# Commentarii ad Homeri Odysseam 1.181.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.181.1

νεχθὲν ἀπὸ ξύλου ἤ τινος τοιούτου ἃ κατακλώμενα στέρονται τοῦ ἀτενῶς ἔχειν. ὡς καὶ ἐνταῦθα ἡ τοῦ κλαίοντος ψυχὴ, οὐκ ἔχει σταθερῶς, ἀλλ' οἱονεὶ κατακλᾶται. ὃ δὴ καὶ ἐτυμολογίαν παραλαλεῖ τοῦ κλαίειν, ἐγγὺς αὐτίκα κειμένου. ἐκ τοῦ κλῶ γὰρ, τὸ κλαίω. κατὰ τὸ, ῥῶ ῥαίω ἀφ' οὗ ὁ ῥαιστήρ. (Vers. 543.) Τὸ δὲ ἀσκελὲς τί σημαίνει, ἐδηλώθη ἐν τῇ α ῥαψῳδίᾳ. (Vers. 544.) Φιλικὸν δὲ τὸ δήομεν, ὡς κοινοποιουμένης τῆς συμφορᾶς. (Vers. 541.) Σημείωσαι δ' ἐν τούτοις ὅπως κλαίοντος καὶ κυλινδομένου τοῦ Μενελάου ἕως ἐκορέσθη, παρέμενεν ὁ Πρωτεὺς, καίτοι ἐνὸν ὂν ὑποχωρῆσαι. ποιεῖ δὲ τοῦτο, οἷα καθάπαξ φιλίαν θέμενος. καὶ ἀνθρωπίνως εἴξας φιλικῇ ἐπιθυμίᾳ καὶ δοὺς καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν. οὕτω δὲ καὶ ἡ θυγάτηρ Εἰδοθέα θερμὴ τὰ εἰς φιλίαν. ἔφθη γὰρ καὶ αὐτὴ ὡς καὶ προεῤῥέθη, ἀναμένουσα τοὺς ἀμφὶ τὸν Μενέλαον ὅτε τὰ τῶν φωκῶν ἤνεγκε δέρματα. Οὐκ ἄδηλον δὲ ὅτι τὸ ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφ' οὗ τὸ σκελίζω παράγωγον. συγκοπὲν δὲ ἐκεῖνο, γίνεται σηλῶ ἐξ οὗ τὸ κατεσκληκέναι. τοῦ δὲ σκλῶ παράγωγον, σκλαίνω. ὅθεν παρὰ Ἀλκίφρονι τὸ, κατασκλῆναι κινδυνεύω λιμῷ. (Vers. 546.) Ὅτι πρὸς ἔνδειξιν τοῦ ἐγγὺς ἥκειν ἀληθείας τῆς ἐπὶ τῷ μέλλοντι οὐ μὴν εἰς αὐτὴν ἄντικρυς ἀλήθειαν ἀεὶ τοὺς μαντικοὺς, λέγει πρὸς τὸν Μενέλαον ὁ Ὁμηρικὸς Πρωτεὺς περὶ Αἰγίσθου τὸ, ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος. (Vers. 547.) Σὺ δέ κεν τάφου ἀντιβολήσαις. ἤγουν τύχοις τοῦ ἐπὶ τῷ νεκρῷ περιδείπνου ὡς καὶ προϊστόρηται. ἦν δὲ ἂν ἀκριβοῦς ἐπιστήμης, ἕν τι εἰπεῖν ὡρισμένως ἐκ τῶν δύο, καὶ μὴ ἀορίστως ἢ τόδε ἢ τόδε. αἴτιον δὲ τοῦ μαντικοῦ τούτου ἐνδοιασμοῦ, τὸ παραβραχὺ ζῶντα ἂν εὑρεθῆναι τὸν Αἴγισθον. (Vers. 548.) Ὅτι παραμυθίαν ἐπὶ λύπῃ φράζει τὸ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς, αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ, ἰάνθη. Καὶ ὅρα ὡς νῦν μὲν, ἰαίνεται καρδία. ὅτε δὲ ἄλλως πάσχει, τότε τὸ καρδιώττειν ἐπ' αὐτῆς λέγεται. ὅπερ δηλοῖ κατὰ Αἴλιον Διονύσιον τὸ ναυτιᾶν καὶ ἀλγεῖν τὴν καρδίαν. (Vers. 551.) Ὅτι εἰ καὶ τὸ ἐξονομάζειν ἀδηλίαν ἔχει σημασίας, οὐ γὰρ ἐξανάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, ἀλλ' οὖν τὸ ὀνομάζειν, ἐνταῦθα φανερῶς τὸ ἐξ ὀνόματός τινα δηλοῦν σημαίνει. Μενελάου γοῦν εἰπόντος ὡς τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε, ὅς τις ἔτι ζῇ ὡς προδεδήλωται, φησὶν ὁ ἐρωτηθεὶς Πρωτεύς. υἱὸς Λαέρτεω καὶ τὰ ἑξῆς. ὡς εἶναι ταυτὸν ἐνταῦθα τὸ ὀνομάζειν, τῷ ἀλλαχοῦ ὀνομαίνειν. οὕτω καὶ πρὸ τούτων ἐξονομακλήδην Ἑλένη ὠνόμαζεν, ἤγουν ἐξ ὀνόματος ἐκάλει τοὺς τῶν Ἀργείων ἀρίστους. Ὅρα δ' ἐν τούτοις, καὶ ὡς Νέστωρ μὲν, φθάσας ἀμφέβαλεν ἐνδοιαστικῶς. εἰπὼν, τίς δ' οἶδε καὶ τὰ ἑξῆς περὶ Ὀδυσσέως. ἐκ δὲ τοῦ Μηνελάου σαφέστερόν τι μανθάνει ὁ Τηλέμαχος. (Vers. 557.) Ἐνταῦθα δέ τινες, ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου. διότι γάρ φασι Μενέλαος ἀκούσας τοῦ Φαρίου Πρωτέως ἐπαγαγόντος ὅτι τὸν Ὀδυσσέα ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ ὅτι αὐτὸν ἐκείνη ἀνάγκη ἴσχει ὅ δ' οὐ δύναται νοστῆσαι, οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι καὶ τὰ ἑξῆς, οὐ μεθώδευσεν ἀναπληρῶσαι τῷ φιλουμένῳ τὸ λεῖπον, ἢ αὐτὸς πλεύσας ἢ πέμψας ναῦν περισωσομένην τὸν φίλον ὃν ἔφη ἐθέλειν μετοικίσειν ἐξ Ἰθάκης εἰς ἑαυτόν. ἢ, δῆλον ὅτι ἐκτετόπισται ἡ νῆσος. εἰ δὲ τὴν οὕτως ἔκτοπον νῆσον εἶδεν ὁ Πρωτεὺς δίχα νηὸς, οὐκ ἄνθρωπος ἄρα θνητός ἐστιν εἰπεῖν μυθικῶς. (Vers. 551.) Ἰστέον δὲ ὅτι μετὰ τὸ, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε καὶ τὸ, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ ὅπερ πρὸ ὀλίγων ὁ Πρωτεὺς ἔφη, ἐπάγει ὁ Μενέλαος, ἠὲ θανών. καὶ δοκεῖ ἐκ περισσοῦ εἰπεῖν τοῦτο ἀφελῶς, οἷα συγχεθεὶς ὑπὸ λύπης. ὁ γὰρ Πρωτεὺς, οὐκ εἶπεν οὕτως, ἀλλὰ μόνον ὅτι ζωὸς κατερύκεται. εἰ μή τι ἄρα τοῦτο ἔφη, πρὸς τὸ κατερύκεται εὐρέϊ πόντῳ. ὡς τοῦ κατερυκομένου ἐν θαλάσσῃ, μὴ ζῶντος ἀλλὰ θανόντος. καὶ εἰ τοῦτο ἀληθὲς, σημείωσαι ὡς ἡ ὁμωνυμία αἰτία τοῦ οὕτως εἰπεῖν. Πρωτεὺς μὲν γὰρ, ἐπὶ κωλύσεως ἁπλῶς ἔφη τὸ, κατερύκεται πόντῳ. ἴσως δὲ, καὶ διὰ τοῦ περιέχοντος πόντου, τὴν περιεχομένην νῆσον τῆς Καλυψοῦς ἐδήλωσε. Μενέλαος δὲ, ἁπλοϊκῶς ἐπὶ τοῦ ἐνειλῆφθαι θαλάσσῃ τὸν Ὀδυσσέα, ἐνόησε τὸ λεχθέν. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἄνδρ' ὀνόμαζε ὃς ἔτι ζωός που κατερύκεται ἠὲ θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι, οἰκεῖον ἐπὶ ἀνδρὸς λεχθῆναι δυσελπιστουμένου τοῖς ἑαυτοῦ εἰ ἐπανέλθῃ. (Vers. 559.) Ἐπήρετμοι δὲ, ἐν μὲν τῇ β ῥαψῳδίᾳ, ἑταῖροι ἐπ' αὐτοῖς ὄντες ὡς ἐῤῥέθη τοῖς ἐρετμοῖς. ἐνταῦθα δὲ, νῆες ἐπήρετμοι αἷς εἰσὶν ἐρετμοί. ἴσως δέ τις καὶ ἐνταῦθα τολμήσει ψυχρότερον συμβιβάσαι τὸ ἐπήρετμοι, πρὸς τὸ ἑταῖροι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
