# Commentarii ad Homeri Odysseam 1.18.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.18.1

Λιβυκὸν τόπον ἤγουν κατὰ τὸ ὄρος τὸν Ἄτλαντα ὁ μῦθος κιονοφοροῦντα ποιεῖ, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς νῆσον περὶ τὸ Ἀτλαντικὸν ὁ αὐτὸς ἐκτοπίζει πέλαγος, συμμετακινῶν πιθανῶς τὴν θυγατέρα Καλυψὼ, τῷ γεννησαμένῳ Ἄτλαντι. καὶ οὕτω μὲν τὸν Ἄτλαντα καὶ τοὺς ἀχθοφορουμένους ὑπ' αὐτοῦ κίονας εἰς τὸν κοσμικὸν ἔστι μεταλαμβάνειν ἄξονα. ὃν κίονα καὶ ὁ Πλάτων καλεῖ, τὸ ὄνομα παρ' Ὁμήρου λαβών. ἡ δέ γε ἱστορία, Λίβυν ἄνδρα σοφὸν τὰ ἀποτελεσματικὰ τὸν Ἄτλαντα παραδίδωσι, πολλὰ τῶν μελλόντων ἐκ τῆς τῶν οὐρανίων κινήσεως προσημειούμενον καὶ προλέγοντα. ὅθεν καὶ ἀνέχειν τὸν οὐρανὸν ἐμυθεύθη. ὡς οἷα μέχρι καὶ εἰς αὐτὸν οὐρανὸν ἀνήκων τῇ πολυδυνάμῳ σοφίᾳ. ὁ μέντοι περιηγητὴς Διονύσιος ἄλλως ἐμφαίνεται θεραπεύων τὸν μῦθον. λέγων περὶ τὸ Λιβυκὸν ὄρος τὸν Ἄτλαντα, κίονα χάλκεον ἀνέχειν εἰς οὐρανὸν ἀνατρέχοντα, πάνυ πολὺν τὸ ὕψος. διὸ καὶ δοκεῖν ἄχρις οὐρανοῦ ἥκειν. Ἔστι δὲ καὶ ἄλλως, εἰς τὸ ἁπλῶς πολὺ τοῦ κατὰ τὸ Ἀτλαντικὸν ὄρος ὕψους, τὴν κιονικὴν φαντασίαν συμβιβάσασθαι. οὕτω καὶ Πίνδαρος οὐρανίαν κίονα λέγει τὴν Αἴτνην, καὶ ὁ ποιητὴς δὲ ἐν τοῖς ἑξῆς, τὸν τῆς Σκύλλης σκόπελον, οὐρανὸν εὑρανὸν εὐρὺν ἱκάνειν φησί. καὶ Αἰσχύλος δὲ, ἀστρογείτονας τὰς τοῦ Καυκάσου λέγει κορυφάς. καὶ Διόδωρος, ἄκραν τινὰ τῶν Ἄλπεων κορυφὴν τοῦ σύμπαντος ὄρους δοκοῦσαν, οὐρανοῦ ῥάχιν ἱστορεῖ παρὰ τῶν ἐγχωρίων καλεῖσθαι. καὶ τοιαῦτα μὲν καὶ τὰ τῆς ἱστορίας. Ὁ δὲ μῦθος, ἕνα τῶν Τιτάνων εἶναι τὸν Ἄτλαντα βούλεται. ὃς ἐπ' ὀλέθρῳ ἑαυτοῦ ἐπαναστὰς τῷ Διΐ, διὸ καὶ ὀλοόφρων λέγεται, τιμωρίαν κατεκρίθη τὸ τῶν κιόνων ἄχθος. Φασὶ δὲ τὸν Ἡρακλῆ διὰ τὰ χρυσᾶ μῆλα εἰς Λιβύην ἐλθόντα, ὑπελθεῖν τὸν φόρτον διὰ φιλίαν, καὶ διαδέξασθαι τὸν Ἄτλαντα πρὸς βραχύ. εἶτ' αὖθις ἐκείνῳ ἐπιτρέψαι τὰ συνήθη πάσχειν. τὸ δ' ἔστιν, ὅτι τῷ σοφῷ Ἄτλαντι μαθητεύσας ὁ Ἡρακλῆς, προέλεγέ τινα καὶ αὐτὸς τῶν μελλόντων. κἀντεῦθεν ἡ τοῦ ἄχθους ἐμυθεύθη διαδοχή. φησὶ γοῦν Αἰλιανὸς αὐταῖς λέξεσιν οὕτω. λόγος ἔχει, Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα, σπουδάσαι τὰ οὐρανία. ταῦτά τοι, καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει. αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον. Ὅτι δὲ τὸ ὄρος ὁ Ἄτλας, καὶ πληθυντικῶς προφέρεται Ἄτλαντες ᾧ λόγῳ καὶ ἡ Μάλεια τὸ ὄρος καὶ νῆσος ἡ Κρήτη Μάλειαι καὶ Κρῆται λέγονται. καὶ ὅτι καὶ ὄνομα ἔθνους τῷ τοιούτῳ παροικοῦντος ὄρει οἱ Ἄτλαντες, πολλαχοῦ διαφαίνεται. καὶ ἴσως τοιαύτης ἐννοίας παρὰ τῷ δειπνοσοφιστῇ οἱ Ἄτλαντες ἐν τῷ, περιέτρεχον τὴν ναῦν Ἄτλαντες ἐντὸς, ἑξαπήχεις. εἰ μὴ ἄρα ζώδια εἴτουν ἀνδριάντες ἦσαν αὐτοὶ ἐστηλωμένοι πρὸς μίμησιν Ἄτλαντος. οὗ τῆς κλίσεως ὁ κανὼν, τοιοῦτος καθ' Ἡρῳδιανόν. τὰ παρὰ μετοχὴν εἰς ας δισύλλαβα, διὰ τοῦ ν τ κλίνεται. οἷον. τλὰς, Ἄτλας Ἄτλαντος. φὰς, Περίφας Περίφαντος. τοιαύτῃ δὲ κλίσει ἐκεῖνος ὑπάγει, καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει. Γίγας Γίγαντος. Μίμας Μίμαντος ὄρος. οὗ μνήσεται Ὅμηρος ἐν τοῖς ἑξῆς. Ἔτι ἰστέον καὶ ὅτι ὁ περὶ Καλυψοῦς καὶ Ἄτλαντος ἐνταῦθα μῦθος, οὐ μόνον ἐγείρει τὸ ἀφηγηματικὸν ὕπτιον ὡς τερατώδης, ἀλλὰ καὶ ἄλλον τρόπον ἀφελῶς ἔχει διὰ τὴν Ἀθηνᾶν οὕτως εἰκῇ ἀφηγουμένην τῷ εὖ εἰδότι πατρὶ τὰ κατὰ τὸν Ἄτλαντα. Δῆλον δὲ καὶ ὡς Ἄτλας λέγεται, ἢ πρὸς στέρησιν τοῦ μὴ τάλας εἶναι, ἢ ἐπιτατικῶς ὡς πολύτλας. εἰ δὲ καὶ ἀνεγραμμάτισται ἀπὸ τοῦ τάλας ὁ Ἄτλας, περίεργον μὲν εἰπεῖν οὐ πάντῃ δὲ ὑπόκενον. δῆλον δὲ ὁμοίως καὶ ὅτι τὸ, ὃς θαλάσσης πάσης βένθεα οἶδε καὶ ἑξῆς ἕως τοῦ, ἀμφὶς ἔχουσιν, οὐ μακρὰν θείας ἐννοίας ἐστίν. ὡς δὲ θάλασσα, οὐ μόνον στοιχειακὸν ὄνομα ἦν ἀλλὰ καὶ ἱματίῳ προσυφαίνετο, δῆλον ἐκ τοῦ εἰπόντος. πορφυρᾶς περιβολὰς καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ἴσως δὲ καὶ ἀπὸ ἀκτῆς θαλασσίας παρώνυμον ἦν τι φόρημα, ὡς δηλοῖ ὁ γράψας τὸ, φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δέ φασι τοῦτο, σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν. εἰ μή που ἐκ τοῦ ἄγω τὸ κλῶ ἡ εἰρημένη ἀκταία γίνεται, κατακλῶνται γὰρ τὰ σπαθώμενα. (Vers. 50.) Ὅτι δὲ Ὅμηρος ὀμφαλὸν θαλάσσης νοεῖ τὸ μέσον ἀκολούθως τοῖς τολμήσασι γῆς ὀμφαλὸν εἰπεῖν τὸ καὶ μεσόμφαλον γῆς παρὰ Σοφοκλεῖ, δηλοῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης. εἰπὼν ὡς ἐν νήσῳ ποι ὑπὸ μέσης τῆς θαλάσσης καὶ Ὀδυσσεὺς ἀπειλημένος ἦν ὑπὸ Καλυψοῦς τῆς Ἄτλαντος. ὃν σύ φησιν ὦ Ζεῦ, τήν τε θαλάσσης γνῶσιν ἐξεπίστασθαι, καὶ τὴν οὐρανοῦ καὶ γῆς ἕδραν συνέχειν ἔταξας. (Vers. 51.) Ὅτι τὸ, θεά δ' ἐν δώματα ναίει, καινότερον συντέτακται. εἴτε γὰρ εἴποι τις ἐνναίει τὰ δώματα, οὐ πάνυ συνήθης ἡ σύνταξις. εἴτε εἴποι ἐν τὰ δώματα ναίει, Δωρικῶς συντέτακται, ὡς ἔστιν ἐκ τοῦ Πινδάρου μαθεῖν. (Vers. 53.) Ὅτι θηλυκῶς λέγει τὰς κίονας κατὰ διάλεκτον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
