# Commentarii ad Homeri Odysseam 1.180.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.180.1

θύελλα. ὅμοιόν τι ὂν τῷ, Ἅρπυιαι ἀνηρείψαντο. (Vers. 516.) Τὸ δὲ ἔφερεν ἐπὶ πόντον, νῦν μὲν, ἐπὶ θυέλλης εἶπε. πρὸ βραχέων δὲ, ἐπὶ Ποσειδῶνος, ἐν τῷ, τόν δ' ἐφόρει κατὰ πόντον. ταυτὸν γὰρ ἐν τούτοις τὸ φέρειν καὶ τὸ φορεῖν. (Vers. 517.) ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα, ὑφίσταται περὶ Κύθηρα εἶναι, ὅπου φασὶν ἡ τοῦ Θυέστου οἴκησις. (Vers. 517.) Τὸ δὲ ἐφαίνετο νόστος ἀπήμων, ἑρμηνεύει ὁ ποιητὴς διὰ στίχου ἀκεραίου, τὸ μὲν νόστος, διὰ τοῦ καὶ οἴκαδ' ἵκοντο. (Vers. 520.) Τὸ δὲ ἀπήμων, διὰ τοῦ, ἂψ δὲ θεοὶ οὖρον τρέψαν ἢ στρέψαν, ἀντὶ τοῦ μετήλλαξαν ἀπὸ θυέλλης εἰς πνεῦμα εὐδιεινόν. ἄλλως γὰρ, ὁ τοῦ Ἀγαμέμνονος νόστος οὐκ ἦν ἀπήμων. (Vers. 521.) Τὸ δὲ πατρίδος αἴης διαλύσας ὁ ποιητὴς εὐθὺς ἰδίᾳ καὶ ἰδίᾳ εἰς ὀνόματα δύο, ἐπάγει. ἣν πατρίδα. (Vers. 522.) Καὶ ἀσπασίως ἴδε γαῖαν. Ἔνθα καὶ ὅρα ὅτι πατρίδα, τὴν χώραν ἔφη. τῆς γὰρ πατρίδος Μυκήνης πόλεως οὐκ ἔφθη ἐπιβῆναι ὁ βασιλεύς. διὸ καὶ ἐν τῷ νόστῳ λέγεται ἀπολέσθαι, ὡς μὴ τῆς κυρίως πατρίδος ἐπιβάς. Τὸ δὲ κύνει, ἀντὶ τοῦ ἐφίλει, ἢ προσεκύνει. κατὰ ἦθος ἀφελές. ὡς εἰ καί τις ἐξ ἀποδημίας ἐλθὼν, κυνεῖ τοὺς τεκόντας. δῆλον δὲ ὡς ἐκ τοῦ κύω τὸ φιλῶ οὗ χρῆσις παρ' Ὁμήρῳ ἐν τοῖς μετὰ ταῦτα ὅθεν καὶ ὁ κύων, γίνεται τὸ κυνῶ. ἔστι δὲ σημειῶδες. δέον γὰρ ὂν βαρύνεσθαι κατὰ τὸ δύω δύνω, θύω θύνω τὰ βραχυπαράληκτα, τὸ δὲ περιεσπάσθη κατὰ τὸ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, τὰ μακροπαράληκτα. ἤδη δὲ, καὶ κατὰ τὸ κίω κινῶ. (Vers. 524.) Τὸ δὲ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ἐτυμολογικῶς ἐῤῥέθη. πλεονάζει δὲ τὸ ι ἐν τῇ σκοπιᾷ, καθὰ καὶ ἐν τῇ ὁρμιᾷ καὶ ἀχυρμιᾷ. (Vers. 531.) Τὸ δὲ καθεῖσεν, ὡς ἐκ τροχαϊκοῦ ῥήματος προπερισπᾶται. ὡς γὰρ εὗδε καθεῦδεν, οὕτω τὸ καθεῖσεν ἐκ τοῦ εἷσεν. ὡς τὸ, εἷσε λόχον. αὐτὸ δὲ, ἐκ τοῦ ἕω τὸ κάθημαι. ὃ καιριώτατα σύγκειται τῷ λόχῳ, γινομένῳ ἐκ τοῦ λέγεσθαι ὃ δηλοῖ τὸ καθῆσθαι καὶ κεῖσθαι. διὸ καὶ ὁ λόχος, ἐνέδρα ἑρμηνεύεται διὰ τὴν τοῦ λόχου πρὸς τὰ τοιαῦτα συγγένειαν. (Vers. 525.) Τὸ δὲ Αἴγισθος ἄγων, ἀντὶ τοῦ, ὑπάγων καὶ ὑποκλίνων οἷς ἐκέλευε. καὶ ἔστιν ἑτεροῖον τοῦ, τὸν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην. ἐκεῖνος γὰρ, βιαίως ἄγεται. (Vers. 528.) Ὅρα δὲ καὶ ὅτι ποιμένα λαῶν ἐν τοῖς ῥηθεῖσιν, οὐ μόνον τὸν Ἀγαμέμνονα εἶπεν, ἀλλὰ καὶ τὸν Αἴγισθον. εὐφήμως τοῦτον οὕτω προσειπών. τὸν ἐπίῤῥητον, καὶ οὐ ποιμένα λαῶν. ἢ δὲ λύκον ἢ τύραννον. εἰ μὴ ἄρα φονεύσας τὸν Ἀγαμέμνονα, εἶτα ἐσχηματίζετο πρᾷος εἶναι. Εἰς δὲ τὴν δαῖτα ἣν ὁ Αἴγισθος πένεται ὅ ἐστιν ἐνεργεῖ ἐλλοχῶν τῷ Ἀγαμέμνονι, ἔστιν εἰπεῖν ὡς καὶ τοῦτο λεχθείη ἂν Ἀγαμεμνόνειος δαὶς ἢ τράπεζα παροιμιακῶς, ἐπὶ τῶν ἐπ' ὀλέθρῳ εὐωχουμένων, ἄλλον τρόπον τοῦτο ἤπερ ὁ Σοφοκλῆς ἱστορεῖ. ἐκεῖνος γὰρ, Ἀγαμεμνόνειον δαῖτα λέγει, τὴν κατ' ἔτος γινομένην ὅτε τὸν Ἀγαμέμνονα ἔῤῥιψαν οἱ ἀνελόντες αὐτόν. (Vers. 534.) Τὸ δὲ ἀνήγαγε, περισσὴν ἔχει τὴν πρόθεσιν. ἀρκεῖ γὰρ εἰπεῖν, εἰς ὄλεθρον ἤγαγε. τὸ δὲ εἰπεῖν ὡς ἐφ' ὑψηλόν τινα τόπον ἀναγαγὼν ἐφόνευσεν, ἀμάρτυρόν ἐστι. (Vers. 535.) Τὸ δὲ δειπνίσας, ἴσως γενικῶς ἐῤῥέθη ἀντὶ τοῦ, δαίσας. ὡς καὶ δειπνολόχη γυνὴ λέγεται, ἡ ἁπλῶς ἐνεδρεύουσα τοῖς βρώμασι. (Vers. 536.) Τὸ δὲ κατέπεφνεν ὡς βοῦν ἐπὶ φάτνῃ, οὐκ ἐπὶ σκώμματι ἀλλὰ πάνυ σεμνῶς ἐῤῥέθη. καὶ οὐκ ἦν σεμνοτέρᾳ χρήσασθαι παραβολῇ ἐπὶ βασιλέως οὕτως ἀνδρείου ἀναιρεθέντος ἐν τῷ δειπνεῖν. ὅτε μὲν οὖν ἐν Ἰλιάδι ἐξῆλθεν εἰς μάχην ἐμπρέπων τοῖς ἥρωσι, ταύρῳ αὐτὸν εἴκασεν ἀγέλης ἐξάρχοντι. νῦν δὲ, βοῒ αὐτὸν ὡμοίωσεν, ᾧ μὴ θαῤῥῶν τις συμμίξαι, δείπνῳ δολώσας ἐπικεκυφότα τῇ φάτνῃ ἀνέλη. (Vers. 536.) Τὸ δὲ οἵ οἱ ἕποντο, ἀσφαλῶς πρόσκειται. οὐ γὰρ πάντες ἔπεσον οἱ τῷ βασιλεῖ συμπλέοντες, ἀλλ' οἱ συνεφεπόμενοι αὐτῷ εἰς τὴν δαῖτα. ἀνδρείως μέντοι ἔπεσον ὅτι μάλιστα. ἄοπλοι γὰρ ὄντες ὡς εἰκὸς καὶ οὐδὲ νήφοντες, ὅμως συγκατέῤῥιψαν πάντας τοὺς τοῦ Αἰγίσθου ὑφ' ὧν ἔπιπτον. (Vers. 538.) Ὅτι πένθους παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. κλαῖον δὲ καθήμενος. οὐδέ νυ μοι κῆρ ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ἐγένετο τό δέ τι. (Vers. 543.) Παραμυθητικὸν δὲ τὸ, μηκέτι πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖε, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα πείρα ποιεῖν τάδε. (Vers. 545.) Καὶ ὅρα τὸ πείρα ἐνεργητικῶς λεχθὲν κοινότερον. Ἀττικὸς γὰρ ἀνὴρ, πειρῶ ἂν εἴπῃ. οὕτω κοινὸν καὶ τὸ πειρᾶν ἀντὶ τοῦ Ἀττικοῦ τοῦ πειρᾶσθαι. οἷον. πειρᾶν δ' ὥς κεν Τρῶες Ἀχαιοὺς βλάψειαν. ἄλλως μέντοι Ἀττικῶς εὕρηται πειρᾶν ἐνεργητικῶς, τὸ πειράζειν ἐρωτικῶς γυναῖκα, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεται. (Vers. 538.) Ὅρα δὲ τὸ, κατεκλάσθη φίλον ἦτορ, μετε-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
