέκητι θεῶν φυγεῖν, καὶ λυπήσας οὕτως ἐν τῷ κοινῷ καὶ τὸν περισωσάμενον Ποσειδῶνα, ἐξόλωλεν. (Vers. 501.) Ἔστι δὲ τὸ, ἐξεσάωσε θαλάσσης τὸν Λοκρὸν ὁ Ποσειδῶν, οὐδὲν ἄλλο ἢ ὅτι κύμασιν ἠρεμαίοις φερόμενος καὶ προσπελάσας ἐκεῖνος ταῖς πέτραις καὶ ἀναβὰς, περιεποιήθη. ἀπώλεια δὲ αὖθις αὑτοῦ ὑπὸ τοῦ Ποσειδῶνος, τὸ προσραγῆναι βαρὺ κῦμα τῇ πέτρᾳ καὶ θρύψαι τι μέρος αὐτῆς δυστυχῶς τῷ Αἴαντι. οὗ ἐμπεσόντος τῷ πόντῳ, συγκατέδυ καὶ ὁ Λοκρός. (Vers. 503.) Τὸ δὲ ἔκβαλε, πάνυ ἀστείως ἐῤῥέθη. οὐ γὰρ εἶπεν ἀλλ' ἐξέβαλεν ἔπος ὑπερφίαλον, ὅ ἔστιν ἐξέῤῥιψε. καὶ δοκεῖ ὅμοιον εἶναι τοῦτο πρὸς τὸ ἐκφεύγειν ἔπος ἕρκος ὀδόντων. Τὸ δὲ μέγ' ἀάσθη, σκληρὸν μὲν λόγῳ πεζῷ, χρηστὸν δὲ εἰς ποίησιν. διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη. δύναται δὲ καὶ ἄσθη δισυλλάβως εἶναι διὰ τὸ, ἆσέ με δαίμονος αἶσα. καὶ ἀάσθη τρισυλλάβως διὰ τὸ, ἄτη ἣ πάντας ἀᾶται. (Vers. 505.) Τὸ δὲ μεγάλα αὐδῆσαι τουτέστιν ὑπερηφανεύσασθαι, πεποίηκε μὲν τὴν παρὰ τοῖς ὕστερον μεγαλοῤῥημοσύνην. ταυτὸν δέ ἐστι τῷ, ὑπερφίαλον ἔπος ἐκβαλεῖν. πλὴν ὅσον, σφοδρὸν μὲν τὸ ὑπερφίαλον, λεῖον δὲ καὶ σεμνὸν τὸ μέγα. (Vers. 512.) Τὸ δὲ τρύφος, ἐπὶ ἄρτου μὲν λέγεται, δύναται δὲ καὶ ἐπὶ ἄλλων, ὡς δηλοῖ τὸ, τριχθὰ καὶ τετραχθὰ διατρυφὲν, ἔκπεσε χειρός. τὸ γὰρ διατρυφὲν, τρύφος ἂν εἴη. Ὅτι ἐκ παραλλήλου ταυτοδύναμοι καὶ ἐνταῦθα κεῖνται λέξεις τὸ ἐκφυγεῖν καὶ τὸ ὑπαλύξαι. φησὶ γάρ. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν. (Vers. 513.) Ὅτι ἐπισυνείρων τῷ τοῦ Λοκροῦ διηγήματι τὸ κατὰ τὸν Ἀγαμέμνονα, φησὶν ὡς ἐν νηυσὶ μὲν, οὐδὲν ἔπαθε κακὸν, σάωσε δὲ πότνια Ἥρη. τουτέστιν ἀλληγορικῶς, ὁ ἀὴρ εὔκρατον πνέων. (Vers. 519 sqq.) ἀλλ' ὅτε δὴ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα, πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπ' ἐσχατιήν. ὅθι δώματα ναῖε Θυέστης τοπρίν. τότε δὲ, Αἴγισθος. ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον τρέψαν καὶ οἴκαδ' ἵκοντο. αὐτὸς μὲν, χαίρων ἐπεβήσετο πατρίδος αἴης. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα. πολλά δ' ἀπ' αὐτοῦ δάκρυα θερμὰ χέοντο, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν· οὗτοι δὲ οἱ τρεῖς στίχοι, ἐπὶ παντὸς ἁρμόττουσιν ὃς χρόνιος παλιννοστήσει ποθὲν μετὰ κινδύνους συχνούς. (Vers. 524.) Εἶτα διασαφῶν ὁ ποιητὴς καὶ ὅπως δολόμητις ἦν ὁ Αἴγιστος, ἱστορεῖ ὅτι τὸν βασιλέα ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ὃν καθεῖσεν Αἴγισθος δολόμητις ἄγων. ὑπὸ δ' ἔσχετο μισθὸν, χρυσοῦ δοιὰ τάλαντα. (Vers. 527.) φύλασσε δὲ εἰς ἐνιαυτὸν, μή ἑ λάθοι παριὼν, μνήσαιτο δὲ θούριδος ἀλκῆς. ἤγουν ἀντικατασταίη ἀνδρικῶς τῷ σὺν γυναιξὶ ποιουμένῳ κατὰ τὴν τραγῳδίαν τὰς μάχας, Αἰγίσθῳ. ἰδὼν δὲ τὸν βασιλέα ὡς ἐῤῥέθη ὁ σκοπὸς, ἔβη ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δ' Αἴγισθος δολίην ἐφράσατο τέχνην. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους, εἶσε λόχον. ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὃ, βῆ καλέων Ἀγαμέμνονα ποιμένα λαῶν, ἵπποισι καὶ ὄχεσφιν. ἀεικέα μερμηρίζων. τόν δ' οὐκ εἰδότ' ὄλεθρον, ἀνήγαγε. καὶ κατέπεφνε δειπνίσσας, ὥς τίς τε κατέπεφνε βοῦν ἐπὶ φάτνῃ. (Vers. 536.) Εἶτα ἐμφαίνων ὡς εἴπερ ἐμνήσθη θούριδος ἀλκῆς ὁ βασιλεὺς οὐκ ἂν ἀπώλετο, ἐπάγει. οὐδέ τις Ἀτρείδεω ἑτάρων λίπετο οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν. εἰ δὲ τοιοῦτοι καὶ μετὰ δόλον οἱ περὶ τὸν βασιλέα, τίνες ἂν ἐγένοντο εἰ καὶ προῄσθοντο; Καὶ ὅρα ὅτι σαφέστερον τῶν φθασάντων ἔφρασε διὰ τοῦ Πρωτέως, τὰ κατὰ τὸν Ἀγαμέμνονα ὁ ποιητής. ὁ μέντοι τοῖς ἑξῆς, ἄλλως τὴν τοιαύτην ἱστορίαν μεταχειρίσεται κατά τε οἴκτου πάθος καὶ ποικιλίαν οἷος αὐτὸς καὶ τὰ τοιαῦτα δεινὸς. (Vers. 515.) Ὅρα δὲ τὸ, ἀναρπάξασα